GetPassage urn:cts:greekLit:tlg0085.tlg001.perseus-grc2:395-414 urn:cts:greekLit:tlg0085.tlg001.perseus-grc2:395-414
φυγάν· ξύμμαχον δʼ ἑλόμενος δίκανκρῖνε σέβας τὸ πρὸς θεῶν.Βασιλεύςοὐκ εὔκριτον τὸ κρῖμα. μή μʼ αἱροῦ κριτήν.εἶπον δὲ καὶ πρίν, οὐκ ἄνευ δήμου τάδεπράξαιμʼ ἄν, οὐδέ περ κρατῶν, μὴ καί ποτεεἴπῃ λεώς, εἴ πού τι μὴ τοῖον τύχοι,ἐπήλυδας τιμῶν ἀπώλεσας πόλιν.
Χορόςἀμφοτέρους ὁμαίμων τάδʼ ἐπισκοπεῖΖεὺς ἑτερορρεπής, νέμων εἰκότωςἄδικα μὲν κακοῖς, ὅσια δʼ ἐννόμοις.τί τῶνδʼ ἐξ ἴσου ῥεπομένων μεταλ-γεῖς τὸ δίκαιον ἔρξας;Βασιλεύςδεῖ τοι βαθείας φροντίδος σωτηρίου,δίκην κολυμβητῆρος, ἐς βυθὸν μολεῖνδεδορκὸς ὄμμα, μηδʼ ἄγαν ᾠνωμένον,ὅπως ἄνατα ταῦτα πρῶτα μὲν πόλει,αὐτοῖσί θʼ ἡμῖν ἐκτελευτήσει καλῶς,καὶ μήτε δῆρις ῥυσίων ἐφάψεταιμήτʼ ἐν θεῶν ἕδραισιν ὧδʼ ἱδρυμέναςἐκδόντες ὑμᾶς τὸν πανώλεθρον θεὸν