GetPassage urn:cts:greekLit:tlg0085.tlg001.perseus-grc2:735-754 urn:cts:greekLit:tlg0085.tlg001.perseus-grc2:735-754
ἥκουσι· μῆκος δʼ οὐδὲν ἐν μέσῳ χρόνου.
Χορόςπερίφοβόν μʼ ἔχει τάρβος ἐτητύμωςπολυδρόμου φυγᾶς ὄφελος εἴ τί μοι.παροίχομαι, πάτερ, δείματι.Δαναόςἐπεὶ τελεία ψῆφος Ἀργείων, τέκνα,θάρσει, μαχοῦνται περὶ σέθεν, σάφʼ οἶδʼ ἐγώ.Χορόςἐξῶλές ἐστι μάργον Αἰγύπτου γένοςμάχης τʼ ἄπληστον· καὶ λέγω πρὸς εἰδότα.
Χορόςδοριπαγεῖς δʼ ἔχοντες κυανώπιδαςνῆας ἔπλευσαν ὧδʼ ἐπιτυχεῖ κότῳπολεῖ μελαγχίμῳ σὺν στρατῷ.Δαναόςπολλοὺς δέ γʼ εὑρήσουσιν ἐν μεσημβρίαςθάλπει βραχίονʼ εὖ κατερρινημένους.Χορόςμόνην δὲ μὴ πρόλειπε· λίσσομαι, πάτερ.γυνὴ μονωθεῖσʼ οὐδέν· οὐκ ἔνεστʼ Ἄρης.
Χορόςοὐλόφρονες, δὲ καὶ δολιομήτιδεςδυσάγνοις φρεσίν, κόρακες ὥστε, βω-μῶν ἀλέγοντες οὐδέν.Δαναόςκαλῶς ἂν ἡμῖν ξυμφέροι ταῦτʼ ὦ τέκνα,εἰ σοί τε καὶ θεοῖσιν ἐχθαιροίατο.