GetPassage urn:cts:greekLit:tlg0068.tlg001.1st1K-grc1:2.159-2.178 urn:cts:greekLit:tlg0068.tlg001.1st1K-grc1:2.159-2.178
Ταύτης σύνεγγυς δ ἐστὶ πόλις λαβοῦσα Τυρίων ἐμπόρων ἀποικίαν,Γάδειῤ, ὅπου μέγισ ια γίνεσθαι λόγοςκήτη. Μετὰ ταύτην δʼ ἐστιν ἡμερῶν δυοῖντελέσαντι πλοῦν ἐμπόριον εὐτυχέστατονἡ λεγομένη Ταρτησσὸς, ἐπιφανὴς πόλις, ποταμόρρυτον κασσίτερον ἐκ τῆς Κελτικῆςχρυσόν τε καὶ χαλκὸν φέρουσα πλείονα.Ἔπειτα χώρα Κελτικὴ καλουμένημέχρι τῆς θαλάττης τῆς κατὰ Σαρδὼ κειμένης,ὅπερ μέγιστόν ἐστι πρὸς δυσμαῖς ἔθνος. Τὴν μὲν γὰρ ἐντὸς ἀνατολῶν πᾶσαν σχεδόνοἰκοῦσιν Ἰνδοὶ, τὴν δὲ πρὸς μεσημβρίανΑἰθίοπες ἐγγὺς κείμενοι νότου πνοῆς·τὸν ἀπὸ ζεφύρου Κελτοὶ δὲ μέχρι δυσμῶν τόπονθερινῶν ἔχουσιν, τὸν δὲ πρὸς βορρᾶν Σκύθαι. Ἰνδοὶ μὲν οὖν μεταξὺ θερινῶν ἀνατολῶνκαὶ χειμερινῶν οἰκοῦσι· Κελτοὶ δʼ ἀνάπαλινὑπ᾿ ἰσημερινῆς θερινῆς τε δύσεως, ὡς λόγος.Τὰ μὲν οὖν ἔθνη τὰ τέτταῤ ἐστὶ τοῖς ὄχλοις