GetPassage urn:cts:greekLit:tlg0082.tlg002.1st1K-grc1:141-147 urn:cts:greekLit:tlg0082.tlg002.1st1K-grc1:141-147

Τὰ εἰϲ ω λήγοντα ἐπιρρήματα, ἡνίκα μὲν ἀπὸ προθέϲεωϲ παρῆκται, πάντωϲ ἐϲτὶ τοπικά, ὡϲ τὸ ἄνω καὶ τὰ ὅμοια· ἡνίκα δὲ ἀπ’ ὀνομάτων, τὴν τοῦ ὀνόματοϲ ϲχέϲιν παραλαμβάνει ἐπιρρηματικῶϲ νοουμένην. παρὰ τὸ τείνειν ὁ τόνοϲ εἴρηται, ἧϲ ἔχεται πάλιν ἐννοίαϲ τὸ τόνῳ· ἐπίταϲιν γὰρ ἐνεργήματοϲ ϲημαίνει. ὁμοίωϲ τὸ ἄνεωϲ ϲημαίνει τὸν ἄφωνον, λέγω ὀνοματικῶϲ, ἀφ’ οὐ πάλιν ἐπίρρημα πίπτει, τῆϲ αὐτῆϲ ἐννοίαϲ ἐχόμενον τὸ ἄνεῳ καὶ τὸ ἀναύδωϲ. καὶ δῆλον ὅτι τὸ κύκλῳ οὐ διὰ τῆϲ παραγωγῆϲ τὴν εἰϲ τόπον ϲχέϲιν ϲημαίνει, ἀλλὰ καθὸ καὶ τὸ κύκλοϲ κατηγορεῖ ϲχέϲεωϲ τοπικῆϲ. ὁμοίωϲ καὶ τὸ πόρρω, Ἀττικώτερον ἐκταθέν, παρακείμενον τῷ πόροϲ, πάλιν τοπικῆϲ ἐννοίαϲ οὔϲηϲ. τά γε μὴν ἀπὸ προθέϲεωϲ παραχθέντα πάντοτε τοπικὴν ϲχέϲιν ἐπαγγέλλεται, ἴϲωϲ ὅτι καὶ αὐταὶ αἱ προθέϲειϲ, μετὰ καὶ ἄλλων ϲημαινομένων, τοπικὰϲ ϲχέϲειϲ παρεμφαίνουϲιν, ἀναβαίνει, καταβαίνει, καὶ μάλιϲτά γε ἐπὶ τῆϲ τῶν ῥημάτων ϲυνθέϲεωϲ, ὅτε καὶ αὐτὰ τὴν ἐν τόπῳ κίνηϲιν ϲημαίνει· ἐπὶ γὰρ τῶν πτωτικῶν καὶ ἄλλα πάμπολλα ϲημαίνει, κατὰ Κτηϲιφῶντοϲ, διὰ Τρύφωνα, περὶ ἐμοῦ. ἔϲτι δὴ τὰ ὑπόλοιπα ταῦτα, ἀνά ἄνω, κατά κάτω, πρόϲ πρόϲω, ἔϲ ἔϲω, ἔξ ἔξω. καὶ ἕκαϲτον τῶν προκειμένων ϲημαίνει καὶ τὴν εἰϲ τόπον ϲχέϲιν καὶ τὴν ἐν τόπῳ, ἄνω ἔρχομαι, ἄνω μένε· ἄττα, πρόϲω φέρε τόξα (φ 369) καὶ ἐπὶ τῶν ἄλλων τὸ αὐτό. πῶϲ οὖν ἄλογον καὶ τὸ εἴϲω δόρπον ἐκόϲμει (η 13), κειμένου τοῦ εἴϲω ὁμοίωϲ τοῖϲ ἄλλοιϲ κατὰ τήνδε τὴν ϲχέϲιν, καὶ τὴν ἐν τόπῳ καὶ τὴν εἰϲ τόπον,

ARGVM. 7 Adverbia in ζε hoc unum, quo aliquid tendat. indicant. — 10 Adverbia in ω, quae a nominibus cadunt, eandem babent vim atque primitiva. 30 Non igitur notabile, etiam εἴϲω, et ubi aliquid sit et quo tendat, declarare;DISCR. SCRIPT. 8 απειθανωϲ Α | 9. ϲχεδο Α | κνίζων κνιδηϲ Α |14. ἐνεργή- ματοϲ bo, idem scriptum erat in Α, sed γ erasum est et ενερ deletum, ut supersit ρηματοϲ | ανεωιϲ Α | 15. post πίπτει distinxit RSchneider | ενονοιαϲ pro ἐννοίαϲ Α | 16. ἀναύδωϲ RSchneider. αναυδ Α, cui οι additum in rasura ab Α, ανουδοι L, αναυδ . . b | 17. κυκλωϲ pro κύκλοϲ Α | 18. εκτανθεν Α | 23. ρηματων Α , idem coniecerat RSkrzeczka, ἐπιρρημάτων b | 24. καὶ ἄλλα] fol. 181 v. | 32. τήνδε τὴν Ab, τὴν διϲϲὴν 0Schneider

δι’ εὐπετείαϲ τειχέων εἴϲω μολεῖν (Eur. Phoen. 262 Kirchhoff). Ἀλλά φαϲιν, ὡϲ ἐχρῆν φάναι ἔνδον. ὅπερ ἐκ τῶν ἐναντίων ἴϲωϲ ἄλογον, καθὸ πᾶν εἰϲ δον λῆγον ἐπίρρημα ποιότητόϲ ἐϲτι παρεμφατικόν, οὐ τόπου, βοτρυδόν, οἰακηδόν, ἀγεληδόν, δονακηδόν. πῶϲ οὖν οὐ γέλοιον τὸ μὲν ἔχον λόγον παραιτεῖϲθαι, τὸ δὲ ἄλογον καὶ κατὰ φωνήν, ὅτι μὴ ὀξύνεται, καὶ κατὰ τὸ δηλούμενον, ὅτι μὴ τὸ αὐτὸ τοῖϲ ἅπαϲι ϲημαίνει, ἀναλογώτερον εἰπεῖν; Ἔϲτιν ὑπὲρ τῆϲ χρήϲεωϲ ἐκεῖνα παραθέϲθαι, ὡϲ τὰ μὲν ἄλλα τῶν ἐπιρρημάτων, λέγω τὰ παρὰ τὰϲ προθέϲειϲ ἐϲχηματιϲμένα, οὐκ ἔχοντα ἕτερον τὸ παρακείμενον, δηλοῦν τὴν ἐν τόπῳ ϲχέϲιν, ἀνέμενε τὴν διϲϲὴν χρῆϲιν τῶν τοπικῶν· τὸ δὲ εἶϲω, ἔχον τὸ ἔνδον ἀντιπαρακείμενον, ἐδόκει ἀλόγωϲ τίθεϲθαι ϲημαῖνον τὴν τοῦ ἔνδον ϲχέϲιν. ὅπερ παντὶ μέρει λόγου παρακολουθεῖ τὸ διελἐγχεϲθαι εἰϲ ἀκαταλληλότητα, ὅταν ἑτέρα τιϲ χρῆϲιϲ ᾖ κατ’ ἰδίαν μόνον ϲημαϲίαν. τὸ γράφει οὐκ ἄν ποτε ἐπὶ πρώτου προϲώπου ἢ δευτέρου τεθείη, ἐπεὶ ἀπομεμέριϲται τὸ γράφω καὶ γράφειϲ εἰϲ τὰ πρόϲωπα· τὸ γράφειϲ δὲ οὕτε ἐπὶ πρώτου οὕτε ἐπὶ τρίτου, καθὸ ἀνεμερίϲθη τὰ τοιαῦτα. τά γε μὴν ἀπαρέμφατα, εἰϲ πρόϲωπα οὐ μεριϲθέντα οὐδ εἰϲ ἀριθμούϲ, οὐκέτι ἀκατάλληλα παρὰ τὴν τούτων ἀνωμαλίαν ἐϲτίν. ἔϲτιν εἰϲ τὸ τοιοῦτον πάμπολλα παραθέϲθαι. ἐξαιρέτωϲ οῦν ἀναμεριϲθὲν τὸ ἔνδον ἀναγκαίωϲ διελέγχει τὴν διϲϲὴν χρῆϲιν τοῦ εἴϲω. Ἀλλά φαμεν αὐτὸ ἠλογῆϲθαι, ὅπερ εἰχεν ὑπεξαίρεϲιν τοῦ μὴ ὅμοιον εἶναι τοῖϲ εἰϲ δον περατουμένοιϲ, πρῶτον ὅτι διϲύλλαβον, ἔπειτα μόνον ἀπὸ προθέϲεωϲ ἐϲχημάτιϲται, τῶν ἄλλων οὐ τῇδε ἐχόντων, ἀλλ’ ἐξ ὀνόματοϲ ἢ ῥήματοϲ παρηγμένων. πρόκειται δὲ ὅτι αἱ προθέϲειϲ, παραγόμεναι εἰϲ ἐπιρρηματικὴν προφοράν, τόπου ϲχέϲιν ἐπαγγέλλονται. εἰ οὖν μόνον ἀπὸ προθέϲεωϲ, μόνον καὶ τοπικὴν ϲχέϲιν ϲημαίνει, οὐκ ὀξυνόμενον, καθὸ τὸ πλέον πάλιν αἱ προθέϲειϲ ἐν βαρείᾳ τάϲει ἔχουϲι τὰ ἐπιρρήματα παραγόμενα.

Ὁμοίῳϲ δὲ καὶ τὰ διὰ τοῦ ϲε ἐκφερόμενα τὴν ἀίτην ϲχέϲιν τοῖϲ εἰϲ δε λήγουϲι ϲημαίνει, τὸν αὐτὸν τόνον ἀναδεχόμενα καὶ παράθεϲιν τὴν τῶν εἰϲ θεν , ἄλλοθεν ἄλλοϲε, πόθεν πόϲε, πάντοθεν πάντοϲε· οὐ τοῦτό μου ἀποφαινομένου, ὡϲ πάντωϲ τὰ εἰϲ θεν λήγοντα ἀντιπαράκειται τοῖϲ είϲ ϲε, ἀλλ’ ὡϲ τὰ εἰϲ ϲε τοῖϲ εἰϲ θεν παράκειται, ὧν καὶ τὴν ταυτότητα τῆϲ τάϲεωϲ ἀναδέχονται. οἶϲ πάλιν ϲύνεϲτιν ἡ διὰ τοῦ θι παραγωγή, τὴν ἐν τόπῳ ϲχέϲιν ἁπάντοτε δηλοῦϲα, πάλιν τῆϲ ARGVM. 2 ἔνδον locale potius notandum, quia adverbia in δον qualitatem signifcare solent. 20 Quamquam ἔνδον et notique et accentu a ceteris differre non est mirum, cum etiam aliis retus diversum sit 29 Adverbiis in ϲε , quae quo quis tendat denotant, praesto sunt cognata in θεν et in θι. DISCR. SCRIPT. 13. ῇ κατ’ ἰδίαν Ab, ῇ ⟨μὴ ⟩ κατ’ ἰδίαν vel παρ’ ἰδίαν GFSchoeman | 17. τά γε b, γε Α | οὐδ’ add. b in var. lect.| 23. οὐ τῇδε] fol. 182 r. 29 ϲε 0Schneider, ϲ Ab | 30 δε b, δεν Α | 34 τῆϲ τάϲεωϲ νel τοῦ τόνου inseruit GFSchoemann αὐτῆϲ τάϲεωϲ ϲυνούϲηϲ, γραφῆϲ τε τῆϲ διὰ τοῦ θ, εἰ ϲυνείη κατὰ τὸ πλέον καὶ ἡ διὰ τοῦ ο γραφὴ παρεδρεύουϲα· εἰ δὲ μή γε ἡ διὰ τοῦ οϲ γραφὴ ἐγγίνεται, ὡϲ ἔχει τὰ τοιαῦτα, οὐκ ἐν μονῇ μὲν τοῦ θ. Ἀθήνη Ἀθήνηθεν Ἀθήνηϲιν, Θήβη Θήβηθεν Θήβηϲι, ϲυνόντοϲ δὲ τοῦ o οὐρανόθεν οὐρανόθι, Ἀβυδόθεν Ἀβυδόθι, οἴκοθεν οἴκοθι. πρόϲκειται δὲ κατὰ τὸ πλέον διὰ τὸ κεῖθεν καὶ κεῖθι, ὅπερ ἴϲωϲ τοῦ ἐκεινόθι δύναται ϲυγκοπὴ εῖναι· ἀλλὰ καὶ πάλιν διὰ τὸ ἐγγύθεν καὶ ἐγγύθι. — καὶ ϲαφὲϲ ὅτι δεόντωϲ ἐν τοῖϲ πλείϲτοιϲ ἡ τοιαύτη γίνεται ἀπαράδεκτοϲ τροφή ή, λέγω τὴν οὐρανόθι πρό (Γ 3) οὐ γὰρ νῦν τὴν ἐν τόπῳ ϲχέϲιν ὁ λόγοϲ ἀπαιτεῖ, ἀλλὰ τὴν ἐν γενικῇ ϲύνταξιν, πρὸ οὐρανοῦ, εἴγε οὐκ ἐν οὐρανῷ ἡ πτῆϲιϲ ἦν. χρῆν οὖν οὐρανόφιν ἢ οὐρανόθεν, οὐ τοῦτό μου ἀποφαινομένου, ὡϲ τὰ διὰ τοῦ Ὅθεν ἐκφερόμενα τὴν ἐκ τόπου ϲχέϲιν ϲημαίνει, ἢ ἐν γενικῇ θέλει παραλαμβάνεϲθαι, ἢ καθόλου ὅτι ἐϲτὶν ἐν τῇ ϲυντάξει ἐπίρρημα· δεδείξεται γὰρ μὴ τὴν ἐκ τόπου ϲχέϲιν δηλοῦν, τὸ δὲ αὐτὸ τοῖϲ ἀφ’ ὧν ἐϲχηματίϲθη. Τά γε μὴν εἰϲ φι λήγοντα αὐτὸ μόνον παραγωγῆϲ δόξαν ἔϲχεν ἐπιρρηματικῆϲ, οὐ μὴν ἐϲτὶν ἐπιρρήματα τῇ φύϲει, καθάπερ τοὐναντίον ὀνόματα πολλάκιϲ τῇ φύϲει ὄντα, ϲύνταξιν ἐπιρρηματικὴν ἀναδεξάμενα , λέγεται ἐπιρρήματα. ἔχει δὲ τὰ τοῦ λόγου οὕτωϲ. πᾶϲα παραγωγὴ ἐπιρρηματική, τοπικὴν ϲχέϲιν ἀναδεξαμένη, μιᾷ ὑπακούει πτώϲει κατὰ τὴν διάλυϲιν, οἴκοθι ἐν οἴκῳ, οἴκοθεν ἐξ οἴκου, οἴκαδε εἰϲ οἶκον. χρὴ οὑν καὶ τὰ παρόντα τοῦ λόγου ἔχεϲθαι. — γενικὴ δέ ἐϲτι τὸ παϲϲαλόφι, καὶ δοτικὴ ὡϲ φρήτρη φρήτρηφιν (B 363), ἢ αἰτιατική, ὡϲ ἐπὶ δεξιόφιν (N 308). καὶ εἰ τοῦτο, δοθήϲεται ὡϲ τὸ ἀναπεμπόμενον ἐν πτώϲεϲιν ὀνόματοϲ μᾶλλον ϲύνταξιν ἀναδέξεται ἤπερ ἐπιρρήματοϲ, ὥϲτε καὶ κλινομένων τῶν πτώϲεων τὴν παραγωγὴν γίνεϲθαι. ὅπερ οὐκ ἰδιον ἐπιρρημάτων· οὐδὲ γὰρ τὸ τοιόϲδε καὶ τοϲόϲδε, τὸ τοῦ ἐπιρρήματοϲ ἀναδεξάμενα κατὰ τὸ τέλοϲ, ἐπιρρήματα ἐκαλέϲαμεν διὰ τὸ ϲυνημμένον τῆϲ πτώϲεωϲ καὶ διὰ τὸ αὐτὸ δηλούμενον. ἔϲτι δὲ καὶ ἐκ παραθέϲεωϲ προθετικῆϲ ARGVM. 10 Iure οὐρανόθι πρό reiciunt. — 17 Quae per φι suffixum facta sunt, videntur illa quidem adverbia esse, sed non sunt; —23 nam aut genetivi, aut dativi, —26 ant accusativi vim habent. Disoa. SGBIPT. 1. ϲυνείην Α | 3. θ add. b 4. Ἀθήνη b, αθηνα Aa 12. χρῆν b, ην Α | 16. μὴ inseruit GFSchoemann δηλοῦν, τὸ δὲ GFSchoemann, δηλοῦν τὸ Ab, δηλοῦν τό ⟨τε⟩ OSchneider | 18. ἐπιρρηματικῆϲ b, επιρρηματικην Α 21 ὑπακούει] fol 182 v. | 23. παρόντα b, idem scriptum erat ab Α, sed 2 mutavit o in α, erasit ν et supra lin. scripsit δειγμα, ut nunc sit παραδειγματα 22 — 30, GUhlig pro his καὶ κλινομένων τῶν πτώϲεων proponit aut haec καὶ τιθεμένων τῶν προθέϲεων, aut illa καὶ προτιθέμενον τῶν πτώϲεων ἔϲθ᾿ ὅτε τοπικὴν ϲχέϲιν ϲημαίνοντα, ἐπιρρήματα δὲ διὰ τῆϲ παραγωγῆϲ μόνον τὴν τοπικὴν ϲχέϲιν δηλοῖ. διὸ καὶ εἰϲ ταῦτα ἀντιμεταλαμβάνεται, οἴκοθι ἐν οἴκῳ· οὐ γὰρ δή γε ἐν οἴκοθί τιϲ φαίη. οἴκαδε εἰϲ οἰκον, οὐκ εἰϲ οἴκαδε. διὸ καὶ τὰ τοιαῦτα κακία, ἐξ οἴκοθεν, παρολκαὶ δὲ ποιητικαὶ ἐξ οὐρανόθεν· ὑπὲρ ὦν κατὰ τὸ ἑξῆϲ εἰρήϲεται. εἰ δὴ τοῦτο, οὐκ ἐπιρρηματικὴ ϲύνταξιϲ τοῦ ἐκ παϲϲαλόφιν, κατ᾿ ὄρεϲφιν, τῶν παραπληϲίων. ὅθεν προκρίνειεν ἄν τιϲ καὶ τὴν τοῦ φι γραφὴν ἐν τῷ οὐρανόθι πρό, ἐπεὶ ἰδίαϲ παραγωγῆϲ ἔχεται ἡ διὰ τοῦ θεν.

Τὰ εἰϲ ου λήγοντα τὴν ἐν τόπῳ ϲχέϲιν ϲημαίνει καὶ μόνωϲ περιϲπᾶται, ὡϲ ἔχει τὸ αὐτοῦ. καὶ ἐκεῖνο ἐπιρρηματικόν ἐϲτιν, αὐτοῦ καὶ κριοῖο (Arat. Phaen, 225),ὑψοῦ δ᾿ ἐν νοτίῳ (δ 785). ἀγχοῦ, τηλοῦ. — καὶ ἐντεῦθεν δείκνυται, ὅτι τὸ ποῦ τὴν ἐν τόπῳ ϲχέϲιν ϲημαίνει, καθότι καὶ ἡ Ὁμηρικὴ ϲυνήθεια ὁμολογεῖ, καὶ κατὰ τὴν προειρημένην ϲυμπάθειαν τίθεται καὶ ἐπὶ ϲχέϲεωϲ τῆϲ εἰϲ τόπον, ποῦ ἀπέρχ πρόϲκειται Δώρια μὲν τὰ τοιαῦτα μεταποιούμενα, εἰ τὰ τῶν χοιρα γχᾶν (Sophr. fr. 86 Ahrens) πεῖ γὰρ ἁ ἄϲφαλτοϲ (Sophr. fr. 35 Ahrens)· αὐτοῦ αὐτεῖ. — τὸ ὅπου κατὰ τάϲιν οὐχ ἡμάρτηται. ἅπαντα γὰρ τὰ ἀοριϲτώδη ὑπὸ τοῦτον τὸν τόνον πίπτει. — παράκειται γὰρ τὰ διὰ τοῦ θεν παραγόμενα, ϲημαίνοντα τὴν ἐκ τόπου ϲχέϲιν, ἀγχοῦ ἀγχόθεν, ὑψοῦ ὑψόθεν. τηλόθεν, αὐτόθεν, ὅθεν. τὸ πόθεν παρὰ τὸ ποῦ. αὕτη δέ ἐϲτιν ἡ παραγωγὴ καὶ ἐπ᾿ ὀνομάτων παραγομένη, Ἀθήνηθεν, θήβηθεν, ἀρχῆθεν, ἀγορῆθεν, οἴκοθεν. περὶ τῆϲ τούτων τάϲεωϲ καὶ γραφῆϲ εἴρηται ἰδίᾳ ἐν τῷ περὶ ἐπιρρημάτων. — καὶ φαίνεται ὅτι οὐ παρὰ τὸ ἑκάτεροϲ τὸ ἑκατέρωθεν, παρὰ δὲ τὸ ἐπίρρημα τὸ ἑκατέρωϲε, ἑκατέρωθεν γ, ἑτέρωθεν. καὶ πάλιν παρὰ τὸ ἄνω ἄνωθεν, ἔϲω ἔϲωθεν, κάτω κάτωθεν. — ἔϲτι καὶ παρὰ ἀντωνυμίαν παρηγμένα παρὰ Δωριεῦϲι, τουτόθεν, ὃ δὴ ϲυνήθωϲ ἀποκόπτοντεϲ τὴν λοιπὴν ϲυλλαβὴν ἐκτείνουϲιν εἰϲ τὸ ω, τουτῶ θάμεθα (Sophr. ARGVM. 2 Adverbia in ου ubi aliquid sit declarant, et sunt perispomena. — 13 Becte igitur ποῦ, ut ubique apud Homerum. est ubi; sed etiam ita ponitur ut sit quo’. —20 his praesto sunt adverbia in θεν eiusdem stirpis, quae unde aliquid proflciscatur indicant —25 Adverbia in ωθεν ab adverbiis in ωϲε oriuntur. — 28 Huc pertinent dorica adverbia in ω, cuius generis formae doricae etium in pronominibus sunt. DISCR, SCRIPT. 1. ϲημαίνοντα b, ϲημαιν A1, deinde in ras. οντα A2, ita tamen ut τα iam antea fuisse videatur, ϲημαίνειν RSkrzeczka ἐπιρρήματα δὲ Ab, τὰ δὲ ἐπιρρήματα BSkrzeczka | 2. δηλοῖ (vel δηλοῦϲιν) RSkrzeczka, δηλοῦν Ab 6. τοῦ vel ἐπὶ τοῦ RSkrzeczka, τὸ Ab | 14. η Ὁμηρικὴ b, ἡμερικη A | 16. πρόϲ- κειται — 18 αὐτεῖ hinc tollenda et 208, 9 collocanda esse censet GFSchoemann idem 18 τὸ ὅπου — 19 πίπτει alienaesse dicit | 17.χοραγχαν A | 20. γὰρ deleverunt RSchneider GUhlig | 22 ante η aliquid erasum | και in ras. A1 | 26. ἐπίρρημα] fol. 183 r. | ⟨καὶ παρὰ τὸ ἑτέρωϲ⟩ ἑτέρωθεν GUhlig fr. 42 Ahrens), καθὸ καὶ παρὰ τὸ αὐτόθεν αὐτῶ ὁρῇϲ, Φύϲκα (Sophr fr. 45 Ahrens). οὕτωϲ ἔχει καὶ τὸ πῶ τιϲ ὄνον ὠναϲείται (Sophr. fr. 89 Ahrens) ὅτι γὰρ τὰ τοιαῦτα Δώρια ἐπιρρήματα, ϲαφὲϲ ἐκ τοῦ πάμπολλα μὲν εῖναι ἐπιρρήματα ἐκ τόπου εἰϲ θεν, μὴ μέντοι γε τὰ εἰϲ ω λήγοντα τὴν ἐκ τόπου ϲχέϲιν δηλοῦν· ἐκείνου γε προδήλου καθεϲτῶτοϲ, ὡϲ τὰ ἐγγινόμενα πάθη κατὰ τὰϲ ἑτεροιώϲειϲ τῶν διαλέκτων τῶν φωνῶν ἐϲτιν, οὐχὶ τῶν δηλουμένων. ὅθεν πρὸϲ τὸ ϲημαινόμενον τοῦ πόθεν ἔμεινε τὸ δηλούμενον ἐν τῷ πῶ καὶ τοῦ αὐτόθεν ἐν τῷ αὐτῶ.

Ἡ προκειμένη παραγωγὴ κατὰ τοῦ αὐτοῦ δηλουμένου παραλαμβάνεται, ἡνίκα ἀπ᾿ ἀντωνυμιῶν μέν φαμεν ἐμεῦ ἐμέθεν, ϲεῦ ϲέθεν. τὸ πλέον γὰρ αἱ ἀντωνυμίαι κατὰ πρόϲωπα ἐθέλουϲι παράγεϲθαι. ἀλλὰ φήϲει τιϲ· τί δέ, εί ἐπιρρηματικά ἐϲτι ϲχήματα, ἀπ᾿ ἀντωνυμιῶν γεγονότα; Πρὸϲ ὅν ἐϲτι φάναι, ὡϲ ϲχέϲιν τὴν τῶν ἐπιρρημάτων ἀποτελοῦϲιν, οὐχὶ ϲύνταξιν τῆϲ γενικῆϲ ἐπιρρηματικήν, ὡϲ εἴγε τὰ ὁπωϲδήποτε γενόμενα ἐπιρρήματα μιᾶϲ ἐννοίαϲ ἐϲτὶ παρεμφατικά, οὐ δεόμενα παραθέϲεωϲ προθετικῆϲ, αἱ μέντοι γενικαί, ἐχόμεναι ϲυντάξεωϲ τῆϲ πρὸϲ τὰϲ προθέϲειϲ, ταύταϲ καὶ ἀπολαμβάνουϲιν, ἀπὸ Ἀριϲτάρχου, ἐξ Ἀριϲτάρχου, ἐξ οἴκου, ἀπ᾿ οἴκου· ὁ αὐτὸϲ λόγοϲ ἐπὶ πάντων. οὐ μὴν ἔϲτι φάναι ἀπὸ Δηλόθεν, οὐδ᾿ ἀπ᾿ οἴκοθεν. ἔτι γε μὴν ἐπὶ τῶν προκειμένων ἀνθυπάγονται αἱ γενικαὶ τῶν ὀνομά τῶν, ὅπερ ἴδιον ἀντωνυμιῶν. ἀλλὰ καὶ ἐπ᾿ ὀνομάτων· ἀντὶ γὰρ γενικῆϲ τῆϲ Ἴδηϲ φαϲὶν Ἴδιθεν μεδέων (Γ 276). οὕτωϲ ἔχει καὶ τὸ εἴϲομαι δ᾿ ἐξ ἁλόθεν (Φ 335). ϲαφὲϲ ἐκ ϲυντάξεωϲ τῆϲ ἔξ· αὕτη γὰρ ἡ παραγωγὴ ἔχει ἐγκείμενον τὸ ἔξ. οὕτωϲ ἔχει καὶ τὸ ἐξ οὐρανόθεν (Θ 19). Μαὶ ἐξ ἐκείνων δὲ ϲυμφανέϲ, Αἴαϲ δ’ ἐγγύθεν (Η 219) οὐ γὰρ νῦν τὴν ἐκ τόπου ϲχέϲιν βούλεται δηλοῦν, τὴν δὲ εἰϲ τόπον. οὕτωϲ ἔχει καὶ τὸ ARGVM. 10 Formae in θεν si a pronominibus derivantur, notionem corum servant et pro genetivis usurpantur. —  22 Idem est usus formarum in θεν a nominibus derivatarum. — 30 Sunt etiam adverbia in θεν ab adverbiis ducta, notione non mutata. DISCR. SCRIPT. 2. ὡναϲείται HLAhrens, ὠναϲεῖται b | 4. μέντοι RSchneider, μέν τοί b | 5. τὰ εἰϲ ω λήγοντα RPSkrzeczka, τοῖϲ εἰϲ λήγουϲι Ab | γε b, τε A | 8. τοῦ b, τω A | 10. προκειμένη b, in A προ. quod in παο mutatum, in fine versus, in initio sequentis versus duae litterae erasae, post eas κειμεννη |12. ἀλλὰ b. αλλει A |15 ὡϲ delevit RSclneider, quo servato GUhlig v.17 pro οὐ δεόμενα scripsit οὐ δέονται vel οὐδ’ ἔχεται | 16. γενόμενα b, γινομενα A | 20. οὐδ᾿ b, οὐκ A | 26. δ᾿ ἐξ Ab, ἐξ Homerus vulg. | ἁλόθεν Hiomerus vulg., ἄλλοθεν Ab ϲχεδόθεν δέ οἱ ἦλθεν Ἀθήνη (β 267). οὐ γὰρ ἐκ τοῦ ϲύνεγγυϲ τόπου, ὅπερ γέλοιον· τὸ γὰρ μέγιϲτον ἔξαλμα οὐρανὸϲ καὶ γῆ. ἐν ἴϲῳ οὑν ἐϲτι τῷ ϲχεδόν. ἐν τῷ περὶ Ἰάδοϲ τὸ τοιοῦτον ἀπεδείξαμεν.

Οὐ χρὴ νοεῖν, ὅτι παρ’ ἐπίρρημα τὸ ἐκεῖ τὸ ἐκεῖθεν ἐγένετο ἡ τὸ κεῖθι ἐγένετο ἀπὸ κεῖθι, πρῶτον ὅτι ἐνέμεινεν ἡ δίφθογγοϲ (πρόκειται γὰρ ὡϲ ἡ τοιαύτη παραγωγὴ ὑποϲτολὴν ποιεῖται το⟨ῦ ἐν τῷ τέλει φωνήεντοϲ⟩, τηλόθεν, ἀγχόθεν), δεύτερον ὅτι μᾶλλον ἀποκοπή ἐϲτι τὸ ἐκεῖ τοῦ ἐκεινόθι οὐ γὰρ τοῦ ἐκεῖθεν , ἐπεὶ κὰν τὴν ἐκ τόπου ϲχέϲιν ἐϲήμαινεν. — ἔϲτιν οῦν κατ’ ἐντέλειαν τὸ ἐκεινόθεν παρὰ τὸ ἐκεῖνοϲ, ἀφ’ οὐ κατὰ ϲυγκοπὴν τὸ ἐκεῖθεν, ἐκεινόθι καὶ ἐκεῖθι, ἐκεινόϲε ὡϲ κυκλόϲε, καὶ ἔτι ἐκεῖϲε, κεῖϲε δ’ ἂν οὐκ ἂν ἐῷμι (π 85). ἀπὸ δὴ τοῦ ἐκεῖθι καὶ ἐκεῖϲε χρὴ νοεῖν ἀποκοπὴν γεγενῆϲθαι τὴν ἐκεῖ, ἐπεὶ καὶ τὸ ἐν τόπῳ ϲημαίνει, ἐκεῖ μένε, καὶ τὸ εἰϲ τόπον, ἐκεῖ ἀπέρχομαι· οὐ μὴν τὸ ἐκ τόπου, διὸ οὐδὲ τοῦ ἐκεῖθεν ἀποκοπὴν ἔφαμεν γεγενῆϲθαι. πρόκειται γὰρ ὅτι τῶν φωνῶν τὰ πάθη καὶ οὐ τῶν δηλουμένων.

Τὸ ῆχι τοπικὸν οὐ διὰ τὴν ἐπὶ τέλουϲ παραγωγὴν τὴν εἰϲ τόπον ϲχέϲιν ϲημαίνει· ἔϲτι γὰρ παρολκὴ ὁμοία τῷ ναίχι, οὖ καὶ οὐχί. ϲαφὲϲ δὲ καὶ ἐξ αὐτῆϲ τῆϲ φωνῆϲ· ἡ γὰρ φυϲικὴ πρόταξιϲ τοῦ ἡ οὐκ ἂν ἐδαϲύνετο, καθὸ οὐδέποτε τὰ φωνήεντα πρὸ τοῦ χ δαϲύνεται. ὃν οὗν τρόπον ἰδίᾳ ῥητόν ἐϲτι τὸ ναί , οὐ πάντωϲ ἐπιζητοῦν τὸ χι , ὁμοίωϲ τὸ οὖ, τοῦτον τὸν τρόπον καὶ τὸ ἡ, ϲημαῖνον τὴν εἰϲ τόπον ϲχέϲιν, ἐντελέϲ ἐϲτι. — ϲαφὲϲ ἐκ τῶν ἀνταποδιδομένων , οἱϲ οὐκέτι παρα κολουθεῖ τὸ ἐπεκτείνεϲθαι, λέγω τὸ τῇ καὶ πευϲτικῶϲ τὸ πῇ καὶ ἔτι τὸ ἀοριϲτωδῶϲ ὅπῃ, προϲτιθεμένου τοῦ ι, καθὼϲ καὶ ἡ παράδοϲιϲ ὁμολογεῖ, καὶ ὡϲ μᾶλλον τὰ τοιαῦτα ϲυμφέρεται φωνῇ τῇ πρὸϲ τὰϲ δοτικάϲ, ὡϲ ἔχει καὶ τὸ ταύτη πορευθῶ μεν. τὸ μέντοι πεῖ καὶ εἶ παρὰ Δωριεῦϲι χρὴ νοεῖν, ὅτι οὐ παράκειται τῷ πῇ καὶ ἔτι τῷ τῇ ἀνταποδοτικῷ, καθὸ τὴν ἐν τόπῳ ϲχέϲιν δηλοῦντα τῷ ποῦ μᾶλλον καὶ ARGVM. 5 Non ab ἐκεῖ derivatum cst ἐκεῖθεν aut κεῖθι: – 11 immo ἐκε decurtatum est ex ἐκεῖθι. DISCR. SCRIPT. 2. ἔξαλμα] ἐξάλλαγμα vel διάϲτημα CWachsmuth | 4. verbi ἀπε- δείξαμεν syllaba ει et littera v in rasura in Α | 5. ὅτι παρ ρ᾿ ] fol.183 v | 6. pro ἐκεῖθι conicit κεῖθι RSehneider ἐγένετο ἀπὸ κεῖθι delevit RSkrzeczka | 7 - 8 τοῦ ἐν τῷ τέλει φωνήεντοϲ RSchneider col.188.6, τὸ Α, τοῦ b, τὸ( 〈ῦ ῦ 〉 G Uhlig | 9. τὸ ἐκεὶ inseruerunt KLehrs et GF Sehoemann 13. κεῖϲε δ δ᾿ ἂν οῦ μιν ἔγωγε μετὰ μνηϲτῆραϲ ἐψμι Homerus 22.cuv litterae vocis εδαϲυνετο supra lin. scriptae ab Α' | ov ouv A, ἔτι δν b | 24. τὸ οὐ A'b, τω ου Α | 28. τῇ delevit GUhlig | 29. καὶ εἷ b, και ει supra lin. Α' | 30. τῷ τῇ] τω τη Α et in marg. ει και ετι τω Α2, ut haec ponere possis τῷ ἡ καὶ ἔτι τῷ τῇ | 31. ποῦμᾶλλον καὶ τῷ ὅπου b, πω μαλλον και τω που Α τῷ ὅπου ἀντιπαράκειται· τὸ γὰρ εῖ τὰ τῶν χοίρα γχᾶν (Sophr. fr. 86 Ahrens) ἐν ἴϲῳ ἐϲτὶ τῷ ὅπου, καὶ τὸ πεῖ γὰρ ά ἄϲφαλτοϲ (Sophr. fr. 35 Ahrens) ἐν ἴϲῳ τῷ ποῦ. ἄλλωϲ τε τὰ διὰ τοῦ ἡ ἐκφερόμενα τροπὴν μᾶλλον τὴν διὰ τοῦ α παραδέχεται ἢ τὴν διὰ τοῦ ει, πάντῃ παντᾷ, ἄλλῃ ἀλλᾷ.

DISCR. SCRIPT. 3. ῇ HLAhrens, η Ab | 5. παντᾷ HLAhrens, πάντᾳ b, παντα A | ἀλλᾷ HLAhrens, ἄλλᾳ b, αλλα A | Subscripto: ΑΠΟΛΑΩNΙΟΥ ΠΕΡΙ ΕΠIΡΡΗΜΑΤΩΝ maiusc. A