GetPassage urn:cts:greekLit:tlg0068.tlg001.1st1K-grc1:2.279-2.298 urn:cts:greekLit:tlg0068.tlg001.1st1K-grc1:2.279-2.298
κατέσχον. Ἀρχίας δὲ τούτους προσλαβών ὁ Κορίνθιος μετὰ Δωριέων κατῴκισενἀπὸ τῆς ὁμόρου λίμνης λαβούσας τοὔνοματὰς νῦν Συρακούσας παῤ αὐτοῖς λεγομένας.Μετὰ ταῦτα δʼ ἀπὸ Νάξου Λεοντῖνοι πόλις,ἡ τὴν θέσιν τʼ ἔχουσα Ῥηγίου πέραν, ἐπὶ τοῦ δὲ πορθμοῦ κειμένη τῆς Σικελίας,Ζάγκλη, Κατάνη, Καλλίπολις ἔσχʼ ἀποικίαν.Πάλιν ἀπὸ τούτων δύο πόλεις, Εὔβοια καίΜύλαι κατῳκίσθησαν ἐπικαλούμεναι,εἶθ᾿ Ἱμέρα καὶ Ταυρομένιον ἐχομένη· εἰσὶν δὲ πᾶσοι Χαλκιδέων αὗται πόλεις.Τὰς Δωρικὰς δὲ πάλιν ἀναγκαῖον φράσαι.Μεγαρεῖς Σελινοῦνθ᾿ , οἱ Γελῷοι δ᾿ ἔκτισανἈκράγαντα, Μεσσήνην δʼ Ἴωνες ἐκ Σάμου,Συρακόσιοι δὲ τὴν Καμάριναν λεγομένην· αὐτοὶ δὲ ταύτην ἦραν ἐκ βάθρων πάλιν,πρὸς ἓξ ἔτη καὶ τετταράκοντʼ ᾠκημένην.Αὗται μὲν οὖν εἰσ᾿ αἱ πόλεις Ἑλληνίδες·τὰ δὲ λοιπὰ βάρβαῤ ἐστὶ τῶν πολισμάτων,