GetPassage urn:cts:greekLit:tlg0086.tlg022.1st1K-grc1:1.12.1-1.13.1 urn:cts:greekLit:tlg0086.tlg022.1st1K-grc1:1.12.1-1.13.1

ἐπεὶ οὖν φαίνεται ἐφʼ ἡμῖν ὂν τὸ σπουδαῖον εἶναι, ἀναγκαῖον τὸ μετὰ ταῦτα εἰπεῖν ὑπὲρ ἑκουσίου, τί ἐστι τὸ ἑκούσιον· τοῦτο γάρ ἐστι τὸ κυριώτατον πρὸς τὴν ἀρετήν, τὸ ἑκούσιον. ἔκούσιον δὲ ἁπλῶς μὲν οὕτως ῥηθῆναί ἐστιν ὃ πράττομεν μὴ ἀναγκαζόμενοι· ἀλλʼ ἴσως σαφέστερον λεκτέον ἐστὶν ὑπὲρ αὐτοῦ.

ἔστιν οὖν καθ᾿ ὃ πράττομεν ὄρεξις· ὀρέξεως δʼ ἐστὶν εἴδη τρία, ἐπιθυμία θυμὸς βούλησις.

πρῶτον μὲν οὖν τὴν κατʼ ἐπιθυμίαν πρᾶξιν ἐπισκεπτέον, πότερον ἑκούσιόν ἐστιν ἢ ἀκούσιον. [οἷον]τὸ μὲν οὖν ἀκούσιον οὐκ ἂν 1188 a δόξειεν. διὰ τί καὶ πόθεν; ?ὅτι ὅσα μή ἑκόντες πράττομεν, ἀναγκαζόμενοι πράττομεν, ἐπὶ δὲ τοῖς ἐξ ἀνάγκης πραττομένοις πᾶσιν 1187b, 28—30. cf. Ε. Ν. 1103a, 23—26. 1114b, 6 sqq. 31—1188a, 37 = Ε. Ε. 1223a, 21—b, 36. cf Ε. Ν. 1109b, 30—1110b, 17. 17. δὲ Bonitzius, γὰρ ΠVa editiones || 18. καὶ post ἀρχὴ add. Π1 Va. Bk. Bu. || 19. γὰρ secl. Scaliger ||21. ἐπʼ Bonitzius, ἐν Π Ald.Bk ||32. τὸ post ἐστι om. Π2 33. τὸ post ἐστι om. Mb P2 || 38. πρῶτον Π1 Va., πρότερον Π2 39. ἑκούσιός et ἀκούσιος Kb P2 Bk. Bu. || οἷον om. P2 Bas. 3Bk. Bu., οἷον — ἀκούσιον om. Π2 || 1188a, 2. πράττομεν] ποιοῦμεν ΠCv. ἕπεται λύπη, τοῖς δὲ διʼ ἐπιθυμίαν πραττομένοις ἡδονὴ ἀκολουθεῖ, ὥστε οὑτωσί γε οὐκ ἂν εἴη τὰ διʼ ἐπιθυμίαν πραττόμενα ἀκούσια, ἀλλʼ ἑκούσια.

— ἀλλὰ πάλιν ἄλλος λόγος τις τούτῳ ἐναντιοῦται, ὁ ἐπὶ τῇ ἀκρασίᾳ. οὐθεὶς γάρ, φησί, πράττει ἑκὼν τὰ κακά, εἰδὼς ὅτι κακὰ ἐστίν· ἀλλὰ μήν, φησίν, ὅ γε ἀκρατὴς εἰδὼς ὅτι ταῦτα φαῦλά ἐστιν ὅμως πράπττει, καὶ κατʼ ἐπιθυμίαν γε πράττει· οὐκ ἄρα ἑκών· ἀναγκαζόμενος ἄρα.

ἐνταῦθα πάλιν ὁ αὐτὸς λόγος ἀπαντήσεται. καὶ γὰρ εἰ κατʼ ἐπιθυμίαν, οὐκ ἐξ ἀνάγκης· τῇ γὰρ ἐπιθυμίᾳ ἡδονὴ ἀκολουθεῖ, τὰ δὲ δι᾿ ἡδονὴν οὐκ ἐξ ἀνάγκης. — καὶ ἄλλως τοῦτ᾿ ἂν γένοιτο δῆλον, ὅτι ὁ ἀκρατὴς ἑκὼν πράττει. οἱ μὲν γὰρ ἀδικοῦντες ἑκόντες ἀδικοῦσιν, οἱ δὲ ἀκρατεῖς ἄδικοι καὶ ἀδικοῦσιν· ὥστε ὁ ἀκρατὴς ἑκὼν ἂν πράττοι τὰ κατὰ τὴν ἀκρασίαν.

— ἀλλὰ πάλιν ἄλλος λόγος ἐναντιοῦται, ὅς φησιν οὐχ ἑκούσιον εἶναι. ὁ γὰρ ἐγκρατὴς ἑκὼν πράττει τὰ κατὰ τὴν ἐγκράτειαν· ἐπαινεῖται γάρ, ἐπαινοῦνται δὲ ἐπὶ τοῖς ἑκουσίοις. εἰ δ᾿ ἐστὶν τὸ κατὰ τὴν ἐπιθυμίαν ἑκούσιον, τὸ παρὰ τὴν ἐπιθυμίαν ἀκούσιον· ὁ δ᾿ ἐγκρατὴς παρὰ τὴν ἐπιθυμίαν πράττει· ὥστε ὁ ἐγκρατὴς οὐχ ἑκὼν ἂν εἴη ἐγκρατής. ἀλλ᾿ οὐ δοκεῖ οὐδ᾿ ἄρα τὸ κατʼ ἐπιθυμίαν ἑκούσιον ἐστίν.