GetPassage urn:cts:greekLit:tlg0085.tlg003.perseus-grc2:156-175 urn:cts:greekLit:tlg0085.tlg003.perseus-grc2:156-175
ὡς μήτε θεὸς μήτε τις ἄλλοςτοῖσδʼ ἐπεγήθει.νῦν δʼ αἰθέριον κίνυγμʼ ὁ τάλαςἐχθροῖς ἐπίχαρτα πέπονθα.
Χορόςτίς ὧδε τλησικάρδιοςθεῶν, ὅτῳ τάδʼ ἐπιχαρῆ;τίς οὐ ξυνασχαλᾷ κακοῖςτεοῖσι, δίχα γε Διός; ὁ δʼ ἐπικότως ἀεὶθέμενος ἄγναμπτον νόονδάμναται Οὐρανίανγένναν, οὐδὲ λήξει, πρὶν ἂν ἢ κορέσῃ κέαρ ἢ παλάμᾳ τινὶτὰν δυσάλωτον ἕλῃ τις ἀρχάν.
Προμηθεύςἦ μὴν ἔτʼ ἐμοῦ, καίπερ κρατεραῖςἐν γυιοπέδαις αἰκιζομένου,χρείαν ἕξει μακάρων πρύτανις,δεῖξαι τὸ νέον βούλευμʼ ὑφʼ ὅτουσκῆπτρον τιμάς τʼ ἀποσυλᾶται.καί μʼ οὔτι μελιγλώσσοις πειθοῦςἐπαοιδαῖσιν θέλξει, στερεάς τʼοὔποτʼ ἀπειλὰς πτήξας τόδʼ ἐγὼ