GetPassage urn:cts:greekLit:tlg0085.tlg001.perseus-grc2:774b-793 urn:cts:greekLit:tlg0085.tlg001.perseus-grc2:774b-793
πράξας ἀρωγήν· ἄγγελον δʼ οὐ μέμψεταιπόλις γέρονθʼ, ἡβῶντα δʼ εὐγλώσσῳ φρενί.
Χορόςἰὼ γᾶ βοῦνι, πάνδικον σέβας,τί πεισόμεσθα; ποῖ φύγωμεν Ἀπίαςχθονός, κελαινὸν εἴ τι κεῦθός ἐστί που;μέλας γενοίμαν καπνὸςνέφεσσι γειτονῶν Διός·τὸ πᾶν δʼ ἄφαντοςἀμπετὴς ἀιδνὸς ὡςκόνις ἄτερθε πτερύγων ὀλοίμαν.
Χορόςἄφυκτον δʼ οὐκέτʼ ἂν πέλοι κακόν·κελαινόχρως δὲ πάλλεταί μου καρδία.πατρὸς σκοπαὶ δέ μʼ εἷλον· οἴχομαι φόβῳ.θέλοιμι δʼ ἂν μορσίμουβρόχου τυχεῖν ἐν ἀρτάναις,πρὶν ἄνδρʼ ἀπευκτὸντῷδε χριμφθῆναι χροΐ.πρόπαρ θανούσας δʼ Ἀίδας ἀνάσσοι.
Χορόςπόθεν δέ μοι γένοιτʼ ἂν αἰθέρος θρόνος,πρὸς ὃν νέφη μυδηλὰ γίγνεται χιών,