Ἀλλὰ πῶϲ ἄκλιτον, εἰ ῥῆμα; πῶϲ οὐ ϲυϲχηματίζεται τοῖϲ προϲώποιϲ,
Ὅτι ἡ γινομένη αὐτοῦ ϲύνταξιϲ οὐκ ἐπὶ τὰ πρόϲωπά ἐϲτιν, ἐπὶ δὲ τὸ
πρὸϲ ᾦ ἀπαρέμφατον, ὅ ἐϲτι μονοπρόϲωπον, καὶ ἔνθεν μονοϲχημάτιϲτον
τὸ ἐμὲ δεῖ γράφειν. τὸ γὰρ δεῖ ἐπὶ τὸ γράφειν φέρεται,
ὅπερ οὐ προϲώπου ἐϲτὶ δεκτικόν. καὶ ἔνθεν, ϲυντεῖνον εἰϲ αὐτὸ τὸ
γράφειν, καὶ ⟨αὐτὸ⟩ τὸν ἕνα ϲχηματιϲμὸν ἀναδέχεται. Πρόδηλον δὲ
γινέϲθω καὶ ἐκ ῥήματοϲ τοῦ λείπει. οὐ γὰρ ἔϲτιν ὅϲτιϲ ὀλίγον διϲτάϲειεν,
ὅτι τὸ λείπει ῥῆμά ἐϲτι· καὶ οὐ παρὰ τοῦτο οὐχὶ ῥῆμα γενήϲεται, ἐὰν
μονοϲχημάτιϲτον γένηται μετὰ τῆϲ τοῦ ἀπαρεμφάτου ϲυντάξεωϲ. ἔχει
γὰρ τῇδε τὰ τῆϲ ϲυντάξεωϲ, λείπει ἐμὲ τὸ γράφειν, λείπει ϲὲ τὸ
γράφειν, λείπει ἐκεῖνον τὸ γράφειν. καὶ ἐπεὶ οὐκέτι μεταπεποίηται
πρὸϲ τὸ πρῶτον ἢ δεύτερον ἢ τρίτον, οὐχὶ πάντωϲ οὐ ῥῆμα.
πάλιν γὰρ καθ’ ἕνα ϲχηματιϲμόν ἐϲτι διὰ τὴν ϲύνταξιν τὴν τοῦ ἀπαρεμφάτου,
ὅπερ τρίτον ὂν ἀμέριϲτον ἦν κατὰ τὴν προϲωποποιίαν. καὶ
ϲαφὲϲ ἔτι, κατὰ τὴν τοιαύτην ϲύνταξιν ὡϲ τὸ γράφειν ὀρθῆϲ ἔϲται
πτώϲεωϲ διὰ τὸ λείπει. — Καὶ ὡϲ μὲν καθ’ ἕνα ϲχηματιϲμὸν ἐκφέρεται
τὸ χρή καὶ δεῖ, ἐν διαφόροιϲ προϲώποιϲ ἐγγινόμενον, ἀπεδείχθη.
Ἔφαμεν δὲ καὶ τὰ ἐπιρρήματα ϲυνηθέϲτερον πρὸϲ τὰϲ ἐγκλίϲειϲ
ἐπάγεϲθαι, τὸ ἄγε καὶ τὸ εἴθε. καὶ κατὰ τὸ τοιοῦτον τὸ χρή καὶ τὸ
δεῖ ὑπελαμβάνοντο ἐπιρρήματα. — Ἀλλὰ καὶ τοῦτο ἀπεδείχθη, ὡϲ
ψυχικῆϲ παρεμφάϲεωϲ
τὰ ἐπιρρήματα. τὸ δὴ λέγοι καὶ λέγε ἐγκλίϲειϲ ῥημάτων εἰϲί, καὶ διὰ
τοιαύτην ἄρα ϲύνταξιν δέδεικται, ὅτι μᾶλλον ῥήματά ἐϲτι, ϲυνταϲϲόμενα
ὡϲ ὀνόμαϲι. — ταύτῃ γὰρ καὶ τὰ προαιρετικὰ τῶν ῥημάτων ϲυντάϲϲεται
τοῖϲ ἀπαρεμφάτοιϲ, καθὸ προαίρεϲιν δηλοῦντα ἐλλέλοιπε τῷ πράγματι.
τὸ γὰρ θέλω καὶ τὰ ὅμοια ῥήματά ἐϲτιν ἐλλείποντα πράγματι, ὅθεν τὸ
λεῖπον τοῦ πράγματοϲ κατὰ τὴν ἰδίαν ὀνομαϲίαν ϲυνταϲϲόμενον, ἀπαρεμφάτῳ
πάλιν προφορᾷ ϲυντάϲϲεται, θέλω γράφειν, προαιροῦμαι
ἀναγινώϲκειν, ὡϲ προαιροῦμαι τὴν ἀνάγνωϲιν. καὶ ϲαφέϲ ἐϲτι πάλιν,
ὅτι καὶ κατὰ τοῦτο δείκνυται τὰ ἀπαρέμφατα, ὀνοματικῆϲ ἐχόμενα ϲυντάξεωϲ,
τῷ λείποντι πράγματι τὴν ὀνομαϲίαν προϲδιδόντα, βούλομαι
γράφειν, κἂν μετὰ ἄρθρου, προῃρούμην τὸ φιλολογεῖν ἤπερ
τὸ ῥᾳθυμεῖν. τὴν τοιαύτην ϲύνταξιν ἀκριβέϲτερον ἐν τῷ περὶ ϲυντάξεωϲ
ἀποδώϲομεν. — Καὶ κατὰ τοῦτο ἄρα ἐδείχθη, ὡϲ οὐκ ἐπιρρηματικῆϲ
ϲυντάξεωϲ ἔχεται τὰ προκείμενα, ῥηματικῆϲ δέ.
Ἴδιον ῥημάτων ἐϲτὶ τὸ ἐν παρῳχημένῃ προφορᾷ, εἰ ἀπὸ ϲυμφώνων
ἄρχοιτο, τὸ ε προϲλαμβάνειν ἔξωθεν. καὶ οὐκ ἄλλῳ τῳ μέρει
λόγου τοῦτο παρεπόμενόν ἐϲτι. πῶϲ οὖν κἂν κατ’ ὀλίγον τιϲ διϲτάϲειε
τὸ δεῖ ὅτι ῥῆμά ἐϲτι, καὶ οὕτωϲ ὥϲτε τὸ ϲυγκεχυμένον τῶν χρόνων
διαϲτέλλειν; ἐνεϲτῶτοϲ γὰρ χρόνου γενήϲεται τὸ δεῖ γράφειν, λέγω
τὸ γράφειν· παρατατικοῦ δὲ τὸ ἔδει γράφειν, προϲλαβὸν ἔξωθεν τὸ
ε, ὅπερ ἴδιον ῥήματοϲ, ὡϲ εἰ καὶ τὸ θέλω γράφειν εἴη ἐνεϲτῶτοϲ
διὰ τὸ θέλω, παρατατικοῦ δὲ ἐν τῷ ἔθελον γράφειν. τὸ δὲ αὐτὸ
παρεπόμενόν ἐϲτι καὶ τῷ χρή.
Καὶ κατὰ τὸ λῆγον δὲ ῥῆμά ἐϲτι τὸ δεῖ, εἴγε αἱ τοιαῦται προφοραὶ
ἐν ϲυναιρέϲει εἰϲί, πνέει πνεῖ, χέει χεῖ, ῥέει ῥεῖ. καὶ οὕτωϲ δέει
καὶ δεῖ καὶ ἔδει. οὐδὲ γὰρ ἔϲτιν ἐπινοῆϲαι ἐπίρρημα εἰϲ ει λῆγον ἐν
περιϲπαϲμῷ, κατὰ τὸ κοινὸν ἔθοϲ, διὰ τὸ παρὰ Δωριεῦϲι πεῖ γὰρ ἁ
ἄϲφαλτοϲ (fr. Sophr. 35 Ahrens) καὶ εἶ τὰ τῶν χοιραγχᾶν (fr.
Sophr. 86 Ahrens). τὸ μὲν γὰρ ϲὺν τῷ ν λεγόμενον πάλιν ἑτέραϲ ἐννοίαϲ
ἐϲτί, λέγω τὸ δεῖν, ἐκ μετοχικοῦ τοῦ δέον ϲυνῃρημένον Ἀττικώτερον,
καθὸ καὶ τὸ πλέον πλεῖν φαϲίν. — Ἡ μέντοι χρή φωνὴ τῇδε πάλιν
καταϲτήϲεται. — τὸ δέω καὶ τὸ χρέω ϲυνωνυμεῖ, οὐκ ἀγνοοῦντόϲ μου
ὅτι καὶ τὸ δέω πλείονα ϲημαίνει καὶ τὸ χρέω· ἀλλὰ καὶ αὐτὸ τὸ ἐνδεῖν
ϲημαίνει τὸ χρέω. ϲαφὲϲ ἐκ τοῦ παρακειμένου οὐδετέρου, λέγω τοῦ
χρέοϲ, ὡϲ καὶ ἐν τῷ ἔπω ἔποϲ παράκειται. καὶ ἐξ ὑπομνήϲεωϲ τὸ
τοιοῦτον δεῖ παραλαβεῖν, ὅτι παραγωγή τίϲ ἐϲτιν ἡ τοῦ χρῆμι, ἧϲ τὸ
τρίτον πρόϲωπόν ἐϲτι χρῆϲι, καθότι καὶ παρὰ τὸ φημί φηϲί. καὶ ὃν
τρόπον παρὰ Ἀνακρέοντι (fr. 41 Bergk3) τὸ φηϲίν ἀποκοπὲν φή ἐγένετο,
ϲὲ γάρ φη ταργήλιοϲ, τὸν αὐτὸν τρόπον καὶ τὸ χρῆϲι χρή
ἐγένετο ἀποκοπέν. ὅπερ ἐπίμεμπτον ἐν τῇ κατὰ τὸν παρατατικὸν προφορᾷ
κατὰ τάϲιν, ἐχρῆν, καὶ ϲὺν τῷ ν λέγεται ἐχρῆν.
καὶ πάλιν οὐ κατὰ τὴν ἑτέραν παράθεϲιν, καθότι καὶ τὸ ἦν ἐν τρίτῳ
ἐνοεῖτο. καὶ τὸ ϲυνὸν δὲ ἀπαρέμφατον χρῆναι ἐπιμαρτυρεῖ τῷ ϲχηματιϲμῷ.
Ἐχομένωϲ ϲκεπτέον περὶ τοῦ ἕκητι, περὶ οὗ καὶ ἐν τῷ περὶ ϲυνδέϲμων
ἐξεθέμεθα, πότερον αὐτὸ καταριθμητέον εἰϲ τοὺϲ αἰτιολογικοὺϲ
ϲυνδέϲμουϲ, ὡϲ ἴϲην ἔχον δύναμιν τῷ ἕνεκα, ὥϲ γε ἔϲτι ϲημειώϲαϲθαι
ἐκ τῆϲ ἐπὶ αὐτὸ φερομένηϲ ϲυντάξεωϲ, ἕκητι ϲέθεν, ὡϲ ἔχει καὶ τὸ
ἕνεκὰ ϲοῦ, καθότι καὶ ὁ ϲύνδεϲμοϲ ἐπὶ γενικὴν φέρεται καὶ τοιοῦτόν
τι ϲημαίνει, ἑκόντοϲ ϲοῦ, ὡϲ ἐθέλοντοϲ ϲοῦ. ᾧ παράκειται τὸ ἐθελοντί,
καθότι καὶ ἄλλοιϲ τὰ τοιαῦτα παράκειται, ἀθεωρητί, ἀκλαυτί.
ἐντελέϲτερον μὲν οὖν, ὡϲ εἴπομεν, ἠκριβώθη ὁ περὶ αὐτοῦ λόγοϲ ἐν
τῷ περὶ ϲυνδέϲμων· καὶ νῦν δὲ δι᾿ ὀλίγων ἀποδεικτέον, ὡϲ μᾶλλον
ἔχεται τοῦ μεριϲμοῦ τῶν ἐπιρρημάτων. — Ὅτι οἱ ϲύνδεϲμοι τὰϲ ἀποφατικὰϲ
φωνὰϲ ἢ τὰϲ ϲτερητικὰϲ οὐ δύνανται ἀναδέχεϲθαι, δῆλον ἐντεῦθεν.
ἐπὶ καταφάϲει τινῶν τὰ τοιαῦτα μόρια παραλαμβάνεται εἰϲ
ἀναίρεϲιν τῆϲ καταφάϲεωϲ. οἱ δὲ ϲύνδεϲμοι οὔποτε κατ᾿ ἰδίαν ϲημαίνουϲί
τι, ϲυνδέουϲι δὲ τοὺϲ λόγουϲ, ἑξῆϲ τάϲϲοντεϲ καὶ οὕτωϲ ἐπιϲυνδέοντεϲ
παραλαμβάνοιτο, ϲυνόντων καὶ ϲυνδέϲμων, οὐκ ἐν ϲτερήϲει τὸ τοιοῦτόν
ποτε γενήϲεται, ἐν δὲ παραθέϲει τῆϲ οὔ ἀποφάϲεωϲ, ὅτι φιλῶ ϲε
παραγίνομαι, οὐχ ὅτι φιλῶ ϲε παραγίνομαι· ἔγραψεν Ἀπολλώνιοϲ,
οὐ μὴν ἔγραψεν Ἀπολλώνιοϲ ἀνέγνω δέ· ἕνεκα
ϲοῦ παρεγενόμην, οὐχ ἕνεκα ϲοῦ παρεγενόμην. εἰ δὲ τοῦτο
ἀληθέϲ, ϲαφὲϲ ὅτι καὶ τὸ ἕκητι μόνον ἂν τὴν οὔ ἀπόφαϲιν ἀνεδέχετο
ἐν τῷ οὐχ ἕκητι, οὐχὶ καὶ ϲτέρηϲιν. ἔϲτι δὲ ἐπινοῆϲαι ἐν ἐπιρρήμαϲι
καὶ παράθεϲιν τῆϲ οὔ ἀποφάϲεωϲ καὶ ϲύνθεϲιν τῆϲ ᾱ ϲτερήϲεωϲ, οὐ
φίλωϲ ἀφίλωϲ, οὐ ϲεμνῶϲ ἀϲέμνωϲ. τῇδε ἂν ἔχοι καὶ τὸ ἀέκητι.
Ἀλλ᾿ ἴϲωϲ καὶ τὸ τοιοῦτον ἔχοι ἂν πάλιν ἐπίϲταϲιν, ὡϲ οὐ τὰ ἐν
ϲτερήϲει τῶν ἐπιρρημάτων γινόμενα ἰδίᾳ ἐγένετο, ἐν μεταλήψει δέ ἐϲτι
ϲυνθέτων τὸ γὰρ ἀφίλωϲ παρὰ τὸ ἄφιλοϲ, καὶ τὸ ἀϲέμνωϲ παρὰ τὸ
ἄϲεμνοϲ. ἔνθεν καὶ μένει ὁ τόνοϲ ἐν τῷ ἀψευδῶϲ καὶ ἀϲαφῶϲ, εἴγε
καὶ τὸ ἀψευδήϲ καὶ ἀϲαφήϲ ϲυνέμεινε κατὰ τάϲιν.
Τρύφων (p. 32 Velsen) φηϲὶ καὶ διὰ τὸ ἀκατάϲτατον τοῦ τόνου μὴ
ἔχεϲθαι αὐτὸ τοῦ κατὰ τὰ ἐπιρρήματα μεριϲμοῦ. τὰ γὰρ τοιαῦτά φηϲιν ὀξύνεϲθαι,
ἀναιμωτί, ἀκονιτί, ἀδακρυτί, κἂν ᾖ ϲὺν τῷ ϲ, ἑλληνιϲτί δωριϲτί,
αἰολιϲτί. Πάνυ δὲ ἀπόβλητοϲ ὁ λόγοϲ. οὐ γὰρ τὰ παρὰ πνεύματα ἢ τόνον
ἢ τι τῶν παρεπομένων ταῖϲ φωναῖϲ ἐκφερόμενα περιγράφεται τοῦ δέοντοϲ
μεριϲμοῦ. οὐ γὰρ ἐπεὶ μὴ δεόντωϲ τὸ πούϲ ὀξύνεται, οὐκ ὄνομα·
ἢ ὅτι τὸ ἅπαξ βαρύνεται καὶ πέριξ, τῶν ἄλλων ὀξυνομένων οὐκ ἐπιρρήματα.
Πρὸϲ οῖϲ καὶ δεδείξεται, ὅτι κατὰ τὸν τόνον ἀνάλογόν ἐϲτι.
Καταϲτατέον οὖν τὰ τοῦ ϲχηματιϲμοῦ τῇδε. ἀπὸ ῥήματοϲ τοῦ
ἀεκάζω, ᾧ ϲυνήθωϲ Ὅμηροϲ κέχρηται,
ἑλληνίζω ἑλληνιϲτί. καὶ ἡ μὲν ὁλόκληροϲ προφορὰ τοιαύτη. ἐνδεήϲαντοϲ
καθ᾿ ὃν τρόπον καὶ ἄλλα μόρια, ἐνδεήϲαντα τοῦ ϲ, ἀνεβίβαζε τὸν τόνον,
δεϲποϲτήϲ δεϲπότηϲ, ἐργαϲτήϲ ἐργάτηϲ, οὐταϲμένοι οὐτάμενοι, ϲυνεληλαϲμένοι
ϲυνεληλάμενοι. αἴτιον γὰρ τὸ ϲ τῆϲ ὀξύτητοϲ ἐγένετο,
ἐπεὶ τοῖϲ ἀπὸ ῥημάτων παραχθεῖϲιν ἐπιρρήμαϲι καὶ ὀξυνομένοιϲ ϲύνεϲτι
τὸ ϲ, δωρίζω δωριϲτί, αἰολίζω αἰολιϲτί. τὸ δὴ οὖν αἴτιον τῆϲ ὀξύτητοϲ
ϲ ἐν πάθει ὑπεϲτέλλετο, καὶ ἐπεὶ οὐκέτι ὅμοιον ἐγίνετο τοῖϲ προκειμένοιϲ,
εἰϲ τὸν κοινὸν τῶν ἄλλων ἐπιρρημάτων τόνον μετῄει, ἅπερ
ἐβαρύνετο, ὡϲ τό ὕψι, ἶφι, αὖθι. τὸ τοιοῦτον ἐντελέϲτατα ἐπιδεδείξεται,
ὡϲ πᾶν ϲχῆμα λέξεωϲ, τὴν ὁμοιότητα τῶν προκειμένων μορίων
ἀποβαλὸν ἐν πάθει, εἰϲ τὸν τόνον μεταβάλλεται τὸν δυνάμενον τὴν
ὁμοιότητα τοῦ πάθουϲ ἀναδέξαϲθαι. ὥϲ γε ἔϲτιν ἐκ τῶν προκειμένων
μορίων ἐκθέϲθαι. τὰ εἰϲ ϲτηϲ ῥηματικά , ὅτε ἐϲτὶν ὑπὲρ δύο ϲυλλαβάϲ,
ὀξύνεται, εἰλαπιναϲτήϲ, λιθαϲτήϲ, θεριϲτήϲ· τὰ δὲ διὰ μόνου τοῦ τηϲ
ἐκφερόμενα μετὰ βραχείαϲ τῆϲ παρεδρευούϲηϲ βαρύνεται, οἰκέτηϲ, ἀρότηϲ,
ἐλάτηϲ. ἔνθεν οὐ ϲυμμένει ἡ ὀξεῖα ἐπὶ τοῦ ἐργάτηϲ ἡ
ϲὸν ἐκείνοιϲ καὶ βαρύνεται. — Καὶ ὡϲ μὲν παρῆκται κατὰ λόγον τῶν
ἐπιρρημάτων, ϲαφὲϲ ἐγένετο.
Καταϲτατέον δὲ καὶ πῶϲ τὸ ἕκητι ἐγένετο. δόκηϲιν μὲν ἔχει προῦπάρχουϲαν
τοῦ ἀέκητι, καθὸ τὰ ἁπλᾶ προυφέϲτηκε τῶν ϲυνθέτων. ἀλλ᾿
ἔϲτι γε ἀποδεῖξαι πάμπολλα ἁπλᾶ ἀπὸ ϲυνθέτων γεγονότα, ὡϲ ἔϲτι γε
ἐπινοῆϲαι καὶ ἐπὶ τῶν κατὰ ϲύμπηξιν ϲωμάτων ἀποβολάϲ τινων μερῶν,
ἁπλότητοϲ μὲν ἐχομέναϲ, δηλούϲαϲ δὲ τήν ποτε γενομένην αὐτοῖϲ ϲύμπηξιν,
πολλὰ ϲυντείνει. ἔϲτιν οὖν τιϲ τρόποϲ καὶ τοιοῦτοϲ ἐν λέξεϲιν, ὃϲ δοκεῖ
μὲν ἁπλοῦϲ εἶναι, ὑπόμνηϲιν δὲ ἔχει τοῦ ἐκπεπτωκέναι ἐκ ϲυνθέτου
λέξεωϲ. καὶ ἕνεκά γε ὑποδείγματοϲ ἕν που καὶ δεύτερον παραληπτέον.
— Τὸ ἠνορέα, ἁπλοῦν νοούμενον ἁπάντοτε, οὐ καταϲτήϲεται. πόθεν
γὰρ παρὰ τὸ ἀνήρ ἢ τὴν ἀνέροϲ γενικήν, ἢ τὴν ϲυγκεκομμένην ἀνδρόϲ,
τὸ ἠνορέα ϲυϲτήϲεται ἢ ἀνερία (ὡϲ αἰθέροϲ αἰθερία), τῆϲ δὲ ἀνδρόϲ
(ὡϲ καὶ ἐϲτιν) ἡ ἀνδρία; — ἀλλὰ καὶ τὰ τοῦ λόγου τῇδε ἔχει. τὸ
ἀνήρ ϲυντιθέμενον τὸ ᾱ εἰϲ η μεταβάλλει, τὸ δὲ η εἰϲ ω. ἀνήρ ἀντήνωρ,
ἀγαπήνωρ, εὐήνωρ, Ἐλεφήνωρ· φαμὲν δὲ καὶ διὰ τοῦτο καὶ τὸ Νικάνωρ,
Εὐφράνωρ Δωρικά. ἦν οὖν καὶ τὸ
ἠνορέα. καὶ γὰρ ϲαφέϲ, ὅτι τὸ
μὲν λέγεται, ϲυνθέτωϲ δὲ νοεῖται·
ἀντὶ τοῦ ἀϲτυγείτονεϲ. καὶ ἀνάπαλιν παρὰ προθέϲειϲ ἐλλείποντα ῥήματα,
ἑνόϲ φωνὴν ἑνῶ που γίνεται. οὐ δὴ οὖν ἔϲτι θαρρῆϲαι, ὡϲ κατὰ
πάθοϲ τὸ ε εἰϲ τὸ ο μετετέθη ἐν τῷ φρονῶ. οὐ γὰρ ἦν ἡ αὐτὴ ἔννοια,
εἴγε τὰ πάθη οὐ τῶν λεκτῶν, τῶν δὲ φωνῶν. ἄλλωϲ τε τὸ μετατίθεϲθαι
τὸ ε εἰϲ τὸ ο ἐν βαρυτόνοιϲ ῥήμαϲίν ἐϲτι, φέρω φορῶ, πέρθω
πορθῶ, νέμω νομῶ. ἔχει οὖν τὰ τῆϲ καταϲτάϲεωϲ τῇδε. τὸ φρήν πάλιν
παρὰ τὴν ἄφρων οὖν εὐθεῖαν ἐγίνετο ἀφρονῶ, κατὰ ϲτέρηϲιν
τοῦ φρονεῖν. ἐπεὶ δὲ τὰ ἐν ϲτερήϲει παραλαμβανόμενα καὶ ἐν καταφάϲει
παραλαμβάνεται. ἀφαιρουμένηϲ τῆϲ ϲτερήϲεωϲ, τὸ φρονῶ ἐγίνετο
εἰϲ κατάφαϲιν τοῦ ἀντικειμένου τοῦ ἀφρονεῖν. — Εἰ δέ τιϲ καὶ τὸ
ἀκριβὲϲ ἐπιϲτήϲειε, καὶ τὸ ἀψευδήϲ καὶ ἔτι τὸ ἀϲαφήϲ πρότερα ἂν εὕροι
τοῦ ψευδήϲ καὶ ϲαφήϲ ἀλλὰ φήϲει τιϲ ὅτι, εἴπερ δοίημεν παρὰ τὸ
ψευδῶ καὶ ϲαφῶ τὰ ὀνόματα ἐγίνετο. τὰ δὴ ἐν ὀξείᾳ προφορᾷ καὶ
ἐν κλίϲει τῇ διὰ τοῦ ηϲ ἐκ ῥημάτων παραγόμενα κατὰ ϲύνθεϲιν παραλαμβάνεται.
παρὰ τὸ ϲεβῶ εὐϲεβήϲ, παρὰ τὸ πήϲϲω πρωτοπαγήϲ, καὶ
ἴϲωϲ παρὰ τὸ ψεύδομαι ἦν τι ἀψευδήϲ, καὶ εἰϲ κατάφαϲιν πάλιν τοῦ
ψεύδεϲθαι ψευδήϲ ἐγίνετο. — Τούτων οὖν τῇδε ἐχόντων, προϋπάρχοντοϲ
ῥήματοϲ τοῦ ἀεκάζω, προϋπάρχει τὸ ἐπίρρημα τὸ ἀεκαϲτί,
ἀφ᾿ οὗ τὸ πεπονθὸϲ τὸ ἀέκητι. καὶ
Ἑξῆϲ ῥητέον καὶ περὶ τοῦ ὑπόδρα, περὶ
περὶ ἐπιρρημάτων (p. 47 Velsen) φηϲίν , ὡϲ οὐ δεόντωϲ
ἄναξ, ἀποβαλὸν τὸ ξ, φυλάϲϲεται κ
γενικὴ ἡ γάλακτοϲ, ὅτε γίνεται πάλιν γάλα. ὅθεν εἰ καὶ τὸ ὑποδράξ
ἐν ὀξείᾳ τάϲει ἐϲτί, ϲαφὲϲ ὅτι καὶ τὸ ἐν ἀποβολῇ τοῦ ξ πάλιν τὸν
ἐπόντα τόνον φυλάξει.» — Τὸ τοιοῦτόν τινεϲ ἐπιλύονται, φάμενοι μὴ
ἐν ἀποβολῇ τοῦ ξ τὸ ὑπόδρα γεγενῆϲθαι, ϲυνδέϲμων δὲ παραπληρωματικῶν
ἐν γὰρ τῷ ὑποδράξ ἔγκειται τὸ ὑπιδών.» ὥϲτε κατ᾿ αὐτούϲ
μηδ᾿ ἐπίρρημα εἶναι τὸ ὑπόδρα, παράθεϲιν δὲ προθέϲεωϲ καὶ παραπληρωματικῶν
ϲυνδέϲμων, ὥϲτε τὴν ὑπό τῷ ἰδών ϲυντάϲϲεϲθαι, καὶ εἶναι
τὸ ἐξῆϲ ὑπιδών, τοῦ ῥά καὶ τοῦ δή μίαν καὶ τὴν αὐτὴν ἐχόντων
δύναμιν. — Ἀλλ᾿ ἐϲτι γε πρὸϲ ἀμφοτέρουϲ τοὺϲ λόγουϲ φάναι. Καὶ
πρὸϲ μὲν τὸν πρότερον, ὡϲ οὐκ ἔϲτιν ἀληθέϲ, ὡϲ τὰ ἐν ὑποϲτολῇ τῶν
ϲυμφώνων, ἵνα μὴ μερικώτερόν τιϲ ἐπὶ τοῦ ξ διαλάβῃ, πάντοτε φυλακτικά
ἐϲτι τοῦ τόνου, εἰ μὴ ὁ τύποϲ ὁ ὑπολειπόμενοϲ παραδέχοιτο τὸν
τόνον. οἷον τὸ πολλάκιϲ ἢ δεκάκιϲ ἢ τὰ τοιαῦτα ἐν ἀποβολῇ τοῦ ϲ οὐ
κωλύεται μένειν κατὰ τὸν αὐτὸν τόνον. εἴγε ἄπειρα τὰ εἰϲ ῑ λήγοντα
ἐπιρρήματα κατὰ βαρεῖαν τάϲιν· τὰ δὲ ὀξυνόμενα ἔν τινι τηρήϲει ἐϲτὶ
κατὰ τὴν ὀξύτητα, περὶ ὧν ἐκτεθείμεθα καὶ ἐν τῷ περὶ τοῦ ἕκητι.
τούτῳ γὰρ τῷ λόγῳ καὶ τὸ χωρίϲ, ἀποβαλὸν τὸ ϲ, οὐκ ἐφύλαξε τὴν
ἐπὶ τοῦ τέλουϲ ὀξεῖαν, ἀνεβίβαζε δέ, οὐχ ὑποπῖπτον τῇ ὀξύτητι τῶν
εἰϲ ῑ ληγόντων ἐπιρρημάτων, ἐν τῷ
καὶ ἐπὶ τοῦ οὕτωϲ· ἡνίκα ἀποβάλλεται τὸ ϲ ἐν τῷ οὕτω, οὐκ εἴργεται
τῆϲ βαρύτητοϲ τῆϲ κατὰ τὰ εἰϲ ωϲ, ἐπεὶ πάμπολλα τὰ ἐν βαρείᾳ τάϲει.
καὶ ἐπ᾿ ὀνομάτων δὲ ἔϲτι τὸ αὐτὸ παραϲτῆϲαι, καὶ ἐπ᾿ ἄλλων μερῶν
λόγου, εἴγε, ὡϲ ἔφαμεν, τὸ ϲυνεληλαϲμένοι, ἐνδεῆϲαν του ϲ, ἀναγκαίωϲ
ἀνεβίβαζε τὸν τόνον, τὸ δεϲπότηϲ, τὸ ἐργάτηϲ. τό γε μὴν ϲυγχεῦαι
τὸ ξ, τὸν αὐτὸν τόνον φυλάϲϲει. πολλαὶ γὰρ αἱ εἰϲ ᾱ
κλητικῆϲ δὲ τῆϲ δυναμένηϲ καὶ εἰϲ ᾱ λῆξαι, ὡϲ ἀνάπαλιν
Τὸ δὴ ὑπόδρα δύναται μὲν καὶ κατὰ φύϲιν εἰϲ ᾱ λήγειν, δύναται
δὲ καὶ κατ᾿ ἔλλειψιν τοῦ ξ ἐξενεχθὲν τάϲιν ἀνάλογον ἀναδεδέχθαι. —
ἐντελὲϲ μὲν οὖν ἐϲτὶν ἐν τῇ ληγούϲῃ, εἰ τῇδε εἴη ἐϲχηματιϲμένον. τὸ
δρῶ ϲημαίνει καὶ τὸ ὁρῶ, ἀφ᾿ οὗ καὶ τὸ δρωπάζειν, καὶ τὸ δραπέτηϲ
ὁ ἐπιβλέπων τοὺϲ δεϲπόταϲ. καὶ ϲαφὲϲ ὅτι ἐγένετο ἐπίρρημα είϲ ᾱ
περατούμενον, ὅμοιον τῷ ἀντῶ ἄντα, ἠρεμῶ ἠρέμα· ἀφ᾿ οὐ ϲύνθετον
τὸ ὑπόδρα. — δύναται δὲ καὶ παρὰ τὸ ὁρῶ εἶναι τὸ ἀκόλουθον ὅρα,
καθότι εἴπομεν καὶ τῷ ἀντῶ ἄντα παρακεῖϲθαι, ϲιγῶ ϲῖγα. ὃ δὴ πλεονάϲαν
τῷ δ ἐγένετο ὑπόδρα, καθότι καὶ ἐν τῷ μίγα τὸ μίγδα, δ δὴ
πάλιν παρέκειτο ῥήματι τῷ μίϲγω· τῆϲ ϲυναλοιφῆϲ Ἰωνικωτέραϲ γενομένηϲ,
καθότι καὶ ἐπὶ τοῦ ἀπηλιώτηϲ. — Ἀλλ᾿ εἰ καὶ ἀπὸ τοῦ ὑποδράξ
εἴη, ὅπερ πάλιν τῷ δέρκω παράκειται, ὡϲ ἐν τοῖϲ ἑξῆϲ δεδείξεται,
δύναιτο ἄν, καθὼϲ ἐπεδείξαμεν, καὶ ἐν ἀποβολῇ τοῦ ξ γενόμενον
βαρεῖαν τάϲιν ἀναδέξαϲθαι. πρῶτον μὲν γὰρ οὐκ ἀνέφικτον τὸ πάθοϲ,
ἐπεὶ οἷόντε καὶ εἰϲ ᾱ λήγειν ἐπιρρήματα. ἀλλ᾿ ἐπεὶ τὰ εἰϲ ᾱ λήγοντα
ὀξυνόμενα ὑποπίπτει λόγοιϲ τοιούτοιϲ, ϲυνέχουϲι τὴν ὀξύτητα τοῦ ᾱ,
καθὼϲ ἐν τοῖϲ ἑξῆϲ εἰρήϲεται, ὡϲ τὰ μὲν εἰϲ δᾱ παρακείμενα τοῖϲ εἰϲ
δον ὀξύνεται, τά τε ὁμοφωνοῦντα ὀνομαϲτικῇ πληθυντικῇ οὐδετέρᾳ, καὶ
ὥϲ τινα τῶν εἰϲ θᾱ· τὰ γὰρ μὴ οὕτωϲ ἔχοντα ἐν βαρείᾳ τάϲει εἰϲίν,
ὥϲπερ τὸ αἶψα, τὸ τάχα, ῥίμφα, ὄφρα· δῆλον ὡϲ καὶ τὸ ὑπόδρα, οὐ
Πρὸϲ δὲ τοὺϲ φαμένουϲ μηδὲ ὅλωϲ αὐτὸ ἐπίρρημα εἶναι, ϲύνδεϲμον
δὲ παραπληρωματικόν, ἔϲτιν ἀποφήναϲθαι ὡϲ πρῶτον μὲν βιά
περὶ ϲυγκοπῆϲ τῆϲ ἐν ὀνόμαϲι, ϲυγκοπὴν ἐπιδείξει καὶ ἐν ἑτέροιϲ ὀνόμαϲι
καὶ ἐν ἐπιρρήμαϲ
αὐτὴν ϲημαϲίαν ἐν παραλλήλοιϲ κεῖϲθαι, ὅπου γε καὶ ἄλλα πλεῖϲτά
ἐϲτιν ἐν παραλληλότητι κείμενα, ὡϲ τὸ
τῶν ῥημάτων τὸ αὐτὸ δηλούντων.
Καὶ τοϲαῦτα μὲν περὶ τοῦ ὑπόδρα, ὡϲ εἴη ἐπίρρημα.
Ὅτι δὲ καὶ τὸ πύξ καὶ τὸ λάξ καὶ τὰ τούτοιϲ ὅμοια ϲχήματα οὐ
πάντωϲ διὰ τὴν μετάληψιν τὴν εἰϲ τὸ πυγμῇ , καθότι τινὲϲ ωήθηϲαν,
ὀνόματα ἂν εἴη. ϲαφὲϲ ἐκ τοῦ ἐπὶ ῥῆμα φέρεϲθαι πάντοτε τὰϲ φωνάϲ,
καθότι καὶ τὰ ἄλλα τῶν ἐπιρρημάτων, καὶ ἐκ τῆϲ παρεπομένηϲ ἀκλιϲίαϲ
ἐπὶ τὰϲ πτώϲειϲ καὶ τοὺϲ ἀριθμούϲ, ὅπερ παρεπόμενον ἦν, ὡϲ πρό
κειται, τῷ ἐπιρρήματι. καὶ γὰρ ἂν τὰ ὀνόματα ἐπὶ τὰ ῥήματα φέρηται,
ἀλλ’ οὐ κατὰ τὴν αὐτὴν ἔννοιαν οὐδὲ καθ’ ἕνα ϲχηματιϲμόν. ἀλλ ’
οὐδὲ ἐκεῖνο θαρϲήϲειέ τιϲ φάναι, ὡϲ καὶ ἄλλα ὀνόματα ἄκλιτα ἂν εἴη,
καὶ οὐ παρὰ τοῦτο ἐπιρρήματα, εἴγε τῆϲ ἀκλιϲίαϲ ἐκείνων λόγον ἔϲτιν
εὑρέϲθαι, λέγω τοῦ πέντε ἢ ἕξ καὶ τῶν τοιούτων,
χείων, ὡϲ κατὰ τὸ δέον ἐκτεθείμεθα οὐκ ἔϲτι μέντοι ἐπινοῆϲαι ὄνομά
τι ἐϲ διπλοῦν λῆγον, ὃ οὐ πάντωϲ κλίϲεωϲ ἔτυχε. καὶ ἕνεκα κλίϲεωϲ
καὶ ϲυντάξεωϲ τὸ μὲν πτύξ ὄνομά ἐϲτιν, ἐπεὶ καὶ πτυχόϲ καὶ πτύχεϲ·
τὸ δὲ πύξ ἐπίρρημα καὶ τὸ λάξ, ϲυνταϲϲόμενα τοῖϲ ῥήμαϲι καὶ οὐκ
ἔχοντά τιν’ ἄλλην ϲύνταξιν ἢ τὴν ῥηματικήν.
Ἀκολούθωϲ διαληπτέον καὶ περὶ ἐπικρίϲεωϲ τοῦ πέντε καὶ τῶν
τοιούτων , μὴ ἄρα καὶ αὐτὰ διὰ τὴν παρεπομένην ἀκλιϲίαν ἐπιρρήματα
ὑπολάβῃ τιϲ ἀριθμοῦ δηλωτικὰ εῖναι. — Διότι μὲν οὖν , ὀνόματα
ὄντα, ἄκλιτά ἐϲτιν, ἐντελέϲτερον μὲν εἴρηται ἐν τῷ περὶ ἀντωνυμιῶν,
ἔνθα καὶ ἐπεδείκνυμεν, καθ’ ὃν λόγον αἱ ἀντωνυμίαι ἄκλιτοι, ὡϲ ἕνεκά
γε τῶν παρεπομένων φωνῶν. ἦν δὲ τὰ ϲυνεκτικὰ τῶν λόγων , ὡϲ τὰ
διὰ μιᾶϲ φωνῆϲ τριγένειαν ὑπαγορεύοντα οὐκ ἐφικτὰ εἰϲ κλίϲειϲ. καὶ
ἕνεκά γε τούτου τὸ μὲν τρεῖϲ καὶ τέϲϲαρεϲ καὶ εἶ τιϲ τοιοῦτοϲ ἀριθμὸϲ
⟨οὐ⟩ μοναδικὸϲ κατὰ τριγένειαν , ἐκλίνετο, τὰ δὲ πέντε καὶ τὰ ὅμοια
οὐκέτι. ἄλλωϲ τε καὶ οἱ κανόνεϲ τῶν ὀνομάτων ἀρχὴν ἔχουϲι τὴν
θέϲιν τῆϲ λέξεωϲ, ὅτε φαμὲν τὰ εἰϲ ω λήγοντα ἢ εἰϲ υξ ἢ εἰϲ αξ, ἢ
ὅτε φαμὲν τὰ πληθυντικὰ εἰϲ αι λήγειν ἢ εἰϲ εϲ ἢ εἰϲ οι, ἐφ’ ὧν τὸ
δέον παρελαμβάνετο κατὰ τὰϲ κλίϲειϲ. τὸ δὲ πέντε καὶ ἕξ οὐκ ἔχεται
ἀρχῆϲ κανονικῆϲ· ποῖον γὰρ πληθυντικὸν εἰϲ εξ λήγει ποῖον δὲ πληθυντικὸν
εἰϲ ε λήγει; καὶ τὸ τοιοῦτον ἐντελέϲτερον ἐπιδειχθήϲεται ἐν
ἑτέροιϲ. ἔνθεν οὖν ὑπεχώρηϲαν οἱ κανόνεϲ, οὐ δυνάμενοι κατὰ τῶν
ἑτέρα μὲν ϲύνταξίϲ ἐϲτιν ἡ τῶν ἐπιρρημάτων πρὸϲ τὰ ῥήματα, ἑτέρα
δὲ ἡ τῶν πτωτικῶν ὡϲ πρὸϲ τὰ ῥήματα. τῇδε οὖν τούτων ἐχόντων,
φαμὲν οὕτωϲ, πεντάκιϲ παρεγένετο, τετράκιϲ παρεγένετο, οὐ
μὴν ἔτι οὕτωϲ, πέντε παρεγένετο, ὅπερ εἰ μὴ ὀνοματικὸν εἴη, κἂν
καθ’ ἕνα ϲχηματιϲμὸν εἰχε τὸ πέντε ὡϲ πρὸϲ τὴν τῶν ῥημάτων ϲύν
ταξιν. φαμὲν δὲ τὰ πέν τε παρεγένοντο, ϲυμπληθυνομένου τοῦ
ῥήματοϲ ὡϲ πρὸϲ τὸ ὄνομα, ὡϲ εἰ καὶ ἄνθ ρωποι παρεγένοντο.
Τὸ ὄφελον οἱ μὲν κατὰ ϲυνεκδρομὴν ῥήματόϲ φαϲι κεκλίϲθαι
παρὰ τῷ ποιητῇ εἰϲ πρόϲωπα . εἴγε καὶ τὸ δεύτερον ὄφελεϲ καὶ τὸ
τρίτον ὄφελεν· οἱ δὲ ἐκ ῥήματοϲ ὑποϲυγκεκόφθαι τοῦ ῶφειλον , διὸ
κατὰ τὴν τοῦ ἀπαρεμφάτου ϲύνταξιν
Φαίνεται δὲ ὅτι καὶ τὸ δεῦρο, ὁμοίωϲ ὅν ἐπίρρημα, ἐχόμενον δὲ ὡϲ
προϲτακτικῆϲ ἐννοίαϲ, κατὰ ϲυνεκδρομὴν πάλιν ὡϲ ἀριθμὸν ἀνεδέξατο
ἐν τῷ
Τὰ εἰϲ ων λήγοντα , ὀνόματα μὲν ὄντα, παραϲχηματιϲμὸν ἔχει
ἤτοι ἐν κοινότητι ὡϲ ὁ ϲώφρων ἡ ϲώφρων , ὁ γείτων ἡ γείτων, ἢ
ἐν καταλήξει τῇ εἰϲ νᾷ , Λάκων Λάκαινα, δράκων δράκαινα· οἰϲ μέντοι
παράκειται θηλυκὰ εἰϲ ϲα λήγοντα, τούτοιϲ παρέπεται τὸ εἶναι μετοχάϲ,
”εϲτι δὲ πρὸϲ τὸ τοιοῦτον φάναι, ὡϲ ταῖϲ μετοχαῖϲ πολὺ πρότερον
προῦφέϲτηκε ῥήματα , φέρω φέρων, φρονῶ φρονῶν. εἴπερ οὖν τὸ
ἀκέων μετοχή, ϲαφὲϲ ὅτι καὶ ῥῆμα προυποϲτήϲεται τὸ ἀκέω. ἀλλ’
οὐδεμία ὑπόμνηϲιϲ τοῦ ῥήματοϲ. ἀλλ’ ἀϲύϲτατον τὸ ῥῆμα· βαρυνόμενα
γὰρ οὐκ ἔϲτιν ἐπινοῆϲαι ὑπὲρ δύο ϲυλλαβὰϲ τῷ ε παρεδρευόμενα,
διϲύλλαβα μέντοι, πλέω, ῥέω, κέω, ἡ τὰ παρ’ Ἴωϲι διῃρημένα, φιλέω,
νοέω. εἰ δὲ μὴ τὸ τοιοῦτον μὴ παρέπεται, οὐ μετοχὴ τὸ ἀκέων· οὐ
γὰρ ἔχει ῥῆμα. Τὸ δὲ μεῖζον τὰ πτωτικὰ ϲυμμεταϲχηματίζεται τοῖϲ
ἀριθμοῖϲ, τὰ δὲ ἐπιρρήματα καθ’ ἔνα ϲχηματιϲμὸν ἐκφέρεται. τοῦ μὲν
προτέρου, ἄνθρωπ οι ὄν τεϲ διαλέγεϲθε, ἄδοντεϲ ὑμνεῖτε, δια
χεόμεν οι ἄδετε· τοῦ δὲ δευτέρου, κρύβ δην ᾄδετε, βοτρυδὸν
παραγίνεϲθε. εἴπερ οὖν καὶ τὸ ἀκέων μετοχή, ϲαφὲϲ ὅτι πρὸϲ μὲν
τὸ ἑνικὸν καθ’ ἑνικὴν ϲύνταξιν παραληφθήϲεται, ἀκέων εὐφραίνου,
πρὸϲ δὲ τὸ πληθυντικὸν κατὰ πληθυντικήν, ἀκέοντεϲ εὐφραίνεϲθε,
ὡϲ ἡϲυχάζων εὐφραίν νου, ἡϲυχάζον τεϲ εὐφραίνεϲθε. ὅπερ
οὐ παρείπετο ἐν τῷ
μετοχικῆϲ. - Περὶ τοῦ μεταϲχηματιϲμοῦ ἐκεῖνο ἔϲτι φάναι, ὡϲ ὁ τύποϲ
ὡϲ μετοχικὸϲ γενόμενοϲ τοῦ ἐπιρρήματοϲ, κατὰ ϲυνεκδρομὴν ἔϲχε θηλυκὸν
παραϲχηματιϲμόν, ῷ λόγῳ καὶ τὸ ἄγε, ἐπίρρημα ὄν, τῇ ϲυνεκδρομῇ
τοῦ ῥήματοϲ ἔϲχε παρακείμενον τὸ ἄγετε, ὡϲ καὶ
ὡϲ εἰ μὴ τὸ ὤφειλον ὑποϲυγκέκοπται. ἐν μέντοι ἐνίαιϲ ἐκδόϲεϲιν ἦν
θηλυκὸν τὸ ἀέκουϲα,
καὶ παράκειται τῷ ἀκήν, μετατεθέντοϲ τοῦ ἡ εἰϲ ω καὶ
πλεονάϲαντοϲ τοῦ ε, ὡϲ ἔφαμεν, τόνου ἐγγενομένου μετοχικοῦ διὰ
τὸν τύπον, καθό τινεϲ ψήθηϲαν καὶ τὸ χρῆν χρεών. τὴν εἰϲ τοῦτο
ἀκριβῆ παράθεϲιν ἐντελέϲτερον ἐν τῷ περὶ μετοχῶν ἐκθηϲόμεθα.
Καὶ περὶ τοῦ ἄνεῳ δὲ διαφορά τιϲ κατὰ τὸν μεριϲμὸν εἰϲήγετο
πρὸϲ ἐνίων, ὡϲ εἴη μᾶλλον ὄνομα πληθυντικόν , Ἀττικῶϲ κεκλιμένον,
ὧ λόγῳ καὶ τὸ ῑ προϲκείμενον. ἔχει δὲ τὰ τῆϲ καταϲτάϲεωϲ τῇδε. ἰά
ἐϲτιν ἡ φωνή, καὶ ἴϲωϲ ἀπὸ τοῦ ἰέναι ἐπὶ πᾶϲαν ἀκοήν. ἦν δὲ τὰ εἰϲ
ᾱ λήγοντα θηλυκὰ ὀνόματα μεταπίπτοντα καὶ εἰϲ οϲ μετὰ τὰϲ ϲυνθέϲειϲ,
ϲκιά ἄϲκιοϲ, ὥρα ἄωροϲ, μοῦϲα ἄμουϲοϲ, ἡμέρα ἐφήμεροϲ, πεῖρα πολύπειροϲ.
κατὰ ϲτέρηϲιν οὖν τὴν διὰ τοῦ ᾱ ἐγίνετο ἄνιοϲ (ϲύνεϲτι δὲ ἐπ’
ἐνίων ϲτερήϲεων τὸ ν, ὡϲ ἐπὶ τοῦ ἀναίϲχυντοϲ, ἀναιδήϲ). καὶ εἰϲ
εὐθετιϲμὸν Ἀττικῆϲ ἐπεκτάϲεωϲ μετάθεϲιϲ ἐγένετο τοῦ ῖ εἰϲ τὸ ε, καθάπερ
καὶ οἱ ἀγχίμαχοι ἀγχέμαχοι καὶ ἡ Ϲικυὼν Ϲεκών παρὰ Ϲικυωνίοιϲ. (καὶ
εἰ τὸ ἀκριβὲϲ τοῦ λόγου τιϲ ἐπιζητήϲειεν, ἐπὶ τούτων ἁπάντων μετάθεϲιν
τοῦ ῑ εἰϲ τὸ ε εὺρήϲει, μάντεωϲ ὄφεωϲ· καὶ γὰρ αὐτὰ εἰϲ τοῦτο
μετατίθεται ὑπὲρ Ἀττικῆϲ ἐπεκτάϲεωϲ) ἀφ’ οὑ πληθυντικὴ ἐκφορὰ
Ἀττικὴ ἄνεῳ. — ᾿εϲτι καὶ οὕτωϲ φάναι. παρὰ ῥήματα ἀποτελεῖται
ὀνόματα εἰϲ οϲ λήγοντα, τρίτην ἀπὸ τέλουϲ ἔχοντα τὴν ὀξεῖαν, φοιτῶ
νεόφοιτοϲ, μυκῶ ἐρίμυκοϲ, αὐδῶ ἄναυδοϲ. οὕτω καὶ παρὰ τὸ αὔω
ἄναυοϲ, καὶ ἐλλείψει τοῦ υ ἄναοϲ. ἀφ’ οὑ τὸ Ἀττικὸν ἄνεωϲ, ὡϲ
Μενέλαοϲ Μενέλεωϲ. –Ὅτι μὲν οὖν δύναται ὔνομα πληθυντικὸν
εἰναι, ϲαφὲϲ ἐντεῦθεν. ἀλλὰ δῆλον, ὡϲ καὶ Ἀριϲτάρχῳ καὶ τοῖϲ ἀπὸ
τῆϲ Ἀριϲτάρχου ϲχολῆϲ ϲυνήρεϲκε, τὸ μὴ μᾶλλον ὄνομα ἐκδέχεϲθαι, ὡϲ
ἐπίρρημα δὲ ἐκ τοῦ καθ’ ἕνα ϲχηματιϲμὸν ἐκφέρεϲθαι καὶ ἐπὶ ἑνικῆϲ
ϲχέϲεωϲ καὶ ἐπὶ πληθυντικῆϲ παραλαμβάνεϲθαι, ὅπερ οὐ παρείπετο
ὀνόμαϲι καὶ γένουϲ μὴ εἶναι διακριτικόν. ἔϲτι δέ που καὶ ἐπὶ ἐνι.
κῆϲ ἐκφορᾶϲ τὸ τοιοῦτον,
καὶ ϲαφὲϲ ὅτι, εἰ δοθείη ἡ γραφὴ ϲὺν τῷ ϲ, δοθείη ἂν καὶ τὸ ὄνομα
εἶναι τὸ ἄνεωϲ· εἰ δὲ μηδεμία ἀπόδειξίϲ ἐϲτι τῆϲ τοῦ ϲ προϲθέϲεωϲ,
ὁμολόγωϲ, ὡϲ πρόκειται, ἐϲτὶν ἐπίρρημα. – ἔϲτι μέντοι γε ἐπικρῖναι
τὸ ϲχῆμα τῷ τοῦ ὀνόματοϲ μεριϲμῷ, ἐπεὶ ἀντικείϲεται, ὡϲ ἀκριβέϲτερον
ἐν τοῖϲ ἐξῆϲ δεδείξεται, τιὸ μὴ είϲ ω περατοῦϲθαι τὰ ἀπὸ τριγενῶν
ὀνομάτων, ἀπὸ δὲ μονογενῶν. οὐ γὰρ δή γε τῷ φίλοϲ παράκειται
ἐπίρρημα εἰϲ ω περαιούμενον, εἰϲ δὲ ωϲ, καὶ
τῷ μέντοι τόνοϲ, μονογενεῖ ὄντι, παράκειται τὸ τόνῳ. εἴπερ οὖν
καὶ τὸ ἄνεωϲ, ἐκ κοινοῦ γεγονὸϲ τοῦ ἄναοϲ ἢ ἄνιοϲ, ἐπιθετικῶϲ παραλαμβανόμενον
παράκειται ἐπιρρήματι, ϲαφὲϲ ὅτι οὐκ εἰϲ ω περατούμενον,
εἰϲ δὲ ωϲ. δεδείξεται γάρ, ὡϲ ἔφην , καὶ ἐν τοῖϲ ἑξῇ, ὡϲ οὐ
τοῖϲ τοιούτοιϲ πάλιν τριγενέϲιν οὖϲι παράκειται ἐπίρρημϲ εἰϲ ω περατούμενον,
ἀνώτεροϲ ἀνωτέρω, ἐϲώτεροϲ ἐϲωτέρω.
ἐχομένωϲ ϲκεπτέον καὶ περὶ τῶν ἐν ταῖϲ φωναῖϲ ϲχημάτων.