GetPassage urn:cts:greekLit:tlg0086.tlg022.1st1K-grc1:1.11.1-1.11.5 urn:cts:greekLit:tlg0086.tlg022.1st1K-grc1:1.11.1-1.11.5

οὕτω τοίνυν καὶ ὁμοίως τούτοις καὶ ἐπε᾿ ἀνθρώπου. ἐπειδὴ γὰρ γεννητικόν ἐστιν ἄνθρωπος οὐσίας, ἔκ τινων ἀρχῶν καὶ τῶν πράξεων ὧν πράττει ἄνθρωπος γεννητικὸν ἔστίν. τί γὰρ ἂν ἄλλο; οὔτε γὰρ ἀψύχων οὐθὲν λέγομεν πράττειν οὔτε τῶν ἐμψύχων τῶν ἄλλων ἔξω ἀνθρώπων. δῆλον οὖν ὅτι ὁ ἄνθρωπος τῶν πράξεών ἐστι γεννητικός.

ἐπεὶ οὖν ὁρῶμεν μεταβαλλούσας τὰς πράξεις καὶ οὐδέποτε τὰ αὐτὰ πράττομεν εἰσὶν δὲ αἱ πράξεις γεγενημέναι ἔκ τινων ἀρχῶν, δῆλον ὅτι, ἐπειδὴ αἱ πράξεις μεταβάλλουσιν, καὶ αἱ ἀρχαὶ τῶν πράξεων, ἀφ᾿ ὧν εἰσί, μεταβάλλουσιν, ὥσπερ ἔφαμεν παραβάλλοντες ἐπὶ τῶν ἐν γεωμετρίᾳ.

ἀρχὴ δ᾿ ἐστὶ πράξεως καὶ σπουδαίας καὶ φαύλης προαίρεσις καὶ βούλησις καὶ τὸ κατὰ λόγον πᾶν. δῆλον τοίνυν ὅτι καὶ 28. οὖν καὶ ἐν τῷ P2, δὲ καὶ τὸ Ald. et rc. Kb, δὲ καὶ pr. Kb || 32. ἐκ τῶν] ἔκ τινων Bonitzius || 34. οὕτως] ὡσαύτως olin ci Rassovius 1187 b, 1. καὶ ὡς ἂν Π2, ὡς ἂν Bk., καὶ ἐὰν Π1 || μεταβάληι Π1 || 3. μὴ ante 2. τὸ 6. τῶν] τινων Ald., om. Π2 P2 || 8. τῶν ἄλλων] ἄλλο P οἱ rc. Kb, ἄλλωι pr. Kb || ἀνθρώπου Scaliger || 9. ὁ om. Kb Pb P2. αὗται μεταβάλλουσιν. μεταβάλλομεν δὲ καὶ ταῖς πράξεσιν ἑκόντες· ὥστε καὶ ἡ ἀρχὴ [καὶ] ἡ προαίρεσις μεταβάλλει [γὰρ] ἑκουσίως. ὥστε δῆλον ὅτι ἐφ᾿ ἡμῖν ἂν εἴη καὶ σπουδαίοις εἶναι καὶ φαύλοις.

— ἴσως οὖν λέγοι ἄν τις, ἐπειδήπερ ἐπʼ ἐμοί ἐστιν τὸ δικαίῳ εἶναι καὶ σπουδαίῳ, ἐὰν βούλωμαι, ἔσομαι πάντων σπουδαιότατος. οὐ δὴ δυνατὸν τοῦτο. διὰ τί; ὅτι οὐδʼ ἐπὶ τοῦ σώματος γίγνεται τοῦτο. οὐ γὰρ ἄν τις βούληται ἐπιμελεῖσθαι τοῦ σώματος, καὶ δὴ πάντων ἄριστον ἕξει τὸ σῶμα. δεῖ γὰρ μὴ μόνον τὴν ἐπιμέλειαν ὑπάρχειν, ἀλλὰ καὶ τῇ φύσει γίνεσθαι τὸ σῶμα καλὸν κἀγαθόν. βέλτιον μὲν οὖν ἕξει τὸ σῶμα, ἄριστα μέντοι πάντων οὔ.

ὁμοίως δὲ δεῖ ὑπολαμβάνειν καὶ ἐπὶ ψυχῆς· οὐ γὰρ ἔσται ὁ προαιρούμενος εἶναι σπουδαιότατος, ἂν μὴ καὶ ἡ φύσις ὑπάρξῃ, βελτίων μέντοι ἔσται.