GetPassage urn:cts:greekLit:tlg0085.tlg003.perseus-grc2:1057-1076 urn:cts:greekLit:tlg0085.tlg003.perseus-grc2:1057-1076
ἡ τοῦδʼ εὐχή; τί χαλᾷ μανιῶν;ἀλλʼ οὖν ὑμεῖς γʼ αἱ πημοσύναιςσυγκάμνουσαι ταῖς τοῦδε τόπωνμετά ποι χωρεῖτʼ ἐκ τῶνδε θοῶς,μὴ φρένας ὑμῶν ἠλιθιώσῃβροντῆς μύκημʼ ἀτέραμνον.
Χορόςἄλλο τι φώνει καὶ παραμυθοῦ μʼὅ τι καὶ πείσεις· οὐ γὰρ δή πουτοῦτό γε τλητὸν παρέσυρας ἔπος.πῶς με κελεύεις κακότητʼ ἀσκεῖν;μετὰ τοῦδʼ ὅ τι χρὴ πάσχειν ἐθέλω·τοὺς προδότας γὰρ μισεῖν ἔμαθον,κοὐκ ἔστι νόσοςτῆσδʼ ἥντινʼ ἀπέπτυσα μᾶλλον.
Ἑρμῆςἀλλʼ οὖν μέμνησθʼ ἁγὼ προλέγωμηδὲ πρὸς ἄτης θηραθεῖσαιμέμψησθε τύχην, μηδέ ποτʼ εἴπηθʼὡς Ζεὺς ὑμᾶς εἰς ἀπρόοπτονπῆμʼ εἰσέβαλεν· μὴ δῆτʼ αὐταὶ δʼὑμᾶς αὐτάς. εἰδυῖαι γὰρ