GetPassage urn:cts:greekLit:tlg0085.tlg006.perseus-grc2:766-785 urn:cts:greekLit:tlg0085.tlg006.perseus-grc2:766-785
πῶς οὖν κελεύει νιν μολεῖν ἐσταλμένον;Τροφόςἦ πῶς; λέγʼ αὖθις, ὡς μάθω σαφέστερον.Χορόςεἰ ξὺν λοχίταις εἴτε καὶ μονοστιβῆ.Τροφόςἄγειν κελεύει δορυφόρους ὀπάονας.Χορόςμή νυν σὺ ταῦτʼ ἄγγελλε δεσπότου στύγει·ἀλλʼ αὐτὸν ἐλθεῖν, ὡς ἀδειμάντως κλύῃ,ἄνωχθʼ ὅσον τάχιστα γηθούσῃ φρενί.ἐν ἀγγέλῳ γὰρ κυπτὸς ὀρθοῦται λόγος.Τροφόςἀλλʼ ἦ φρονεῖς εὖ τοῖσι νῦν ἠγγελμένοις;Χορόςἀλλʼ εἰ τροπαίαν Ζεὺς κακῶν θήσει ποτέ.Τροφόςκαὶ πῶς; Ὀρέστης ἐλπὶς οἴχεται δόμων.Χορόςοὔπω· κακός γε μάντις ἂν γνοίη τάδε.Τροφόςτί φής; ἔχεις τι τῶν λελεγμένων δίχα;Χορόςἄγγελλʼ ἰοῦσα, πρᾶσσε τἀπεσταλμένα.μέλει θεοῖσιν ὧνπερ ἂν μέλῃ πέρι.Τροφόςἀλλʼ εἶμι καὶ σοῖς ταῦτα πείσομαι λόγοις.γένοιτο δʼ ὡς ἄριστα σὺν θεῶν δόσει.
Χορόςνῦν παραιτουμένᾳ μοι, πάτερΖεῦ θεῶν Ὀλυμπίων,δὸς τύχας τυχεῖν δόμου κυρίως