GetPassage urn:cts:greekLit:tlg0057.tlg102.1st1K-grc1:4-20 urn:cts:greekLit:tlg0057.tlg102.1st1K-grc1:4-20

Περὶ τῆς ὑπὸ τῷ δέρματι τοῦ μετώπου μυώδους φύσεως.

Καὶ μὲν δὴ καὶ τῷ τοῦ μετώπου δέρματι μυώδης φύσις ὑποτέταται λεπτὴ συμφυὴς αὐτῷ καὶ τοῦτο σύμπαν τὸ περὶ τὸ μέτωπον δέρμα κινεῖται, κἂν ἀκίνητος ἡ γένυς φυλάττηται.

Περὶ τῶν κατὰ τοὺς ὀφθαλμοὺς μυῶν.

Οἱ μὲν περὶ τὴν βάσιν μύες, εἴτε ἕνα τις αὐτὸν φήσειεν εἶναι ἤτοι διπλοῦν ἢ τριπλοῦν εἴτε δύο ἢ καὶ τρεῖς συμφυεῖς, εἰς τὸ στηρίζειν τὸν ὀφθαλμόν εἰσι χρήσιμοι. ἐπειδὰν μάλιστα κατ’ εὐθὺ βλέπειν ἀκριβῶς τι μικρὸν σῶμα δεηθῶμεν. οἱ δὲ ἄλλοι πάντες οἱ κινοῦντες αὐτὸν ἓξ τὸν ἀριθμὸν ὑπάρχουσιν. εὐθειῶν μὲν κινήσεων οἱ τέσσαρες ἐξηγούμενοι, δύο δὲ οἱ λοιποὶ περιστρέφοντες ὅλον τὸν ὀφθαλμόν. ἀλλ’ οὗτοι μὲν ἀπὸ τῶν κατὰ τὸν μέγαν κανθὸν ὁρμώμενοι χωρίων ἐπὶ τὸν μικρὸν ἀφικνοῦνται. τῶν δὲ ἄλλων τῶν τεσσάρων μυῶν ὁ μὲν ἀνατείνειν αὐτὸν, ὁ δὲ καθέλκειν, ὁ δὲ τῇ ῥινὶ προσάγειν, ὁ δὲ ἐκτὸς ἐπισπᾶσθαι· πέφυκεν ὡς ἐπὶ τὸν μικρὸν κανθόν. ὅσοι δὲ ὥσπερ καὶ Λύκος οὐχ ἓξ, ἀλλὰ πέντε νομίζουσιν εἶναι τοὺς μῦς, τοὺς δὲ ἁμαρτάνουσιν οὐ περὶ τὸν ἀριθμὸν αὐτῶν μόνον, ἀλλὰ καὶ τὴν τῶν ἐνεργειῶν γνῶσιν.

Περὶ τῶν κάτω γένυν κινούντων μυῶν.

Τέσσαρες συζυγίαι μυῶν τὴν κάτω γένυν κινοῦσιν· ἀνατείνοντες μὲν οἵ τε κροταφῖται καλούμενοι καὶ οἱ ἔνδον τοῦ στόματος. εἰς δὲ τὰ πλάγια παράγοντες οἱ κατὰ τὰς γνάθους, οὓς μασσητῆρας ὀνομάζουσιν ἀπὸ τῆς χρείας τοὔνομα θέμενοι, κατασπῶντες δὲ οἱ λοιποὶ δύο. ἀλλ’ οὗτοι μὲν στενοί τέ εἰσι καὶ προμήκεις· ἀρχόμενοι μὲν ὄπισθέν τε καὶ κάτωθεν τῶν ὀστῶν, διὰ δὲ τοῦ τραχήλου πρόσω φερόμενοι, κἄπειτα εἰς ταυτὸν ἀλλήλοις ἰόντες, ἵνα δὴ καταφύωνται τῇ γένυι διανοίγοντες αὐτὴν, ἐπειδὰν ταθῶσιν. οὗτοι μόνοι συμπάντων μυῶν σαρκώδη μὲν ἔχουσιν ἄμφω τὰ πέρατα, τὸν μέσον δὲ ἀκριβῆ τένοντα. τῶν δὲ ἄλλων τριῶν συζυγιῶν εὐρώστων τε ἅμα καὶ μεγάλων οὐσῶν οἱ μὲν κροταφῖται καθήκουσιν, εἴς τε τὰς κορώνας ἄκρας τῆς γένυος εἷς ἑκατέρωθεν, εἴς τε τὴν γένυν αὐτὴν περὶ τὴν ἔκφυσιν τῆς κορώνης ἰσχυραῖς ἀπονευρώσεσιν ἐμφυόμενοι δι’ ὧν τήν τε γένυν ἀνασπῶσι καὶ κλείουσι τὸ στόμα· καὶ διὰ τοῦτο καὶ τούτους τοὺς μῦς ἐνίοτε μασσητῆρας ὀνομάζουσιν οὐχ οἱ νεώτεροι μόνον, ἀλλὰ καὶ οἱ παλαιοὶ τῶν ἰατρῶν, ὥσπερ καὶ Ἱπποκράτης. ἵνα δὲ πρῶτον ἀποβλαστάνουσιν οἱ αὐτῶν εἰρημένοι τένοντες ἐγκάρσιον ὀστοῦν ἔξωθεν ἐπιβέβληταί τε καὶ περιβέβληται ζύγωμα προσαγορευόμενον.

Περὶ τῆς τρίτης συζυγίας τῆς κλειούσης.

Οἱ δ’ ἐντὸς τοῦ στόματος μύες ἐπιβεβήκασι μὲν τοῖς πλατέσι καὶ κοίλοις τῆς κάτω γένυος, ἀνατείνονται δὲ ἐπὶ τὴν ὑπερώαν ἐμφυόμενοι τοῖς ἐνταῦθα κοίλοις ὀστοῖς ἃ περιλαμβάνουσιν αἱ πτερυγώδεις ἐκφύσεις. ἔστι δὲ αὐτοῖς ἐνταῦθα καὶ τένων τις εὔρωστος, ὅλον δὲ τὸ πλάγιον μέρος τῶνδε τῶν μυῶν συμπέφυκε τοῖς κροταφίταις. καὶ μέντοι καὶ τὴν αὐτὴν ἐνέργειαν ἔχουσιν αὐτοῖς ἀνασπῶντες ἐκ τῶν ἔνδον μερῶν τὴν κάτω γένυν. ἔνιοι μὲν αὐτοὺς μέρος τι τῶν κροταφιτῶν εἶναι νομίζουσιν, ὥσπερ Μαρῖνος, ἔνιοι δὲ ἀποχωρίζουσιν ἰδίως, καθάπερ Αἰλιανὸς καὶ Πέλοψ. ὁ Λύκος δὲ ὅλως ἀγνοήσας αὐτοὺς ἐπιτιμᾷ τοῖς τέτταρας εἶναι λέγουσι τοὺς κροταφίτας.

Περὶ τῶν μασσητήρων τῶν τριγώνων. Οἱ λοιποὶ δὲ δύο μύες ἔξωθεν μὲν ἐπιβέβληνται τῷ μήκει τῆς κάτω γένυος, παραφερόμενοι δὲ καὶ καταφερόμενοι ταῖς δύο κεφαλαῖς αὐτῶν πρός τε τὸ μῆλον ἀνατείνονται καὶ τὸ ζύγωμα, δύο κατ’ ἀλήθειαν ἑκατέρωθεν ὄντες καὶ οὐχ εἷς· ἀλλήλων γὰρ διαδέχονται τὴν ἐν ταῖς μασσήσεσιν ἐνέργειάν τε καὶ χρείαν· ὁ μὲν εἰς τὸ πρόσω τὴν γένυν κινῶν, ὁ δὲ εἰς τοὐπίσω. καὶ μὲν δὴ καὶ εἰς τοὺς κροταφίτας οἱ μύες οὗτοι συμφύονται κατὰ τοῦ ζυγώματος ἔνδον.

Περὶ τῶν εἰς τὰς ὠμοπλάτας τῆς κεφαλῆς ἐμφυομένων.

Πρώτως πάντων ἀφαιρεθέντος τοῦ μυώδους πλατύσματος ἐκ τοῦ κατὰ τὸ ἰνίον αὐτοῦ τῆς κεφαλῆς ἐκφυόμενοι φαίνονται δύο μύες ἀλλήλων ψαύοντες εἶς ἑκατέρωθεν· ὁ μὲν ἐκ τῶν δεξιῶν μερῶν τοῦ ζώου, ὁ δὲ ἐκ τῶν ἀριστερῶν. ἔστι δ’ ἡ ἔκφυσις αὐτῶν ἰσχνὴ καὶ πλατεῖα κατὰ γραμμὴν ἐγκαρσίαν ἐπὶ τὰ ὦτα φερομένη· οὐ μὴν ἐξικνεῖταί γε πρὸς ἑκάτερον τῶν ὤτων, ἀλλ’ ἔλαττόν ἐστι συχνῶς. ἐντεῦθεν ὁρμηθέντες οἱ δύο μύες ἀεὶ καὶ μᾶλλον πλατύνονται καὶ τελευτῶντες ἐμφύονται ταῖς ῥάχεσι τῶν ὠμοπλατῶν ἄχρι τοῦ καθ’ ἑκάτερον ἀκρωμίου συνεπιλαμβάνοντές τι καὶ τῶν κλειδῶν. τούτους τοὺς μῦς ἰδεῖν ἔστι καὶ ἐπὶ τῶν γυμναστικῶν ἐναργῶς καὶ πρὸ τῆς ἀνατομῆς. εὐτραφέστατοι γὰρ γίνονται καὶ σύμπαντα καταλαμβάνουσι τὸν αὐχένα. τὸ δὲ ἔργον αὐτῶν οὐχ ὥσπερ οἴεται Λύκος ἅμα πολλοῖς ἐξαπατώμενος· οὐ γὰρ κατασπῶσιν ἐπ’ ὠμοπλάτας τὴν κεφαλὴν, ἀλλ’ ἐκείνας ἐπὶ τὴν κεφαλὴν ἕλκουσιν. ἀποδείκνυται δὲ τοῦτο διὰ τῶν ἀνατομικῶν ἐγχειρήσεων. ἔνθα καὶ περὶ πολλῶν ἄλλων κινήσεων ἠγνοημένων τοῖς ἔμπροσθεν ἰατροῖς ἐπὶ πλέον διέξιμεν, ὡς ἂν καὶ τὴν μέθοδον ἥτις ἂν ἕκαστος εὑρίσκῃ διδάσκοντες. μετὰ δὲ τὴν τῶν προειρημένων μυῶν ἔκφυσιν ἀποτμηθεῖσαν ὑπόκειταί τις ἑτέρα συζυγία μυῶν ἰσχνῶν καὶ μακρῶν λεπτὴ μὲν καὶ πλατεῖα κατὰ τὴν ἔκφυσιν, ἀεὶ δὲ ἐν τῷ προϊέναι στρογγυλωτέρα γινομένη καὶ τελευτῶσα εἰς τένοντα λεπτὸν, καταφύεται κατὰ τὴν ἀρχὴν τῆς βάσεως τῆς ὠμοπλάτης ἀκριβῶς στρογγύλον οἷονπερ νεῦρον. ὅστις ἐκ τῶν ἔνδον μερῶν παραφερόμενος τῇ βάσει καὶ προελθὼν ἄχρι τοῦ ἡμίσεως αὐτῆς, οὕτως ἤδη τὴν ἔκφυσιν εἰς αὐτὸ τὸ τῆς βάσεως ὀστοῦν ποιεῖται. ἡ χρεία δὲ αὐτοῦ τῆς ὠμοπλάτης τὴν βάσιν κατ’ εὐθὺ ἀνέλκειν τῆς κεφαλῆς, οὐδὲ τοῦτον οἱ περὶ τὸν Λύκον ἔγνωσαν τὸν τένοντα.

Περὶ τῶν ὠμοπλάτην κινούντων μυῶν.

Ἑπτὰ μύες εἰσὶν οἱ κινοῦντες ἑκατέραν τὴν ὠμοπλάτην· δύο μὲν ἀπ’ ἰνίου καταφερόμενοι λοξοὶ, περὶ ὧν ἔμπροσθεν εἷπον· ἕτερος δὲ τρίτος ἀπὸ τῆς εἰς τὸ πλάγιον ἐξοχῆς τοῦ πρώτου σπονδύλου, τέταρτος δὲ ἀπὸ τοῦ τὸν λάρυγγα περιέχοντος ὀστοῦ· καὶ δύο ἄλλοι τὴν ἔκφυσιν ἐκ τῆς κατὰ τὸν νῶτον ἀκάνθης ἔχοντες. ἕβδομος δὲ ἀπὸ τῆς ὀσφύος ἀναφερόμενος ἐπὶ τὴν κατ’ ὦμον διάρθρωσιν μέγιστος μῦς, οὗ τὴν φύσιν ἅπασαν ἐν τοῖς ἑξῆς διηγήσομαι κατ’ ἐκεῖνο τοῦ λόγου τὸ μέρος, ἔνθα δίειμι περὶ τῶν κατ’ ὦμον ἄρθρον κινούντων μυῶν. ἐκφύεται δὲ ὁ μὲν ἐκ τοῦ πρώτου σπονδύλου τὴν ἔκφυσιν ἔχων εἰς τὸ τῆς ὠμοπλάτης ῥάχεως πέρας, ὅσον ὑψηλόν ἐστι πρὸς τὸ ἀκρώμιον σχεδὸν εἰς τὸ τρίτον που μέρος ὅλης αὐτῆς. ἔστι δὲ σαρκοειδής τε καὶ ἥκιστα πλατὺς ὁ μῦς οὗτος καὶ προσάγει τὴν ὠμοπλάτην τοῖς πλαγίοις μέρεσι τοῦ τραχήλου. τούτου τοῦ μυὸς οὐ τὴν ἐνέργειαν μόνην ὁ Λύκος ἠγνόησεν, ἀλλὰ καὶ τὴν ἔκφυσίν τε καὶ τὴν κατάφυσιν οἰόμενος ἄρχεσθαι μὲν αὐτὸν ἀπὸ τῶν στηλοειδῶν τοῦ κρανίου ἐκφύσεων, ἥκειν δὲ ἐπὶ τὸ ἀκρώμιον. ὁ δὲ ἐκ τοῦ περιέχοντος ὀστοῦ τὸν λάρυγγα τὴν ἔκφυσιν ἔχων εἰς ἐκεῖνο μάλιστα τῆς κατ’ ὠμοπλάτην ὑψηλῆς ἐμφύεται πλευρᾶς, ἔνθα ἡ ἀρχὴ τῆς ἀγκυροειδοῦς ἀποφύσεώς ἐστι, στενὸς δὲ καὶ μακρὸς ὁ μῦς οὗτος ὑπάρχει καὶ προσάγει τὴν ὠμοπλάτην εἰς τὸ πρόσω τοῦ τραχήλου πρὸς τὴν ἰδίαν ἀρχὴν, ὅπερ ἁπάντων ἐστὶ κοινὸν τῶν μυῶν· ὁ δὲ ἀπὸ τῶν πλευρῶν τε καὶ τῆς ὀσφύος εἰς τὴν κατὰ τὸν ὦμον διάρθρωσιν ἀναφερόμενος μῦς τῇ τε βάσει τῆς ὠμοπλάτης ὁμιλῶν ὅλῃ καὶ τοῖς σιμοῖς τοῖς κατὰ τὴν ταπεινοτέραν πλευρὰν κάτωθέν τε καὶ πρόσθεν ἐφ’ ἑαυτὸν ἐκ τούτων τῶν λαβῶν ἐπισπᾶται τὴν ὅλην ὠμοπλάτην εἴς τε τὰ κάτω καὶ πρόσω. οἱ δ’ ὑπόλοιποι δύο μύες, οὓς μόνους οἴεται Λύκος τὴν ὠμοπλάτην κινεῖν, ὁ μὲν ἐπιπολῆς ἐξ ἁπάντων ἐκφυόμενος τῶν τοῦ θώρακος σπονδύλων εἰς τὸ κάτω μέρος ἐμφύεται τῆς ῥάχεως αὐτῆς, ὁ δὲ ὑπ’ αὐτῷ κείμενος ἐκφύεται μὲν ἐκ τῶν ἑπτὰ τοῦ θώρακος σπονδύλων· καὶ προσέτι τῶν ἐν τῷ τραχήλῳ πέντε, καταφύεται δὲ εἰς ὅλον τὸ χονδρῶδες τῆς βάσεως. ἀπάγει μὲν οὖν ἑκάτερος αὐτῶν ὀπίσω τὴν ὠμοπλάτην, ἀλλ’ ὁ μὲν πρότερον ῥηθεὶς ἑαυτῷ κατασπᾷ, ὁ δὲ δεύτερος ὡς ἐπὶ τὸν τράχηλον ἀνέλκει. εἰ δ’ ἄμφω ταθεῖεν, ὀπίσω πρὸς τὴν ῥάχιν, ἀπάγουσιν ὅλην τὴν ὠμοπλάτην, ὡς τοὺς ἑπτὰ τοῦ θώρακος σπονδύλους τοὺς πρώτους, οἷς καὶ παρατέτανται.

Περὶ τῶν τὴν κεφαλὴν κινούντων μυῶν.

Ἡ κεφαλὴ τὰς μὲν οἰκείας κινήσεις ἄνευ τοῦ τραχήλου κινεῖται βραχυτάτας τε ἅμα καὶ διττὰς ὑπαρχούσας κατὰ διττὰς διαρθρώσεις· τὰς μὲν ἑτέρας ἐφ’ ἑκάτερα περιστρεφομένη, τὰς δὲ ἑτέρας ἐπὶ νευόντων τε πρόσω καὶ ἀνανευόντων ὀπίσω. αἱ δὲ σὺν ὅλῳ τῷ τραχήλῳ κινήσεις αὐτῆς ἐπὶ πολύ τε γίνονται καὶ μετ’ ὀλίγον ὑπὲρ αὐτῶν δίειμι. νυνὶ δὲ περὶ τῶν οἰκείων αὐτῆς μυῶν εἰρήσεται. τῇ προειρημένῃ συζυγίᾳ τῶν ἰσχνῶν μυῶν, οὓς καὶ αὐτοὺς ἔφην ἀνασπᾷν τὴν ὠμοπλάτην ἐκ τοῦ κατ’ ἰνίου ὀστοῦ τῆς κεφαλῆς ἐκφυομένους ἐφεξῆς ἐστιν ἑτέρα τὴν ἔκφυσιν ἐγκαρσίαν τε ἅμα καὶ σαρκώδη καὶ πλατεῖαν ἄχρι τῶν ὤτων ἔχουσα. συνεκφύεται δὲ αὐτῇ τις ἑτέρα τὴν ἀρχὴν ἐκ τῆς ὑπ’ αὐτὸ τὸ οὖς χώρας πεποιημένη. αὗται δι’ ὅλου τοῦ τραχήλου πρὸς τὰ πρόσω φέρονται λοξαί· κατὰ μὲν τὴν πρώτην ἔκφυσιν μετρίως συμφυεῖς, ἐν δὲ τῷ μετὰ ταῦτα χωρίῳ ἀποχωροῦσι μᾶλλον καὶ διὰ τοῦτο καὶ δύο μύες δόξειεν ἄν τις καὶ οὐχ εἷς ἑκατέρωθεν τοῦ τραχήλου. ἀμφοτέρων δὲ καὶ ἡ χρεία καὶ ἡ κίνησις καὶ ἡ τῶν ἰνῶν θέσις ὁμοία. διαφέρουσι δὲ ἑνὶ μόνῳ τῷ τὰς μὲν τοῦ προτέρου μυὸς ἶνας ἀπὸ τῆς πρώτης ἐκφύσεως, σαρκοειδεῖς ὑπαρχούσας ἄχρι παντὸς τοιαύτας μενούσας εἰς τὸ τῆς κλειδὸς ὀστοῦν καταφέρεσθαι. τὰ δὲ τοῦ δευτέρου καὶ οἷον σύνδεσμον ἔχειν τὴν ἀρχὴν καὶ οἷον τένοντα τὸ πέρας, ὃ πρὸς τὸ στέρνον περαίνεται. τέμνεσθαι δέ πως καὶ αὐτὸς οὗτος ὁ δεύτερος μῦς, εἰ δύο δύναται τῷ βουλομένῳ μέχρι τοσούτου λεπτουργεῖσθαι. σχίζεται γάρ πως περὶ τὸν τράχηλον, ὡς παρακεῖσθαι καὶ ψαύειν αὐτοῦ τὰ μέρη συνηρτημένα. τὸ μὲν οὖν ἕτερον τὸ πρόσθιον ἐμφύεται τῷ στέρνῳ διὰ νευρώδους πέρατος, τὸ δὲ ἕτερον εἰς τὴν ἀρχὴν τῆς κλειδὸς σαρκοειδῆ κατάφυσιν ποιεῖται· μέσον κείμενον αὐτοῦ τε τούτου πρὸς τὸ στέρνον περαίνοντος καὶ τοῦ πρόσθεν ῥηθέντος τοῦ τὴν ἔκφυσιν πεποιημένου ἐξ ἰνίου. τοῦτον ὅλον τὸν μῦν ἕνα χρὴ τίθεσθαι τῇ τε κινήσει καὶ τῇ χρείᾳ· καὶ γὰρ ἡ κίνησις αὐτοῦ λοξὴ καὶ ἡ χρεία τὴν κεφαλὴν τοῦ ζώου περιάγει εἰς τὰ πρόσω, οὐχ ἕνα δὲ διά τε τὸ μὴ πάντη μένειν συνεχῆ καὶ διὰ τὸ τὰς ἐκφύσεις τε καὶ καταφύσεις οὐχ ὁμοίας ἁπάσας εὐθείας ἔχειν. αἵ τε γὰρ ἐκφύσεις αὐτοῦ δύο εἰσὶ, σαρκώδης μὲν ἡ ἐξ ἰνίου, νευρωδεστέρα δέ πως ἡ ὑπὸ τὸ οὖς. αἵ τε καταφύσεις, ὡς νῦν ἤδη λέλεκται, σαρκώδης μὲν ἡ εἰς τὴν κλεῖν καθήκουσα, νευρώδης δὲ ἡ ἐν τῷ στέρνῳ συμφυομένη. ἀλλὰ περὶ μὲν τούτων οὐ μεγάλα τοῖς ἀνατομικοῖς ἡμάρτηται. τὸ δὲ οἴεσθαι τῷ μήκει τῆς κλειδὸς ἐμφύεσθαι παντὶ τὴν ἀπ’ ἰνίου μοῖραν αὐτῶν, οὐ μικρόν τι περὶ τὸ φαινόμενον ἐσφαλμένον ἐστίν. εἴρηται δὲ ὑπὸ τοῦ Λύκου τοῦτο· τὸ καὶ ἄλλων τινῶν ἐνδόξων ἀνδρῶν. καίτοι γε οὐ μόνον ὅλην οὐ κατείληφε τὴν κλεῖν ὁ μῦς οὗτος, ἀλλ’ οὐδὲ τὸ ἥμισυ μέρος αὐτῆς. αὕτη μὲν οὖν ἡ συζυγία μεγάλων ἱκανῶς ἐστι μυῶν, ὥστε καὶ πρὸ τῆς ἀνατομῆς ἐπὶ πάντων ἀνθρώπων διαγινώσκεσθαι σαφῶς καὶ μάλιστα ἐπὶ τῶν γυμναστικῶν, οἱ δ’ ὄπισθεν ἐξ ἰνίου πεφυκότες ἐλάττους τε πολὺ τούτων εἰσὶ καὶ πάμπολλοι τὸν ἀριθμόν. ἔστι δὲ αὐτῶν, ὡς ἄν τις εἴποι, δύο γένη, τὸ μὲν ἕτερον κοινὸν τραχήλου καὶ κεφαλῆς, τὸ δὲ ἕτερον αὐτῆς μόνης τῆς κεφαλῆς. τὸ μὲν οὖν κοινὸν τραχήλου καὶ κεφαλῆς εἰς ὀκτώ που διαιρεῖται μῦς ἑκατέρωθεν τῆς ἀκάνθης τέσσαρας· ὧν ἡ μὲν πρώτη συζυγία πλατείας ἔχουσα τὰς κατ’ ἰνίον ἐκφύσεις στενοῦται κατιοῦσα καὶ γίνεται τὸ σχῆμα τῶν μυῶν ἑκατέρου τριγώνῳ παραπλήσιον ὀρθογωνίῳ βάσιν μὲν ἔχοντι τὴν ἐκ τῆς κεφαλῆς ἔκφυσιν, τὴν δ’ ἑτέραν μὲν τῶν ἐπὶ τὴν ὀρθὴν γωνίαν πλευρῶν αὐτῆς τῆς ῥάχεως τὴν ἄκανθαν, λοιπὴν δὲ τρίτην τὴν ταύτας ἐπιζευγνύουσαν, ὥστε ἐκ τῶν εἰρημένων εὔδηλον ὅτι λοξαὶ τούτων εἰσὶν ἶνες ἀπὸ τῶν πλαγίων τῆς κεφαλῆς ἐπιστρεφόμεναι πρὸς τοὐπίσω. οὗτοι μὲν οὖν οἱ μύες, ὥσπερ τινὲς πτύχες ἐπίκεινται τοῖς ἄλλοις. πεπλατυσμένοι καθ’ ἕτερον μέρος εἷς, ἀρθέντων δὲ αὐτῶν ἐνίοτε μὲν ἐναργῶς φαίνονται τρεῖς συζυγίαι μυῶν, ὡς τὸ πολὺ δὲ δύο· παρατεταμένη μὲν ἑτέρα παρὰ τὴν ἄκανθαν ἀτρέμα πλατέων μυῶν λοξῶν ἀπ’ ἰνίου πρὸς τὰ πλάγια τῆς ῥάχεως φερομένων, ἡ δ’ ἑτέρα στρογγύλων ὑπεναντίως ἐκείνοις ἐχόντων τὰς ἶνας ἐκ τῶν πλαγίων μερῶν τῆς κεφαλῆς, ὅθεν περ καὶ τὴν ἔκφυσιν ἔχουσιν ἐπὶ τὴν ἄκανθαν φερομένην. ἐπειδὰν δὲ τρεῖς συζυγίαι φαίνωνται, μία μὲν αὐτῶν περὶ τὴν ῥάχιν ἐκτέταται, ἡ δὲ ἄλλη παρὰ τὰς πλαγίας ἀποφύσεις, ἡ δὲ λοιπὴ ἀμφοῖν περιτέτακται μέση. πολλάκις δὲ καὶ πάσας τὰς ἶνας ἁπασῶν τῶν ἐκφύσεων ἰδεῖν ἐστιν ἀπὸ τῶν ὀπίσω μερῶν εἰς τὰ πρόσω λοξῶς φερομένας, ὡς τελευτᾷν, ἁπάσας κατ’ ἐκεῖνο τὸ μέρος τῶν σπονδύλων, ἵνα πέρ εἰσιν αὐτῶν αἱ ἀποφύσεις αἱ πλάγιαι, ἀφελόντι δὲ αὐτὰς ἀκριβῶς ἤδη καταφαίνονται αἱ περὶ τὴν διάρθρωσιν τῆς κεφαλῆς. εἰσὶ δὲ ἐνταῦθα τέσσαρες μύες μικροὶ καθ’ ἑκάτερον μέρος· δύο μὲν ἐκ τοῦ τῆς κεφαλῆς ὀστοῦ τὴν ἔκφυσιν ἔχοντες ἐκ κοινῆς ἀρχῆς κατὰ τὸ τοῦ ἰνίου πέρας ἁπτόμενοι τῆς διαρθρώσεως. καθήκει δὲ ὁ μὲν εὐρωστότερος. αὐτῶν εἰς τὴν ὀπισθίαν ἀπόφυσιν τοῦ δευτέρου σπονδύλου στενούμενος κατὰ τὴν ἔκφυσιν, ὁ δὲ ἕτερος λοξὸς εἰς τὴν πλαγίαν τοῦ πρώτου, τρίτος δὲ ἄλλος μῦς ἐπιζεύγνυσι ἀμφοτέρους ἀπὸ τῆς τοῦ πρώτου σπονδύλου πλαγίας ἀποφύσεως ἐπὶ τὴν ὄπισθεν ἀφικνούμενος τοῦ δευτέρου, καταφύεται δὲ οὗτος μὲν εἰς τὰ πλάγια τῆς ἐκφύσεως, ὁ δὲ ἕτερος ὁ πρῶτος λεχθεὶς εἰς αὐτὸ τὸ ὑψηλὸν, ὅπερ ἄκανθαν ὀνομάζουσιν, ὑπόκειται δὲ τούτῳ μῦς ἕτερος μικρὸς ἐκ τοῦ τῆς κεφαλῆς ἰνίου καταφυόμενος εἰς τὸν πρῶτον σπόνδυλον. ἡ δὲ ἐνέργεια τῶν μὲν ὑστάτων εἰρημένων μυῶν τούτων τῶν μικρῶν ὀκτὼ τὸν ἀριθμὸν ὄντων ἡ περὶ τὴν διάρθρωσιν μόνην κίνησις τῆς κεφαλῆς, τῶν δὲ ἐπικειμένων αὐτοῖς ἅμα τῷ τραχήλῳ παντὶ τὴν κεφαλήν. ἀνανεύουσι μὲν οὖν ἐπ’ εὐθείας μόνην τὴν κεφαλὴν οἱ καθήκοντες ὄρθιοι μύες εἴς τε τὸν πρῶτον καὶ τὸν δεύτερον σπόνδυλον, μετὰ δὲ βραχείας ἐγκλίσεως, οἱ λοιποὶ τέσσαρες οἱ μὲν ἐκ τῆς κεφαλῆς ἐκπεφυκότες ἀτρέμα λοξὴν ἀπάγοντες εἰς τὸ πλάγιον. οἱ λοιποὶ δὲ δύο συνεργοῦντές τε κατὰ τὴν γινομένην ἐκ ταύτης τῆς κινήσεως τοῖς ἀντιτεταγμένοις μυσὶν ἀνάτασιν λοξὴν ἐπὶ τὴν κεφαλὴν ἅμα τοῖς συνέχουσι μορίοις τοῦ πρώτου σπονδύλου πρὸς τὸ κατὰ φύσιν ἐπανάγοντες. πρόδηλον δὲ ὅτι καθ’ ἕνα μὲν ἕκαστον μῦν αἱ κινήσεις αὗται γίνονται αἱ λοξαὶ, συναμφοτέρου δὲ καθ’ ἑκάστην συζυγίαν ἐνεργήσαντος εὐθεῖα κίνησις ἀποτελεῖται μία. οὕτω δὲ καὶ ἐπὶ τῶν ἐπικειμένων αὐτοῖς μυῶν τῶν ὅλον τὸν τράχηλον κατειληφότων οἱ μὲν λοξοὶ λοξὴν ἀνανεύουσιν, οἱ δὲ εὐθεῖς εὐθεῖαν ἐργάζονται. ἐσφαλμένοι δέ εἰσι καὶ περὶ τούτους ἀνατομικοὶ μήτε τὸν ἀριθμὸν αὐτῶν ἀκριβῶς μήτε τὴν θέσιν μήτε τὴν ἐνέργειαν μήτε τὴν χρείαν μήτε τὸ σχῆμα γράψαντες. ἄλλοι δὲ ἐκ τῶν πρόσω δύο μύες εἰσὶ τῶν κινούντων ἅμα τῷ τραχήλῳ τὴν κεφαλήν· εὔρωστοί τε καὶ μακροὶ προβαίνουσι δὲ ἄχρι τοῦ πέμπτου τῶν κατὰ τὸν θώρακα σπονδύλων, ἐπιτεταμένοι μὲν ἅπασι τοῖς κατὰ τὸν αὐχένα σπονδύλοις ἐκ τῶν ἔμπροσθεν μερῶν, ὑποβεβλημένοι δὲ τῷ στομάχῳ. ἡ δὲ ἔκφυσις τούτων ἐκ τῶν κάτω μερῶν ἐστι τῆς κεφαλῆς, σαρκώδης τε οὖσα καὶ κατειληφυῖα τὸ μεταξὺ τῆς τε διαρθρώσεως αὐτῆς καὶ τοῦ κάτω πέρατος τῆς λαμβδοειδοῦς ῥαφῆς. κάμπτουσι δὲ οἱ δύο μύες οὗτοι σὺν τῷ τραχήλῳ τὴν κεφαλὴν, ἐπειδὰν ἐνεργήσωσιν ὅλοι, τὸ δὲ ἄνω μέρος αὐτῶν ὅσον ἀπὸ τῆς κεφαλῆς εἰς τὸν πρῶτόν τε καὶ δεύτερον ἐμφύεται σπόνδυλον αὐτὴν μόνην ἐπινεύει τὴν κεφαλὴν ἰδίαν ἔσθ’ ὅτε σαφῆ περιγραφὴν ἔχον ἀνάλογον τοῖς ὄπισθεν μυσὶ τοῖς μικροῖς. εἰσὶ δὲ κἀκ τῶν πλαγίων μερῶν περὶ τὸ τῆς κεφαλῆς ἄρθρον ἄλλαι δύο συζυγίαι μυῶν μικρῶν· ἡ μὲν ἑτέρα συνάπτουσα τῇ κεφαλῇ τὸν πρῶτον σπόνδυλον, ἡ δ’ ἑτέρα τούτῳ τὸν δεύτερον. οὐκ ἀεὶ σαφὴς ἡ ἐνέργεια δὲ τούτων ἐστὶν, εἰς τὸ πλάγιον δὲ ἐπινεύειν αὐτὰς μόνον τὰς κατὰ τοὺς πρώτους σπονδύλους διαρθρώσεις. τούτων ἁπάντων τῶν μυῶν ὅσοι τὴν διάρθρωσιν ἐστεφανώκασι τῆς κεφαλῆς, ὥσπερ ὁρᾷς ἐν κύκλῳ περικείμενος ἄλλος ἄλλην ἐνέργειαν πεπίστευται, δύο μόνους οἶδεν ὁ Λύκος. ἀγνοῶν δὲ τοὺς ἄλλους ἅπαντας, ὥσπερ καὶ τοὺς ὄπισθεν ὀκτὼ τοῦ ἰνίου, οὓς κοινοὺς ἔφαμεν εἶναι τραχήλου καὶ κεφαλῆς· ἀλλὰ τούτους μὲν οὐκ ἠδυνήθη διαχωρίσαι τῶν ῥαχιτῶν, τοὺς λοιποὺς δὲ ὑπὸ τούτους κατακεκρυμμένους εἰκότως οὐκ ἔγνω.

Περὶ τῶν τῆς τραχείας ἀρτηρίας μυῶν.

Τῆς τραχείας ἀρτηρίας τέσσαρές εἰσιν ἴδιοι μύες, συστέλλοντές τε καὶ στενοῦντες αὐτὴν, ἐπειδὰν ταθῶσιν ἀντισπῶντες καὶ τὸ ἰοειδὲς ὀστοῦν καὶ τὸν λάρυγγα. ἄρχονται δὲ αὐτῶν οἱ μὲν μείζους ἐκ τοῦ κάτω πέρατος τῆς εὐθείας γραμμῆς τοῦ ἰοειδοῦς, εἶτα κατὰ τὸ μῆκος ὅλης τῆς ἀρτηρίας ἐνεχθέντες ἐμφύονται τῷ στέρνῳ κατὰ τὰ ἔνδον μέρη. δόξειαν δ’ ἄν σοί ποτε καὶ διφυεῖς ὑπάρχειν οἱ δύο μύες οὗτοι· ἄλλοι δὲ δύο ἀπὸ τῶν πλαγίων περιλαμβάνονται καὶ κάτω μερῶν ἐκφυόμενοι τοῦ θυρεοειδοῦς χόνδρου τελευτῶσι καὶ οὗτοι πρὸς τὸ στέρνον ἐκ τῶν πλαγίων περιλαμβάνοντες τὴν ἀρτηρίαν, μεμνημένων ἡμῶν ὡς ἐπὶ τῶν πιθήκων ἅπαντα λέγεται ταῦτα. περὶ δὲ τῆς τῶν ἄλλων ζώων πρὸς τούτους διαφορᾶς ἐν ταῖς ἀνατομικαῖς ἐγχειρήσεσι λέγεται.

Περὶ τῶν τοῦ λάρυγγος ἰδίων μυῶν.

Δύο μὲν ἐπὶ τοῖς προσθίοις μέρεσι τοῦ χόνδρου τοῦ θυρεοειδοῦς, ὁ μὲν ἐκ τῶν δεξιῶν, ὁ δὲ ἐκ τῶν ἀριστερῶν ὄρθιοι κατὰ τὸ μῆκος ἐπίκεινται πεφυκότες ἐκ τῶν ταπεινῶν μερῶν τοῦ λαμβδοειδοῦς. ἀνασπῶσι δὲ οὗτοι πρός τε τὸ ἄνω καὶ πρόσω τὸν χόνδρον, ἕτεροι δὲ δύο μύες ἀπὸ τῶν ὀπίσω περάτων τοῦ θυρεοειδοῦς χόνδρου καθ’ ἑκάτερον εἷς ἐκφυόμενος καταφύονται τῷ στομάχῳ σφιγκτήρων τρόπον περιλαμβάνοντες αὐτὸν. συνάγειν οὗτοι καὶ προστέλλειν πεφύκασι τὸν χόνδρον. ἄλλοι δὲ δύο διφυεῖς τὰ πέρατα τοῦ πρώτου καὶ δευτέρου χόνδρου συνάπτουσί τε καὶ συνάγουσι καὶ μετὰ τούτους ἄλλοι τέσσαρες ἐκ τοῦ δευτέρου χόνδρου διήκοντες εἰς τὸν τρίτον· οἱ μὲν εἰς τοὐπίσω διαστέλλουσι τὴν διάρθρωσιν, οἱ δὲ εἰς τὰ πλάγια τὸ ἄνω πέρας ἀνοίγοντες τοῦ λάρυγγος· καὶ μετ’ αὐτοὺς ἄλλοι δύο μὴ φαινόμενοι πρὶν διοιχθῆναι τὸν λάρυγγα συνάπτουσι τὸν θυρεοειδῆ χόνδρον, τῷ μὲν ἀρυταινοειδεῖ διὰ παντὸς, οὐ διὰ παντός δὲ τῷ λοιπῷ τῷ ἀνωνύμῳ ἀντικειμένην οἱ μύες οὗτοι τὴν ἐνέργειαν ἔχουσι τοῖς προειρημένοις τέσσαρσι, στενοῦντες ἀκριβῶς ἅμα τοῖς εἰρημένοις δύο συμφυέσι τὸ κάτω πέρας τοῦ λάρυγγος. ἔστι δὲ καὶ περὶ τῇ βάσει τοῦ τρίτου χόνδρου μῦς διφυὴς ἢ δύο συμφυεῖς ἢ ὡς ἂν ἐθέλῃς ὀνομάζειν, οὐκ ἐν ἅπασι τοῖς ζώοις ὑπάρχοντες, ἀλλ’ ἐνίοις τισὶ συνάγοντες τὸν χόνδρον καὶ κλείοντες τὸν λάρυγγα. πεπλάνηνται δ’ οὐ σμικρὰ περὶ πολλοὺς τῶν εἰρημένων μυῶν οἱ ἀνατομικοί.

Περὶ τῶν ἐν ἄκρᾳ τῇ χειρὶ μυῶν.

Διττὰ μὲν γένη μυῶν ἐστιν ἐν ἄκρᾳ τῇ χειρὶ κατὰ τὰ ἔνδον αὐτῆς μέρη· μικροὶ μὲν πάντες ἐξ ἀνάγκης, ἀλλήλων δὲ οὐκ ὀλίγον διαφέροντες, τά τε ἄλλα καὶ κατὰ τὸ μέγεθος. πέντε μὲν οὖν εἰσιν οἱ τῶν λοξῶν κινήσεων ἐπὶ τὸ ἔσω τε καὶ ἄνω κινοῦντες τοὺς δακτύλους, εἷς καθ’ ἕκαστον. ἕκτος δὲ ὁ τὸν ἀντίχειρα καλούμενον τὸν μέγαν προσάγων τῷ λιχανῷ. ὁ δὲ ἕβδομος ἀπάγει μέχρι πλείστου τὸν μικρὸν δάκτυλον ἀπὸ τῶν ἄλλων. τῶν μὲν οὖν ἐπὶ τὰ ἄνω καὶ ἔσω ὅλους τοὺς δακτύλους ἐκκλινόντων οἱ τέσσαρες μὲν ἐκ τῶν περιεχόντων ἀμφιεσμάτων τοὺς τένοντας, οἱ τὸ πρῶτόν τε καὶ τρίτον ἄρθρον ἐλέχθησαν κάμπτειν ἀρχόμενοι, τελευτῶσιν εἰς λεπτὸν τένοντα μετρίως στρογγύλον ὅλῳ τῷ πλαγίῳ μέρει καθ’ ἕκαστον δάκτυλον παραπεφυκότες, δι’ οὗ δὴ κινοῦσιν αὐτοὺς τὴν εἰρημένην κίνησιν. ὁ δὲ πέμπτος ὁ τὸν μέγαν δάκτυλον ἀπάγων ἐπὶ πλεῖστον τοῦ λιχανοῦ τὴν κεφαλὴν ἀνηρτημένην ἔχων πρὸς τὸ πρῶτον ὀστοῦν τοῦ καρποῦ. τελευτήσας δὲ εἰς τένοντα ὁμοίως καὶ αὐτὸς τοῖς ἄλλοις λεπτὸν ὁμοίως καταφύεται τῷ μεγάλῳ δακτύλῳ καὶ τὴν αὐτὴν ἐργάζεται κίνησιν. ὁ δὲ προσάγων αὐτὸν τῷ λιχανῷ τὴν ἐναντίαν ἔχων κίνησιν, τῷ δὲ λοξῷ ἴσως ἕλκει τὸν δάκτυλον ἐπὶ τὴν ἑαυτοῦ κεφαλὴν ἀνηρτημένην. εἰς τὸ πρὸ τοῦ μέσου δακτύλου μετακάρπιον. ὁμογενῆ δὲ τούτῳ κίνησιν ἔχει μῦς ἄλλος, ἐκφυόμενος μὲν ἐκ τοῦ πρώτου τῶν κατὰ τὸν καρπὸν ὀστῶν τοῦ ταπεινοῦ τὴν θέσιν, καταφυόμενος δὲ εἰς τὰ κάτω τοῦ μικροῦ δακτύλου κατὰ φύσιν ἐσχηματισμένης δηλονότι τῆς χειρὸς ἀπάγων αὐτὸν ἐπὶ πλεῖστον τοῦ παραμέσου· καὶ τοίνυν εἰκότως οὕτως καὶ τὸν μέγιστον ἀπάγων τοῦ λιχανοῦ μείζονές εἰσι πολὺ τῶν ἄλλων πέντε μυῶν ἀνηρτῆσθαι δεηθέντες εἰς τὸν καρπὸν ἕνεκεν τῆς ἐπὶ πολὺ κινήσεως. ἀρθέντων δ’ αὐτῶν ἅμα τοῖς τένουσιν ἅλλοι μύες ἐν τῷ μετακαρπίῳ κείμενοι φανοῦνταί σοι τοῖς τε ἀνατομικοῖς ἀγνοηθέντες ἅπασι, κἀμοὶ δὲ μέχρι πολλοῦ, τὴν δ’ ἔκφυσιν ἔχοντες ἐκ τοῦ περιλαμβάνοντος συνδέσμου τὰ κατὰ τὸν καρπὸν ὀστᾶ· κατ’ ἐκεῖνο μάλιστα τὸ μέρος ἔνθα παύεται μὲν ὁ καρπὸς, ἄρχεται δὲ τὸ μετακάρπιον. ἐντεῦθεν δ’ ὁρμώμενοι πρὸς τὴν πρώτην διάρθρωσιν ἥκουσιν ἑκάστου δακτύλου δύο καθ’ ἕκαστον ὄντες, ἐμφυόμενοί τε τῆς μέσης χώρας ἑκατέρωθεν, ὡς ἐπιλαμβάνειν τι καὶ τοῦ πλαγίου· καὶ διὰ τοῦτό γε αὐτὸ μετὰ παρεγκλίσεως τῆς εἰς τὸ πλάγιον ἑκάστου τῶν δακτύλων κάμπτουσι τὸ πρῶτον ἄρθρον, ὃ καὶ διὰ τοῦ περιέχοντος συνδέσμου τοὺς μεγάλους τένοντας ἔφην κάμπτεσθαι. κατὰ δὲ τὸν μέγαν δάκτυλον οὐκ ἴσος γ’ ἔστιν ὁ τῶν εἰρημένων μυῶν ἀριθμὸς τοῦ τὸν μέγαν δάκτυλον ἐπὶ πλεῖστον ἀπάγοντος τῶν ἄλλων· εἷς μὲν γάρ ἐστι μακρότερος καὶ καταφύεται τῷ δακτύλῳ, πλησίον τῆς δευτέρας διαρθρώσεως, οὐ πάνυ μὲν ἐκείνην σαφῶς κινῶν, τὴν πρώτην δὲ μᾶλλον. οἱ δ’ ἐφεξῆς αὐτοῦ δύο τὴν δευτέραν κάμπτουσι διάρθρωσιν, ὁ μὲν τοῦ προειρημένου τοῦ μείζονος ψαύων ἄνω ῥέπειν τὴν καμπτὴν ποιούμενος, ὁ δὲ μετ’ αὐτὸν ἐκκλίνων ἀτρέμα εἰς τὸ πλάγιον. ἁπάντων δὲ τῶν εἰρημένων ἕνδεκα μυῶν τῶνδε κοινόν ἐστιν ἔργον τὴν πρὸς τὸν καρπὸν συνάρθρωσιν ἑκάστου τῶν κατὰ τὸ μετακάρπιον ὀστῶν κάμπτειν τοσοῦτον, ὅσον ἑκάστῃ πέφυκε κάμπτεσθαι. βραχύτατον δὲ τοῦτό ἐστι· συνήρθρωται γὰρ ἀλλήλοις τὰ κατὰ τοῦτο τὸ μέρος ὀστᾶ, καὶ οὐ καθάπερ τὰ τῶν δακτύλων διήρθρωται· διὰ τοῦτο δὲ καὶ ἡ τοῦ μεγάλου δακτύλου διάρθρωσις πρώτη ἐναργῆ τὴν κίνησιν ἔχειν. λεληθυῖαν δὲ καὶ τελέως ἀμυδρὰν ἡ τῶν τοῦ μετακάρπου πρὸς τὸν καρπὸν, ἐνίοτε μέντοι κατὰ τὸν μέγαν δάκτυλον οἱ δύο μόνοι φαίνονται μύες, ὁμοίως ἔχοντες τοῖς ἐπὶ τῶν ἄλλων. κἀκεῖνοι δὲ πολλάκις ἀλλήλοις δέ οὕτως εἰσὶ συμφυεῖς, ὡς ἕνα φαίνεσθαι καθ’ ἕκαστον δάκτυλον.

Περὶ τῶν ὑπὸ ταῖς κλεισὶ μυῶν.

Ὑφ’ ἑκατέρᾳ κλειδὶ μῦς ὑπόκειται μηδὲ φανῆναι σαφῶς δυνάμενος πρὶν ἀρθῆναι τὴν κλεῖν. ἔστι δὲ σαρκώδης ὅλος ἑκάτερος αὐτῶν, εἰς ὀστᾶ δύο τὴν κεφαλὴν κατὰ φύσιν ἔχων· τήν τε κλεῖν αὐτὴν καὶ τὴν πρώτην τοῦ θώρακος πλευρὰν τὴν μικρὰν, ἣν ἔνιοι κατακλεῖδα προσαγορεύουσι. τῇ μὲν οὖν κλειδὶ συμπέφυκε κατὰ τὰ πρὸς ἀκρώμιον ἀναφερόμενα μέρη, τὸ δὲ τῆς πλευρᾶς, ἵνα καὶ ὅπου συναρθροῦται τῷ στέρνῳ. περὶ τούτων τῶν μυῶν τῆς ἐνεργείας ἔνιοι μὲν ἀποροῦσι τῶν ἀνατομικῶν, ἔνιοι δὲ τὴν ὠμοπλάτην οἴονται προσαγορεύεσθαι, καθάπερ ὁ Λύκος ἐπί τε τῶν ἄλλων ζώων ὅσα κλεῖς οὐκ ἔχει· καὶ γὰρ καὶ νομίζει συμφύεσθαι τοὺς μῦς τῇ ἀγκυροειδεῖ τῆς ὠμοπλάτης ἀποφύσει μέγιστα σφαλλόμενος. ἐπὶ δὲ τῶν ἀνθρώπων καὶ τῶν κλεῖς ἐχόντων ζώων οὐδὲ τοῦτο δυνάμενος εἰπεῖν, τὴν ὡς συνδέσμου χρείαν αὐτοῖς ἀνατίθησιν· οὐ μὴν οὕτω γε ἔχει τὸ ἀληθὲς, ἀλλὰ καὶ οὗτοι οἱ μύες ὁμοίαν τοῖς μεσοπλευρίοις ὀνομαζομένοις μυσὶ τὴν ἐνέργειαν ἔχουσιν. ὥσπερ γὰρ ἐκείνων ἕκαστος ταῖς ἔξωθεν ἰσὶ πρὸς τὴν ὑψηλοτέραν πλευρὰν ἀνασπᾷ τὴν ταπεινοτέραν, οὕτω καὶ οἵδε πρὸς τὴν κλεῖν ἀνέλκουσι τὴν πρώτην πλευράν.

Περὶ τῶν ἰδίων τοῦ λαμβδοειδοῦς ὀστοῦ μυῶν, ὅπερ καὶ υἱοειδὲς ὀνομάζεται.

Τὸ ἐπικείμενον ὀστοῦν τῇ κεφαλῇ τοῦ λάρυγγος ἔνιοι υἱοειδὲς, ἔνιοι δὲ λαμβδοειδὲς ὀνομάζουσιν. ἔστι δὲ ἡ μὲν εὐθεῖα τῶν γραμμῶν αὐτοῦ κατὰ τὸ μῆκος τεταγμένη τοῦ τραχήλου ὀστοῦν ἀτρέμα πλατύ. τέτταρες δὲ αἱ λοιπαὶ λοξαὶ κατὰ δύο συζυγίας ἀποφυόμεναι τοῦ προειμέρους ἐκ μὲν τῶν ἄνω μερῶν ἡ ἑτέρα συζυγία λεπτῶν τε καὶ ἰσχνῶν, ὡς γραφείου περάτων, ἡ λοιπὴ δὲ ἐκ τῶν κάτω μερῶν μετρίως πλατέων. ἄλλαι μὲν ἰσχναὶ δύο πλευραὶ δύο πλευραὶ διὰ συνδέσμων στρογγύλων καὶ λεπτῶν τοῖς πέρασι τῶν βελονοειδῶν ἐκφύσεων συνδοῦνται. τὰς δὲ λοιπὰς δύο τὰς κάτω συνάπτουσιν ἰσχυρῶς δεσμοὶ παρὰ τὸ ἀρυταινοειδῆ χόνδρον· καὶ μὴν καὶ δύο μύες πλατεῖς τῇ κάτω γένυι συνάπτουσι τὸ υἱοειδὲς ὀστοῦν. ἐκ μὲν τῶν πλαγίων μερῶν τῆς εὐθείας αὐτῶν γραμμῆς ἐκφυόμενοι, καταφυόμενοι δὲ εἰς τὰ πλάγια μέρη τῆς γένυος μετὰ τὴν τῶν ἰδίων αὐτῆς μυῶν ἔκφυσιν, ἄλλοι δὲ δύο μύες ἐπ’ ἄκραν ἥκουσι τὴν γένυν ἀλλήλοις ἐπιζευγνύμενοι. ἀρχὴ δὲ αὐτῶν ἐστι τὸ ἄνω πέρας τῆς εὐθείας γραμμῆς τοῦ λαμβδοειδοῦς. ἕτεροι δὲ δύο μύες ἐκ μὲν τῆς ῥίζης ἄρχονται τοῦ γραφοειδοῦς, ἐμπεφύκασι δὲ ταῖς ὀρθαῖς γραμμαῖς τοῦ λαμβδοειδοῦς τῷ κάτω πέρατι καθ’ ἑκάτερον μέρος εἶς· αὗται μὲν αἱ τρεῖς συζυγίαι τῶν μυῶν αὐτοῦ μόνου τοῦ λαμβδοειδοῦς εἰσιν ἴδιαι, βραχείας τινὰς αὐτῷ διδοῦσαι κινήσεις· ἡ μὲν ἀπὸ τῆς βάσεως τῶν βελονοειδῶν ἀρχομένη πρὸς τὴν ὀπίσω χώραν ἀπάγουσα. αἱ λοιπαὶ δὲ ἐπὶ τὰ πλάγια τῆς γένυος διορίζουσαι καὶ πρὸς τὴν γένυν ἀνατείνουσαι, οἱ δὲ ἄλλοι μύες οἱ ἀπὸ τοῦ ὑιοειδοῦς ὀστοῦ πεφυκότες ἑτέρων ἕνεκεν γεγόνασι μορίων μᾶλλον. οἱ μὲν εἰς ὠμοπλάτας ὑπὲρ τοῦ κινεῖν ἐκείνας, ὡς ἔμπροσθεν εἶπον, οἱ δὲ ἐπὶ τὴν γλῶσσαν, ὡς καὶ περὶ ταύτης εἰρήσεται. καὶ λοιπὸς ἐπ’ αὐτοῖς ὁ κατὰ τῆς φάρυγγος ἔξωθεν ἐπιβεβλημένος, εἴθ’ ἕνα τις αὐτὸν ἐθέλει προσαγορεύειν διφυῆ εἴτε δύο παραφυομένους ἀλλήλοις, ὅπερ ἄμεινον εἷναί μοι δοκεῖ. προστέλλουσι δὲ οὗτοι τὴν τραχεῖαν ἀρτηρίαν καὶ τὸ λαμβδοειδὲς ἀντισπῶσι κάτω.

Περὶ τῶν τὴν γλῶσσαν κινούντων μυῶν.

Ὡς μὲν ὁ διδάσκαλος ἡμῶν Πέλοψ ἐν γλώττης ἀνατομῇ γράφει, μύες ἓξ καὶ δέκα βοείας εἰσὶ γλώττης, ἡμῖν δὲ νῦν, ὡς ἐν ἀρχῇ προείρηται, γυμνασθῆναι πρόκειται περὶ πιθήκων εἰς σῶμα διὰ τὴν πρὸς ἄνθρωπον ὁμοιότητα. τῶν τοίνυν κινούντων τὴν γλῶσσαν μυῶν οἱ δύο μὲν ἀπὸ τῶν βάσεων τῶν βελονοειδῶν ἐκφύσεων ἀρξάμενοι, στενοὶ καὶ μακροὶ προήκοντες εἰς τὰ πλάγια μέρη τῆς γλώττης ἑκατέρωθεν εἶς ἐμφύονται, λοξῶν κινήσεων ἐξηγούμενοι, οἱ δὲ ὑπόλοιποι πάντες ἐκφύονται μὲν ἐκ τοῦ περιέχοντος ὀστοῦ τὴν κεφαλὴν τοῦ λάρυγγος, ὃ καλοῦμεν ὑιοειδές τε καὶ λαμβδοειδὲς, ἐμβάλλουσι δὲ εἰς τὴν γλῶσσαν οἱ τέσσαρες μὲν κατὰ δύο συζυγίας ἐναργῶς κινοῦντες αὐτὴν, ὁ πέμπτος δὲ ὁ διφυὴς ἐκ τοῦ ἄνωθεν πέρατος ἀρχόμενος τῆς εὐθείας γραμμῆς τοῦ ὑιοειδοῦς ὑποπέφυκε τῇ γλώττῃ κατὰ τὸ μῆκος αὐτῆς ἀφικόμενος, ἕως ἄκρας τῆς κάτω γένους ἐπὶ τὸ καλούμενον γένειον, ἔνθα συμπέφυκεν αὐτῆς τὰ ὀστᾶ. οὗτος ὁ μῦς ἀντισπᾷ μὲν ἄνω τῇ γενειάδι ἀντιτεταγμένος τοῖς κατασπῶσιν ἐπὶ τὸ στέρνον αὐτό. σαφῆ δὲ οὐδεμίαν ἐπὶ τῆς γλώττης ἐργάζεται κίνησιν· ἀλλ’ οἵ γε ἐναργῶς αὐτὴν κινοῦντες οἱ λοιποὶ τέσσαρές εἰσιν. ἐκφύονται δὲ οἱ δύο μὲν ἐκ τῶν ἄνω μερῶν τοῦ εἰδοῦς, ὅθεν περ καὶ ὁ προειρημένος ὁ διφυὴς ἤδη πως ἐν τοῖς πλαγίοις αὐτοῦ μᾶλλον, οἱ δὲ ὑπόλοιποι δύο τούτων ἐφεξῆς ἔκ τε τῶν πλαγίων τῆς εὐθείας γραμμῆς καὶ τῶν ταπεινῶν αὐτοῦ πλευρῶν. ἐμφύονται δὲ οἱ μὲν μείζους εἰς τὴν μέσην χώραν τῆς γλώττης ἀλλήλων ψαύοντες ἄχρι παντὸς, ἐξήκουσι δὲ πρὸς τὸ δεδεμένον αὐτῆς τὸ πρόσω. οἱ δὲ ἐλάττους εἰς τὰ πλάγια μεταξὺ τούτων τε καὶ τῶν ἀφ’ ἑκατέρας βάσεως τῆς βελονοειδοῦς ἐκφύσεως ἡκόντων. αἱ κινήσεις δὲ ἑκάστου τούτων ἀνάλογον τῇ θέσει· λοξαὶ μὲν τῶν λοξῶν, εὐθεῖαι δὲ τῶν εὐθειῶν, ὥσπερ γε καὶ τῶν πρώτων ῥηθέντων πλαγίων πλάγιαι· καὶ δὴ καὶ καλείσθωσαν ἕνεκεν σαφοῦς διδασκαλίας οἱ μὲν ἀπὸ τῶν βελονοειδῶν ἐκφύσεων ἀνιόντες μύες πλάγιοι. λοξοὶ δὲ οἱ τῶν λοξῶν μερῶν ἀποφυόμενοι τοῦ λαμβδοειδοῦς, εὐθεῖς δὲ οἱ τοῦ ἄνω πέρατος. ὑποβέβληνται δὲ τοῖς εἰρημένοις ἅπασι μυσὶν ἐκ τῶν κάτω μερῶν οἱ τὰς ἐγκαρσίας ἔχοντες ἶνας, ἀποπεφυκότες μὲν ὅλῃ τῇ γλώσσῃ, καταφυόμενοι δὲ εἰς τὸ τῆς γένυος ὀστοῦν σχεδὸν ὅλον πλὴν τοῦ γενείου. δύνανται δὲ οἱ μύες οὗτοι ἐπᾶραι τε καὶ κυρτῶσαι τὴν γλῶσσαν.

Περὶ τῶν τῆς φάρυγγος μυῶν.

Χώρα τις πρόκειται κοινὴ στομάχου τε καὶ φάρυγγος, εἰς ἣν ἑκατέρου τὸ στόμα ἀνήκει. καλοῦσι δὲ αὐτὴν μὲν τὴν χώραν ἰσθμὸν, ἐπειδὴ στενὴ καὶ προμήκης ἐστὶ, τὸ περιέχον δὲ αὐτὴν σῶμα φάρυγγα, καθ’ ἣν ἑκατέρωθεν εἷς ἐστι μῦς ἔν τε τῷ φωνεῖν καὶ καταπίνειν ἐνεργῶν, ἡ κεφαλὴ δὲ αὐτῶν πλησίον τέτακται τοῖς κάτωθεν ἀνιοῦσιν εἰς τὰ πλάγια τῆς γλώσσης μυσίν.

Περὶ τῶν τράχηλον κινούντων μυῶν.

Οἱ μὲν οὖν τραχήλου καὶ κεφαλῆς μύες κοινοὶ ἔμπροσθεν εἴρηται· τρεῖς μὲν αἱ πρῶται συζυγίαι τῶν ἓξ τῶν κατ’ ἰνίον, ἑτέρα δὲ μία τῶν ὑποβεβλημένων τῷ στομάχῳ. συνελόντι γὰρ εἰπεῖν, ὁπόσοι τῆς κεφαλῆς ἐκφυόμενοι τῷ τραχήλῳ παντὶ καταφύονται, κινοῦσιν ἄμφω τὰ μόρια. περὶ δὲ τῶν ἰδίων τοῦ τραχήλου μυῶν ἐν τῷδε ῥηθήσεται. δύο καθ’ ἑκάτερον μέρος αὐτοῦ εἰσιν, ὁ μὲν ὀπίσθιός πως μᾶλλον, ὁ δὲ ἐμπρόσθιος· ἐκφύεται δὲ ὁ μὲν ὀπίσθιος ἐκ τῆς πλαγίας ἐξοχῆς τοῦ πρώτου σπονδύλου κατ’ αὐτὸ μάλιστα τὸ κυρτότατον αὐτῆς. ἐκ γὰρ τῆς πρόσω μᾶλλον ὁ ἐπὶ τὴν ἀρχὴν τῆς ὠμοπλάτης ἀνατεινόμενος, ὑπὲρ οὖ ἔμπροσθεν εἶπον, ἔχει τὴν ἔκφυσιν. ὁ δὲ ὀπίσθιος τοῦ τραχήλου μῦς οὗτος, ὑπὲρ οὗ νῦν πρόκειται λέγειν, ἄχρι τῆς ὠμοπλάτης καθήκει ἐμπεφυκὼς ἐξ ἁπάντων τῶν σπονδύλων διὰ συνδέσμων ἰσχυρῶν ὡς δοκεῖν πολλοὺς εἶναι μῦς καὶ τὸ κάτω πέρας αὐτοῦ συνεχὲς ἀκριβῶς ἐστι τῷ κατὰ τὰ σιμὰ τῆς ὠμοπλάτης τοῦ θώρακος μυί. ὁ δὲ ἕτερος ὁ πρόσθιος τοῦ τραχήλου μῦς οὗτος ἄρχεται μὲν ἐκ τῆς διατετρημένης ἀποφύσεως τοῦ δευτέρου σπονδύλου, συνεκφύεται δὲ καὶ τοῖς ἄλλοις τοῖς κατὰ τὸν τράχηλον· ἐντεῦθεν δὲ διὰ τῶν μασχαλῶν ἄχρι τῆς πέμπτης πλευρᾶς τῷ θώρακι ἀφικνεῖται ψαύων ἔστιν ὅτε καὶ τῆς ἕκτης. καταφύεται δέ τις μοῖρα καὶ εἰς τὴν πρώτην αὐτοῦ πλευρὰν τὴν ἐφεξῆς τῇ κλειδί. στρογγύλος πως μᾶλλον οὗτος ὁ μῦς ἐστι καὶ μακρός. ἐνέργεια δὲ αὐτοῦ καθαρὰ μὲν ἐπιπέφυκε τῷ τραχήλῳ κάμπτειν τοῦτον, ὡς ἐπὶ τὰ πρόσω λοξόν· καθὰ δὲ εἰς τὰς πλευρὰς τοῦ θώρακος ἀφικνεῖται, διαστέλλειν ἐκεῖνον. ὅθεν ἄμεινον ἤτοι δύο μύες ἀλλήλοις ἡνωμένους ὁμοίως τοῖς προειρημένοις ὑπολαμβάνειν αὐτοὺς ἢ εἴπερ ἔνα χρὴ τιθέναι, τοῦ θώρακος νομίζειν αὐτόν. ἐκεῖνος μὲν γὰρ ἐναργῶς φαίνεται διαστέλλων τὸν θώρακα, τὸν τράχηλον δὲ ἐπινεύων αὐτὸς οὐχ ὁμοίως ἐναργῶς φαίνεται. ἀντιτεταγμένην δὲ αὐτῷ κίνησιν ὁ προειρημένοις ἔχει κάμπτων καὶ αὐτὸς εἰς τὰ πλάγια καὶ πρὸς τοὐπίσω μᾶλλον ὅλον τὸν τράχηλον. εἰ δὲ ἀμφότεροι ταθεῖεν ἅμα τὴν μέσην καμπτὴν ἐπὶ τὰ πλάγια τοῦ σύμπαντος ἐργάζονται τραχήλου. εἰ δὲ οἱ πρόσθιοι μύες μόνοι ταθεῖεν οἱ ἑκατέρωθεν, ὅ τε ἐκ τῶν δεξιῶν καὶ ὁ ἐκ τῶν ἀριστερῶν ὅλον εἰς τὰ πρόσω τὸν τράχηλον ἐπινεύειν ἀναγκάζουσιν· ὁ δὲ ὄπισθεν ἀνανεύειν ὅλον ὀπίσω. εἰ δὲ καὶ πάντες ἅμα ταθεῖεν οἱ τέσσαρες ἰσόῤῥοπος εἰς ἅπαντα τὰ μέρη γένοιτο ἂν οὕτως ὁ τράχηλος, ὡς κἀν τῷ τετάνῳ συμβαίνει πάθει.

Περὶ τοῦ κατὰ τὰ σιμὰ τῶν ὠμοπλατῶν τὸν θώρακα διαστέλλοντος μυός.

Τὸν διαστέλλοντα τὸν θώρακα μεγάλην διαστολὴν μῦν, ἕνα καθ’ ἑκάτερον ὑπάρχοντα μέρος εἴτε κοινὸν τῆς ὠμοπλάτης καὶ θώρακος ὀνομάζειν ἐθελήσειέ τις, εἴτε τοῦ θώρακος μόνου τὸν κατ’ ὠμοπλάτην οὐ διοίσει. ἐκφύεται δὲ ἀπὸ τῆς βάσεως αὐτῆς ἐπιτεταμένος ἅπαντι τῷ θώρακι. τουτὶ μὲν οὖν αὐτοῦ κατακέκρυπται τὸ μέρος, ὥστε οὐκ ἂν αὐτὸ θεάσαις πρὶν ἀφελεῖν τὴν ὠμοπλάτην. τὸ δὲ ἀπὸ τοῦδε σύμπαν ἐστὶ φανερὸν ἐπιπεφυκὸς τῷ θώρακι μέχρι τοῦ καθήκοντος ἐπὶ τὴν ἕκτην πλευρὰν μυὸς ἀπὸ τοῦ τραχήλου, ἀλλὰ καὶ τῶν νόθων πλευρῶν ἐπιβαίνει δυοῖν ὁ μῦς οὗτος ἐγγὺς ἤδη τῶν χονδρωδῶν ἀποφύσεων. ἔστι δὲ οὐ συνεχὴς αὐτοῦ ἡ κατάφυσις, ἀλλ’ οἷον εἰς μικρούς τινας ἐσχισμένη μῦς ἕνα καθ’ ἑκάστην πλευρὰν, ἐφεξῆς δὲ τοῖς τούτου πέρασιν ἅπασι τοῖς τὴν ἀρχὴν τῆς ἐκφύσεως ὁ μέγιστος ἔχει τῶν κατ’ ἐπιγάστριον μυῶν ἐσχισμέναις ὁμοίως καὶ αὐτὸς ἐκφύσεσιν ἀνηρτημένος.