GetPassage urn:cts:greekLit:tlg0057.tlg066.1st1K-grc1:9.1-9.17 urn:cts:greekLit:tlg0057.tlg066.1st1K-grc1:9.1-9.17
ΓΑΛΗΝΟΥ ΘΕΡΑΠΕΥΤΙΚΗΣ ΜΕΘΟΔΟΥ ΒΙΒΛΙΟΝ Ι.

Τῶν ἐφημέρων πυρετῶν, ὧ Εὐγενιανὲ, τὴν τῆς θεραπείας μέθοδον ἐν τῷ πρὸ τούτου γράμματι διῆλθον ὀγδόῳ τῆς ὅλης ὄντι πραγματείας. ἔστι δὲ τοῦ γένους τοῦδε τῶν πυρετῶν εἷς ὁ παροξυσμὸς, ἡμέρᾳ μιᾷ περιγραφόμενος ὡς τὸ πολὺ κατά γε τὴν ἑαυτοῦ φύσιν. ὅσα γὰρ ἢ διὰ τὴν τῶν ἰατρῶν ἀμαθίαν ἢ διὰ τὴν τῶν καμνόντων ἀκολασίαν ἢ διὰ τὴν τῶν ὑπηρετούντων πλημμέλειαν ἁμαρτανόμενα περὶ τοὺς τοιούτους πυρετοὺς εἰς ἕτερόν τι γένος αὐτοὺς μεθίστησιν, οὐ κατὰ τὴν οἰκείαν αὐτῶν ἀποβαίνουσι φύσιν. οὐδὲν γὰρ δήπου θαυμαστὸν ἐκ τῶν ἁμαρτανομένων οὐ μηκύνεσθαι μόνον ἢ μεταπίπτειν εἰς ἕτερόν τι γένος ἡντινοῦν τῶν νόσων, ἀλλὰ καὶ γεννᾶσθαι νῦν ἔμπροσθεν οὐκ οὖσαν. ὅπου γὰρ οὐδὲ τοῖς ὑγιαίνουσιν ἁμαρτάνειν ἀσφαλὲς, σχολῇ γ’ ἀκίνδυνον ἄν ποτε τοῖς κάμνουσι γένοιτο. λοιπῶν δ’ ὑπαρχόντων δυοῖν γενῶν, ὡς ἐν τῷ περὶ τῆς διαφορᾶς τῶν πυρετῶν ὑπομνήμασιν ἐπιδέδεικται, τὸ μὲν ἕτερον ἐπὶ χυμοῖς σηπομένοις ἐδείκνυτο γίνεσθαι, τὸ δ’ ἕτερον αὐτὰ τὰ στερεὰ τοῦ ζώου μόρια κατειληφὸς ἑκτικὸν ὀνομάζεται. μεταπίπτουσι δ’ εἰς ἑκάτερα γένη πολλάκις οἱ ἐφήμεροι πυρετοὶ, καθάπερ ἔμπροσθεν ἐδείκνυμεν, εἰ μή τις αὐτοὺς προσηκόντως μεταχειρίζοιτο. ὥσπερ δ’ ἐν τοῖς ἄλλοις ἅπασι πράγμασιν ὅσα κοινωνεῖ ταῖς φύσεσιν ἑνὶ περιλαμβανόμενα γένει καὶ διὰ τοῦτ’ εἰς ἄλληλα μεταπίπτειν δυνάμενα, τρίτη τις ἰδέα κατὰ τὴν μετάπτωσιν αὐτῶν συνίσταται, μηδετέρου τῶν ἄκρων ἀκριβοῦσα τὸν τύπον, οὕτω κᾀν ταῖς τῶν ἐφημέρων πυρετῶν μεταπτώσεσι φαντασθείη τις ἂν ἕτερόν τι γένος ἐν τῇ μεταπτώσει συνίστασθαι, μηδετέρῳ τῶν ἄκρων ταὐτόν. καί μοι δοκεῖ περὶ τοῦδε πρώτου διοριστέον εἶναι, ἵν’ ὥσπερ καὶ τἄλλα καὶ τοῦτο γνωρίζοιτό τε συνιστάμενον αὐτίκα καὶ κωλύοιτο κατὰ τὴν πρώτην γένεσιν, ὡς μηδὲ δυσίατον ἢ ἀνίατον αὐξηθὲν γενέσθαι. μέσον δ’ αὐτὸ συνιστάμενον οὔτε γνωρίσαι δυνατὸν οὔτε ἰάσασθαι τοῖς ἀγνοοῦσι τὴν ἰδέαν τῶν ἄκρων ὧν ὑπάρχει μέσον. ἀλλά σοί γ’ ἐπισταμένῳ τά τε τῶν ἐφημέρων πυρετῶν γνωρίσματα καὶ τὰ τῶν ὑπολοίπων δύο γενῶν, ἐπειδὰν ἤτοι νοθεύηται κατά τι ἢ παρεμφαίνηται τὰ τῶν ἄλλων, οὐδὲν ἂν εἴη χαλεπὸν ὑποπτεύειν ἤδη τὴν μετάπτωσιν. ἐπ’ ἐγκαύσεσι μὲν οὖν, ἢ ἀπεψίαις, ἢ κόποις, ἢ ἀγρυπνίαις, ἢ πάθεσι ψιχικοῖς, ἢ βουβῶσιν τοῖς διά τινα αἰτίαν προφανῆ γεγενημένοις, μέχρι τρίτης ἡμέρας οὐκ ἄν ποτε προέλθοι πυρετοῦ παροξυσμὸς, ἄνευ τοῦ πλημμεληθῆναί τι περὶ τὸν κάμνοντα. τοῖς δ’ ἐπὶ στεγνώσει πυρέξασιν ἐγχωρεῖ καὶ ταύτης ἐξωτέρω προβῆναι τὸν παροξυσμόν. ἐπειδὴ γὰρ ἡ στέγνωσις ἤτοι φραχθέντων ἢ μυσάντων γίγνεται τῶν πόρων, ἢ καὶ τοῦ σώματος αὐτοῦ πιληθέντος ἀμετρότερον, εὐλόγως ἔφαμεν ἐπί τε κρύει καὶ λουτροῖς ἤτοι τῇ θίξει ψύχουσιν, ἢ τῇ δυνάμει καὶ φαρμάκοις τοῖς τοιούτοις, ἔτι δὲ τοῖς ξηραίνουσι τὸ δέρμα, καθάπερ ἡλίῳ διακαεῖ καὶ τοῖς πιλοῦσιν, ὡς τῇ σκληρᾷ τρίψει μετὰ τῶν ψυχόντων κατέχεσθαι μὲν ἐντὸς τοῦ σώματος τὰς οἷον καπνώδεις ἢ λιγνυώδεις ἀποῤῥοὰς, ἀνάπτεσθαι δ’ ἐπ’ αὐτοῖς τὸν πυρετόν. ἀλλ’ ἐπὶ τούτοις μὲν, ὡς εἴρηται, πίλησίν τέ τινα γίγνεσθαι τῶν σωμάτων αὐτῶν καὶ μύσιν τῶν πόρων, ἔμφραξιν δὲ διὰ γλίσχρους ἢ παχεῖς ἢ πολλοὺς χυμούς. καὶ τοίνυν καὶ τοὺς πυρετοὺς ὅσοι μὲν ἐπὶ μύσει τῶν πόρων ἢ πιλήσει προσφάτῳ τῶν σωμάτων ἐγένοντο, παύεσθαί τε μετὰ τὸν πρῶτον παροξυσμὸν, ἐάν τις ὀρθῶς αὐτοῖς προσφέρηται καὶ ὄντως τούτους ἐφημέρους γίγνεσθαι καὶ προσαγορεύεσθαι· ὅσοι δ’ ἐπ’ ἐμφράξει τὴν γένεσιν ἔσχον, εἰ μὲν ὀλίγη τις αὕτη συσταίη, λύεσθαι καὶ τούτους ὁμοίως γε τοῖς ἄλλοις ἐφημέροις, ἐὰν ἰάσηταί τις αὐτοὺς προσηκόντως· εἰ δ’ ἰσχυρῶς οἱ χυμοὶ σφηνωθεῖεν, ὡς μοχλείας δεῖσθαι σφοδροτέρας, ἐκτείνεσθαι μὲν ἀνάγκη τοὺς τοιούτους πυρετοὺς ὑπὲρ τὴν μίαν ἡμέραν, ἐκπεπτωκέναι δὲ δοκεῖν ἤδη τοῦ γένους τῶν ἐφημέρων. πῶς γὰρ ἂν ἐφήμερος ἔτι δύναιτο λέγεσθαι πυρετὸς ὁ μέχρι τρίτης ἡμέρας ἐκτεινόμενος; ἐν γὰρ τῇ δευτέρᾳ τῶν ἡμερῶν προσήκει παύεσθαι τὸν τοιοῦτον πυρετὸν, ὅσον ἐπὶ τῇ προσηγορίᾳ. λέλεκται γὰρ ἔμπροσθεν ὡς τεττάρων καὶ εἴκοσιν ὡρῶν ὁ χρόνος ἐστὶ τῆς οὕτω λεγομένης ἡμέρας, ὡς συναριθμεῖσθαι καὶ τὴν νύκτα τῷ ὀνόματι τῆς ἡμέρας. καὶ μὴν εἰ μήτε σῆψις εἴη χυμῶν μήτ’ αὐτὸ τὸ σῶμα τὴν πυρεκτικὴν θερμασίαν ἑκτικῶς ἀναδέξαιτο, τῶν δύο γενῶν ἐκπεπτωκὸς ἂν εἴη. ἢ τοίνυν ἄλλο γένος ἐπὶ τοῖς εἰρημένοις τρισὶν ἀναγκαῖόν ἐστι λέγειν ἐν τῇ πρώτῃ διαιρέσει τῶν πυρετῶν, ἢ καταφρονοῦντα τῆς προσηγορίας ἐφημέρους ὀνομάζειν αὐτούς. οὐ γὰρ δὴ τῆς γ’ οὐσίας ἦν αὐτῆς τῶν τοιούτων πυρετῶν ὁ ἐφήμερος ὄνομα· προσηγορίας δ’ οἰκείας ἀποροῦντες ἕνεκα σαφοῦς καὶ συντόμου διδασκαλίας ἀπὸ τοῦ πολλάκις αὐτοῖς ἑπομένου τοὔνομα ἐθέμεθα. φύσις μὲν οὖν αὐτῶν ἡ αὐτὴ τοῖς ἐφημέροις ἐστὶν, ὄνομα δὲ οὐ ταὐτόν.

Ἐφ’ ὧν γὰρ ὁ παροξυσμὸς εἷς ἀπ’ ἀρχῆς ἄχρι παντὸς διαμένων εἰς πολλὰς ἡμέρας ἐκτείνεται συνόχους ὀνομάζουσι τοὺς τοιούτους πυρετοὺς, οὐχ Ἑλληνικῷ μὲν ὀνόματι χρώμενοι, σολοικίζειν δ’ ἑλόμενοι μᾶλλον ἢ καταλιπεῖν ἀνώνυμον αὐτῶν τὴν ἰδέαν. ἀλλ’ ὥσπερ ἰδέα μία τῶν τοιούτων ἐστὶ πυρετῶν, ἀφ’ ἧς ὀνομάζουσι συνόχους αὐτοὺς, οὕτως ἡ φύσις οὐκέθ’ ἁπλῆ καὶ μία. τινὲς μὲν γὰρ αὐτῶν ἐναργὲς ἔχουσι τὸ τῆς σήψεως σημεῖον· ἔνιοι δ’ οὐδ’ ὅλως ἔχουσιν, οὓς ἐκ τοῦ γένους τῶν ἐφημέρων πυρετῶν ἔφαμεν εἶναι. ἐπειδὴ γὰρ ἡ τοῦ παροξυσμοῦ παῦλα διαπνεομένων εἴωθε γίγνεσθαι τῶν ζεσάντων χυμῶν, οὐ διαπνεῖται δ’ ἐπὶ ταῖς ἰσχυραῖς στεγνώσεσιν, ἀναγκαῖόν ἐστι πολυήμερον γίγνεσθαι τὸν παροξυσμόν. ὅταν οὖν μηδεμία συνῇ τῷ τοιούτῳ πυρετῷ πρόφασις ἀρχὴν ἑτέρου παροξυσμοῦ γεννῶσα, πρὸς τῷ πολυήμερος ὑπάρχειν οὐδ’ εἰσβολὴν ἐπισημασίας οὐδεμιᾶς ποιεῖται· μένει δ’ ἀπ’ ἀρχῆς ἄχρι τέλους εἷς ὁ πυρετὸς, οὔτ’ ἀμφημερινὴν οὔτε διὰ τρίτης οὔτε διὰ τετάρτης ἡμέρας ἔχων ἐπισημασίαν. ὅταν δ’ ἀκούσῃς μου λέγοντος ἐντὸς τοῦ σώματος στέγεσθαι τὸ πυρετῶδες θερμὸν ἐπὶ τῶν ἰσχυρῶς ἐστεγνωμένων σωμάτων, οὐχ οὕτω χρὴ νομίζειν ἀκριβῶς γεγονέναι τὴν πύκνωσιν, ὡς μηδενὶ τῶν ἱκανῶς λεπτυνθέντων χυμῶν ἐπιτρέπειν εἰς τοὐκτὸς διαῤῥεῖν. οὐδὲ γὰρ οὐδ’ ἐπὶ τῶν ὀστῶν λεγόμενον ἀληθὲς ἂν εἴη τοῦτο, μήτοι γε δὴ τῶν σαρκῶν τε καὶ τοῦ δέρματος. ἀλλ’ ὅταν ἡ μὲν ἐκ τῶν ζεόντων χυμῶν ἀναθυμίασις ᾖ παμπόλλη, διαῤῥέῃ δ’ ἐκτὸς ὀλίγη, τὴν ὑπολειπομένην ἀνάγκη διαφυλάττειν τὸν πυρετὸν, οὐ μόνον τῷ μένειν αὐτὴν, ἀλλὰ καὶ τῷ τὰ πλησιάζοντα συνεκκαίειν.

Ἐπεὶ τοίνυν ἐν δυοῖν τούτοιν ἐστι τὸ φυλάττεσθαι τὸν πυρετὸν, τῷ τε μὴ διαπνεῖσθαι πᾶσαν τὴν ἀτμίδα καὶ τῷ συνεκθερμαίνειν τὰ ψαύοντα, τρεῖς ἀνάγκη διαφορὰς ἐν τοῖς συνόχοις γίγνεσθαι πυρετοῖς, ἤτοι διαμένοντος ἴσου τοῦ μεγέθους, ὃ κατὰ τὸν πρῶτον παροξυσμὸν ἔσχεν ἀκμάσας, ἢ προστιθέντος, ἢ ἀφαιροῦντος ἀεί τι σμικρὸν, καὶ ταῦτα ποιοῦντος ἢ ὁμαλῶς, ἢ ἀνωμάλως. ἂν μὲν οὖν ἴσον ᾖ τῷ διαπνεομένῳ τὸ ἀναπτόμενον, οὔτ’ αὔξησιν οὔτε μείωσιν ἕξει τὸ πυρετῶδες θερμὸν, ἀλλ’ οὕτως ἑαυτῷ διαμενεῖ παραπλήσιον ὡς εἰ μήτε προσετίθετο μηδὲν αὐτῷ μήτ’ ἀφῃρεῖτο. διαφέρει γὰρ οὐδὲν εἴς γε τὴν τῆς ἰσότητος διαμονὴν ἢ διαφυλάττεσθαι τὴν αὐτὴν οὐσίαν διαπαντὸς, ἢ τῷ ἐκκενουμένῳ τὸ προστιθέμενον ἴσον ὑπάρχειν· εἰ δέ γε θάτερον αὐτῶν ἐπικρατήσειεν, εἰ μὲν τὸ κενούμενον, ἐλαττοῦσθαι τὸν πυρετὸν ἀναγκαῖόν ἐστιν· εἰ δὲ τὸ προστιθέμενον, αὐξάνεσθαι πάντως. εὔδηλον δὲ καὶ ὡς τὸ μᾶλλόν τε καὶ τὸ ἧττον ἕτερον ἑτέρου τὸν πυρετὸν αὐξάνεσθαί τε καὶ μειοῦσθαι διὰ τὸ τῆς πλεονεξίας ἄνισον ἀναγκαῖόν ἐστι γίγνεσθαι. ποτὲ μὲν γὰρ πλέονι μέτρῳ, ποτὲ δ’ ἥττονι πλεονεκτούσης ἤτοι τῆς γενέσεως τῶν πυρετῶν ἢ τῆς διαπνοῆς, οὔτε τοῖς αὐξανομένοις ἅπασιν ἴσην τὴν αὔξησιν οὔτε τοῖς μειουμένοις τὴν καθαίρεσιν οἷόν τε γίγνεσθαι· παμπόλλην δ’ εἶναι τὴν ἐν τῷ μᾶλλόν τε καὶ ἧττον διαφοράν. ἓν μὲν δὴ τοῦτο τὸ γένος ἢ εἶδος ἢ ὅ τί περ ἂν ὀνομάζειν ἐθέλῃς ἐστὶ συνόχων πυρετῶν, ἐκ τῆς αὐτῆς ὑπάρχον φύσεως τοῖς ἐφημέροις. ἕτερον δ’ ὅταν ἐν ἅπασι τοῖς ἀγγείοις καὶ μάλιστα τοῖς μεγίστοις ὁμοτίμως οἱ χυμοὶ διασήπωνται. τῶν τοιούτων πυρετῶν οὐδέτερον ἐν ἰσχνῷ καὶ ψυχρῷ σώματι φιλεῖ συνίστασθαι, τὰ πολλὰ δ’ ἐν πολυαίμοις τε καὶ πολυσάρκοις ἡ γένεσις αὐτῶν. αἵ τε γὰρ ἐμφράξεις οὐχ ἱκαναὶ γεννῆσαι πυρετὸν ἄνευ σήψεως, εἰ μὴ τὸ διαπνεόμενον εἴη πολὺ καὶ θερμὸν, ἥ τε σηπεδὼν τῶν χυμῶν εἰς ἁπάσας τὰς μεταξὺ βουβώνων τε καὶ μασχαλῶν φλέβας ὁμοτίμως τε καὶ διὰ ταχέων ἐκταθῆναι κατὰ τὰς ψυχρὰς ἕξεις οὐ δύναται. δεῖται γὰρ ἀεὶ τὰ σηπόμενα θερμά τ’ εἶναι καὶ ὑγρὰ καὶ δυσδιάπνευστα. διὰ τοῦτο οὖν οὔτ’ ἐν ψυχραῖς ἡλικίαις οὔτ’ ἐν κράσεσι σωμάτων ψυχραῖς, εἴτ’ οὖν ἔξ ἀρχῆς εἴτε καὶ νῦν εἴη γεγονότα ψυχρὰ, σύνοχοι γεννῶνται πυρετοὶ, καθάπερ οὐδ’ ἐν ἰσχνοῖς ἢ ἀραιοῖς, ἀλλὰ καὶ τῶν ἡλικιῶν ταῖς θερμαῖς καὶ τῶν φύσεων καὶ τῶν ἐπικτήτων κράσεων ταῖς ὁμοίαις ἐγγίγνονται καὶ μᾶλλον ὅταν εὔσαρκοί τε καὶ πολύαιμοι καὶ πυκνοὶ τὰς ἕξεις οἱ κάμνοντες ὦσιν, ἢ περιττώμασι θερμοῖς πεπληρωμένοι. ταῦτ’ ὄρα τοῖς οὕτω πυρέττουσιν ὁ σφυγμὸς μέγιστός ἐστι, ὁμαλὸς καὶ σφοδρός· καὶ τὴν σύστασιν τῆς ἀρτηρίας οὔτε σκληροτέραν οὔτε μαλακωτέραν τοῦ κατὰ φύσιν ἔχων, τάχους δ’ εἰς τοσοῦτον ἥκει καὶ πυκνότητος εἰς ὅσον ἂν ὁ πυρετὸς αὐτὸς ἥκοι μεγέθους. κοινὰ μὲν οὖν ἀμφοῖν ταῦτα· πρόσεστι δ’ ἐξαίρετα θατέρῳ σημεῖα τὰ τῆς σήψεως, ἐν οὔροις τε καὶ σφυγμοῖς καὶ τῷ τῆς θερμασίας ἀηδεῖ.

Καὶ δὴ παραδείγματος ἕνεκα ἀναμνήσω σε δυοῖν νεανίσκοιν οὓς ἐθεάσω μεθ’ ἡμῶν. ἦν δὲ ὁ μὲν ἕτερος αὐτῶν ἐλεύθερος καὶ γυμναστικὸς, ὁ δ’ ἕτερος δοῦλος οὐκ ἀγύμναστος μὲν, οὐ μὴν τά γε κατὰ παλαίστραν δεινὸς, ἀλλ’ ὅσα δούλῳ πρέπει, τὰ ἐφήμερα γυμνάσιά τε ἅμα καὶ ἔργα μεταχειρίζεσθαι. ὁ μὲν οὖν ἐλεύθερος τὸν χωρὶς σήψεως ἐπύρεξε σύνοχον, ὁ δὲ δοῦλος τὸν μετὰ σήψεως. ὁποίαν δ’ ἑκατέρῳ τὴν ἴασιν ἐποιησάμεθα καιρὸς ἂν εἴη λέγειν, ἐπειδὴ μάλιστα μὲν χρὴ γυμνάζεσθαι τοὺς μανθάνοντας ὁτιοῦν ἐπὶ παραδειγμάτων· οὐ γὰρ ἀρκοῦσιν αἱ καθόλου μέθοδοι πρὸς τὴν ἀκριβῆ γνῶσιν. ἀμείνω δὲ τῶν παραδειγμάτων ἐστὶν ὧν αὐτόπται γεγόναμεν· ὡς εἴ γε πάντες οἱ διδάσκειν ἢ γράφειν ὁτιοῦν ἐπιχειροῦντες ἔργοις ἐπεδείκνυντο πρότερον αὐτὰ, παντάπασιν ἂν ὀλίγ' ἄττα ψευδῶς ἦν λεγόμενα. νυνὶ δ' οἱ πλεῖστοι διδάσκειν ἄλλους ἐπιχειροῦσιν ἃ μήτ' αὐτοί ποτ' ἔπραξαν μήτ' ἄλλοις ἐπεδείξαντο. τοὺς μὲν οὖν πολλοὺς τῶν ἰατρῶν οὐδὲν θαυμαστὸν ἀμελήσαντας ἤθους χρηστοῦ δοξοσοφίαν μᾶλλον ἢ ἀλήθειαν σπουδάσαι. τὸ δ' ἡμέτερον οὐχ ὧδ' ἔχει. οὐ γὰρ δὴ χθὲς ἢ πρώην, ἀλλ' εὐθὺς ἐκ μειρακίου φιλοσοφίας ἐρασθέντες ἐπ' ἐκείνην ἥξαμεν πρῶτον. εἶθ' ὕστερον τοῦ πατρὸς ὀνείρασιν ἐναργέσι προτραπέντος ἐπὶ τὴν τῆς ἰατρικῆς ἄσκησιν ἀφικόμεθα καὶ δι' ὅλου τοῦ βίου τὰς ἐπιστήμας ἑκατέρας ἔργοις μᾶλλον ἢ λόγοις ἐσπουδάσαμεν. οὐδὲν οὖν θαυμαστὸν ἐν ᾧ προσαγορεύουσιν ἄλλοι, περιθέοντες ὅλην τὴν πόλιν ἐν κύκλῳ καὶ συνδειπνοῦσι καὶ παραπέμπουσι τοὺς πλουτοῦντάς τε καὶ δυναμένους, ἐν τούτῳ τῷ χρόνῳ παντὶ φιλοπονοῦντας ἡμᾶς ἐκμαθεῖν μὲν πρῶτον ὅσα καλῶς εὕρηνται τοῖς παλαιοῖς, ἔπειτα διὰ τῶν ἔργων αὐτὰ κρῖναί τε ἅμα καὶ ἀσκῆσαι. τὸν τοίνυν γυμναστικὸν νεανίσκον ἀρξάμενον πυρέττειν ὥρας πρώτης τῆς νυκτὸς ἐθεασάμεθα κατὰ τὴν ἐπιοῦσαν ἡμέραν ὥρας που τρίτης. εὑρόντες δὲ πυρετὸν ἱκανῶς μὲν θερμὸν, ἀλλὰ καὶ τούς τε σφυγμοὺς ὁμαλοὺς καὶ μεγίστους καὶ ταχεῖς καὶ πυκνοὺς καὶ σφοδροὺς καὶ τὴν τῆς θερμασίας ποιότητα τὸ διαβρωτικὸν τῆς ἁφῆς οὐκ ἔχουσαν, ἔτι δὲ καὶ τὰ οὖρα τῇ τε συστάσει καὶ τῇ χροιᾷ τῶν κατὰ φύσιν οὐ πάνυ λειπόμενα, πυθόμενοί τε τοῦ τῶν γυμνασίων ἔθους ἠμεληκότα τὸν ἄνθρωπον ἡμέραις ὡς τριάκοντα, τῇ δὲ προτεραίᾳ μόνῃ γεγυμνάσθαι σφοδρότερον μὲν, ἀλλ’ οὐκ ἐπὶ πολὺ, προσενηνέχθαι τε τὰ συνήθη σιτία καὶ ταῦτα πεπέφθαι μὲν, ἀλλὰ βραδέως καὶ μόγις, ὡς ἂν ἐπιγενομένου κατὰ τὴν ἑσπέραν τοῦ πυρετοῦ, φαινομένου δὲ ἐρυθροῦ καὶ μεστοῦ τοῦ ἀνθρώπου καὶ μέντοι καὶ πληρώσεως αὑτῷ τινα αἴσθησιν εἶναι λέγοντος, ἐν τούτῳ τε φθεγξαμένου περὶ φλεβοτομίας τῶν παρόντων τινὸς, ἔδοξεν ἡμῖν ἀναβάλλεσθαι τὴν περὶ τοῦ βοηθήματος σκέψιν εἰς ἕτερον καιρὸν, ἅμα μὲν ἵνα ἀκριβέστερον διαγνῶμεν ἐκ ποίου γένους ἐστὶν ὁ πυρετὸς, ἅμα δ’ ἐξ ἀνάγκης διὰ τὴν προγεγενημένην βραδυπεψίαν. ἐπεὶ δὲ καὶ κατὰ τὴν ἑσπέραν ὁμοίως ἀκμάζειν ὁ πυρετὸς ἐφαίνετο μηδὲν ἀφαιρῶν αἰσθητῶς, ὕποπτος ἦν ἤδη σύνοχος ὑπάρχειν ἐπ’ ἐμφράξει τε καὶ πολυαιμίᾳ καὶ τῇ διὰ τὸ πλῆθος τῶν σαρκῶν στεγνώσει. διαφυλαχθέντος δὲ τοῦ μεγέθους ἴσου δι’ ὅλης τῆς νυκτὸς, ἐπὶ τῆς ὑστεραίας ἐδόκει τοῖς ἐπισκοπουμένοις αὐτὸν ἰατροῖς ἅπασι φλεβοτομητέος εἶναι. στάσεως δ’ ἐγγινομένης περὶ τοῦ καιροῦ καὶ κρατησάντων τῶν εἰς τὴν ἐπιοῦσαν ἀναβάλλεσθαι συμβουλευόντων, ὁ πυρετὸς ἐναργῶς ἐφάνη δι’ ὅλης τῆς ἡμέρας ἐπακμάζων ἑαυτῷ. κᾄπειτα τῆς ἐπιούσης νυκτὸς τῆς τρίτης ἄλλος μὲν οὐκ ἐγένετο παροξυσμὸς ὡς πρὸς τὸ πρῶτον ἐξ ἀναλογίας, ἀφόρητον δ’ ἦν τὸ καῦμα τῷ κάμνοντι, καὶ τάσις ὅλου τοῦ σώματος ὡς πεπληρωμένου καὶ σφυγμὸς τῆς κεφαλῆς, ἀγρυπνία τε διὰ ταῦτα δεινὴ καὶ μεταῤῥιπτοῦντος ἑαυτὸν ἄλλοτ’ εἰς ἄλλο σχῆμα τοῦ νεανίσκου. καὶ τοίνυν ὡς οὐκέτ’ ἔφερεν, ὥρας που τῆς νυκτὸς ὀγδόης, ἐκπέμψας οἰκέτην πρός με δεῖται παρ’ αὐτὸν ἀφικέσθαι διὰ ταχέων. ὑπακούω δὴ καὶ ἀπέρχομαι καὶ καταλαμβάνω θερμότατόν τε τὸν πυρετὸν καὶ τοὺς σφυγμοὺς οἵους ἔμπροσθεν εἶπον. ἐπεὶ δ’ οὔτ’ ἐν τούτοις οὔτε ἐν τοῖς οὔροις οὔτ’ ἐν αὐτῇ τῇ τῆς θερμότητος ποιότητι σημεῖόν τι σηπεδόνος ἐφαίνετο χυμῶν, ἐδόκει κάλλιον εἶναι τεμεῖν τὴν φλέβα, πρὶν ἄρξασθαι τὴν σῆψιν. ἀφαιρῶ τοίνυν αὐτοῦ τοσοῦτον ἐξεπίτηδες, ὡς λειποθυμίαν ἐπιγενέσθαι, μέγιστόν τι βοήθημα τοῦτο πυρετῶν συνόχων ἐν ἰσχυρᾷ δυνάμει καὶ τῷ λόγῳ καὶ τῇ πείρᾳ δεδιδαγμένος. πρῶτον μὲν γὰρ εἰς ἐναντίαν κατάστασιν ἀφικνεῖται τάχιστα ψυχόμενον ἐν τῇ λειποθυμίᾳ τὸ σῶμα. τούτου δ’ οὔτε τοῖς κάμνουσιν οὔτ’ αὐτῇ τῇ διοικούσῃ τὰ ζῶα φύσει δύναιτ’ ἄν τις εὑρεῖν ἥδιον ἢ χρηστότερον. ἔπειτα δ’ ἐξ ἀνάγκης ἐν τοῖς τοιούτοις σώμασιν ἕπεται διαχώρησις γαστρὸς, ἔστι δὲ ὅτε καὶ χολῆς ἔμετος, ἐφ’ οἷς αὐτίκα νοτίδες ἀπὸ παντὸς τοῦ σώματος, ἢ ἱδρῶτες. ἅπερ οὖν κᾀκείνῳ πάνθ’ ἑξῆς γενόμενα παραχρῆμα τὸν πυρετὸν ἔσβεσαν, ὥστε τινὰς τῶν παρόντων εἰπεῖν, ἔσφαξας ἄνθρωπε τὸν πυρετόν· ἐπὶ τούτου μὲν δὴ πάντες ἐγελάσαμεν. ὅπως δὲ πληρώσαιμι τὴν διήγησιν, οὐδὲν ἂν εἴη χεῖρον ὀλίγα προσθεῖναι. μετὰ δύο γὰρ τῆς φλεβοτομίας ὥρας βραχύ τι προσδοὺς τροφῆς τῷ κάμνοντι καὶ κελεύσας ἡσυχάζειν ἀπηλλαττόμην. ἀφικόμενος δὲ πέμπτης ὥρας τῆς ἡμέρας οὕτω βαθέως ὑπνοῦντα κατέλαβον ὡς ἁπτομένου μου μηδ’ ὅλως αἰσθάνεσθαι. λεγόντων δὲ καὶ τῶν ὑπηρετουμένων αὐτῷ βαθὺν οὕτως εἶναι τὸν ὕπνον ὡς μηδ’ ὅταν ἀπομάττωσιν αὐτοῦ τὰς νοτίδας ἐξεγείρεσθαι, συνεβούλευον οὕτω πράττειν, εἶναι γὰρ ἀκριβῶς ἤδη τὸν ἄνθρωπον ἀπύρετον. ἀφικόμενος δ’ αὖθις ὥρας δεκάτης εὗρον ἔτι καὶ τότε κοιμώμενον αὐτόν. ἐξελθὼν δὲ πάλιν ἐπ’ ἄλλους ἀῤῥώστους ἐπανῆλθον ὥρας πρώτης νυκτὸς ὁ κάμνων διεγερθείη τοῦ ὕπνου. καὶ τοίνυν οὕτω γενομένου ὅπως ὁ κάμνων διεγερθείη τοῦ ὕπνου. καὶ τοίνυν οὕτω γενομένου πτισάνης χυλῷ μόνῳ θρέψας αὐτὸν ἀπηλλαττόμην. ἐπιμετρήσας δὲ τὴν ὑστεραίαν ἐπὶ τὸ λουτρὸν ἀπέλυσα τῇ μετ’ αὐτήν. τὰ μὲν δὴ κατὰ τοῦτον οὕτως ἐπράχθη. τὰ δὲ κατὰ τὸν ἕτερον, ἤδη σοι δίειμι. δι’ ὅλης ἡμέρας ἐκεῖνος ὁ ἄνθρωπος καμὼν πολλὰ, κᾄπειτα λουσάμενος ὀλίγα τε προσενεγκάμενος ὑπήρξατο πυρέττειν ἐν τῇ νυκτὶ συνάψας αὐτῇ καὶ τὴν ἑπομένην ἡμέραν. ἐθεασάμεθα δ’ ἡμεῖς αὐτὸν μετὰ τὴν δευτέραν νύκτα τὰ μὲν οὖν ἄλλα πάντα τῷ προειρημένῳ παραπλησίως διακείμενον, ἐναργῆ δὲ τὰ τῆς σηπεδόνος τῶν χυμῶν ἔχοντα γνωρίσματα. φλέβα τοίνυν αὐτῷ παραχρῆμα διελόντες ἄχρι λειποθυμίας ἐκενώσαμεν. ἐφ’ ᾗ διαλιπόντες αὔταρκες ἐθρέψαμεν, μελικράτῳ μὲν πρῶτον, μετὰ δὲ ὥραν ἐκείνου. μίαν πτισάνης χυλῷ. καὶ πάντ’ ἐπέπρακτο ταῦτα πέμπτης ὥρας ἐντός. ὁμοίου δὲ αὐτῷ διαμένοντος τοῦ πυρετοῦ σύνοχον εἶναι προσεδοκήσαμεν ἐπὶ σήψει. καὶ τοίνυν καὶ οὕτως ἀπέβη. θεασάμενοι γὰρ αὐτὸν ὥρας που δευτέρας νυκτὸς ἐν ἴσῳ μεγέθει, τὸν διὰ τρίτης παροξυσμὸν ἤτοι γ’ ἐσόμενον ἢ οὐκ ἐσόμενον, ἀκριβῶς ἠβουλήθημεν παραφυλάξαι νυκτὸς ὥραν ἑβδόμην τὴν ὕποπτον ἔχοντα. ὄρθρου δὴ βαθέος ἐπὶ τὸν ἄνθρωπον ἐλθόντες εὕρομεν ὅπερ ἠλπίσαμεν. οὔτε γὰρ ὁ διὰ τρίτης ἐγεγόνει παροξυσμὸς ἐφαίνετό τε βραχύ τι μικρότερος ὁ πυρετὸς οὗ κατελείπομεν ἐπὶ τῆς ἑσπέρας. ὡς δὲ καὶ τῆς μεσημβρίας ἰδὼν αὐτὸν, ἦν ἤδη βεβαιότατος ἀφαιρεῖν τι βραχὺ καὶ σύνοχον εἶναι παρακμαστικὸν, ἄμεινον ἐδόκει θρέψαι καὶ τόθ’ ὁμοίως τὸν ἄνθρωπον. διελθούσης δὲ καὶ τῆς τετάρτης νυκτὸς ἐναργῶς ἐλάττων ἑαυτοῦ κατὰ τὴν τετάρτην ἡμέραν ἦν, ἐν ᾗ πάλιν ὁμοίως αὐτὸν θρέψαντες ἠκολουθήσαμεν ἀφαιροῦντες τοῦ μεγέθους, δι’ ὅλης τε τῆς ἡμέρας ἐκείνης καὶ τῆς ἐπιούσης νυκτὸς τῆς πέμπτης, ὥστ’ ἐναργῶς τῇ πέμπτῃ τῶν ἡμερῶν ἐλάττονα φαίνεσθαι τοῦ πρόσθεν. ἀνάλογον δὲ τῇ μειώσει τοῦ πυρετοῦ καὶ ἡ τῶν οὔρων πέψις προὐχώρει. καὶ ἦν δῆλον ὡς κατὰ τὴν ἑβδόμην ἡμέραν παύσαιτο, καὶ οὕτως ἐγένετο. παρακμαστικὸς οὖν ἀκριβῶς οὗτος ἡμῖν ὁ σύνοχος ἐπὶ σήψει χυμῶν ὤφθη. πολλοὺς δ’ ἄλλους συνόχους ἐθεασάμεθα τοὺς μὲν ἐπακμαστικοὺς, τοὺς δὲ ὁμοτόνους, ἢ ἀκμαστικοὺς, ἢ ὅπως ἄν τις ἐθέλοι καλεῖν, ἐνίους δ’ ὥσπερ καὶ οὗτος ὁ προειρημένος παρακμαστικούς· καὶ τινὰς μὲν ἐν τῇ πρώτῃ τῶν ἡμερῶν τὰ τῆς σήψεως ἔχοντας γνωρίσματα, τινὰς δ’ ἐν τῇ τρίτῃ σχόντας, ᾒ τὸ πλεῖστόν γε τῇ τετάρτῃ, ποτὲ μὲν ἀμαθίᾳ τῶν ἰατρῶν μὴ τεμνόντων τὴν φλέβα, ποτὲ δ’ αὐτῶν τῶν καμνόντων δειλίᾳ. τῶν γὰρ ἐπ’ ἐμφράξει μόνῃ πυρεξάντων οὐδεὶς μετέπεσεν εἰς τὸν ἐπὶ σηπεδόνι πυρετὸν ἀποχέαι τι φθασάντων αἵματος. ἰσχυρᾶς μὲν οὖν ὑπαρχούσης τῆς δυνάμεως καὶ τῆς ἡλικίας συγχωρούσης, ἄχρι λειποθυμίας ἄμεινον ἄγειν. εἰ δέ τι τούτων ἐνδέοι κατά τι, βέλτιον ἀφελεῖν μὲν ὅσον ἂν ἱκανὸν εἶναι φαίνηται, τήν γε πρώτην· ἐπαφαιρεῖν δ’ αὖθις ὅσον ἐνδέοι. μὴ φλεβοτομηθέντες γὰρ οἱ οὕτως πυρέττοντες εἰς ἔσχατον ἥκουσι κινδύνου, πλὴν εἴ ποτε ῥώμη δυνάμεως, ἢ αἱμοῤῥαγία λάβρος, ἢ ἱδρὼς πολὺς ἐξαρπάσειεν αὐτοὺς ὀλέθρου προφανοῦς. ἀλλ’ ὅμως ἔνιοι τῶν ἰατρῶν ὁρῶντες τὴν φύσιν ἐναργέστατα δι’ αἱμοῤῥαγίας ἐκσώζουσαν οὐκ ὀλίγους τῶν οὕτω κινδυνευόντων, ἀποδιδράσκουσι τὴν φλεβοτομίαν, οὔτ’ ἐμπειρίαν οὐδεμίαν οὔτε λόγον ἀληθῆ προστησάμενοι. τούτους μὲν οὖν ἐάσωμεν αὐτάρκως γε πρὸς αὐτοὺς διειλεγμένοι καθ’ ἓν ὅλον γράμμα τὸ περὶ φλεβοτομίας πρὸς Ἐρασίστρατον, αὐτοὶ δ’ αὖθις ἐπὶ τὸ προκείμενον ἴωμεν.

Ἦν δ’ ἐν τῷ νῦν λόγῳ προκείμενον ὑπὲρ ἐκείνων διελθεῖν τῶν ἰατρῶν ὅσοι στεγνώσεσιν ἕπονται ταῖς δι’ ἔμφραξιν. οὓς, εἰ μὲν ἄνευ σηπεδόνος εἶεν, ἐκ τοῦ τῶν ἐφημέρων ἔφασκον ὑπάρχειν γένους, εἰ δέ τις αὐτοῖς ἢ ἐξ ἀρχῆς εὐθέως ἢ ἐξ ὑστέρου σῆψις ἐπιγίγνοιτο, κατὰ μὲν ἁπάσας τὰς φλέβας καὶ μάλιστα τὰς μεγάλας συνισταμένης αὐτῆς τοὺς συνόχους γεννᾶσθαι πυρετοὺς, ἐν ἑνὶ δὲ μορίῳ τοῦ ζώου τοὺς κατὰ περίοδόν τινα παροξυνομένους. ἀλλὰ περὶ μὲν τούτων αὖθις. ὃ δὲ χρὴ καὶ δὶς οἶμαι καὶ τρὶς καὶ πολλάκις αὖθίς τε καὶ αὖθις εἰπεῖν, εἰ μέλλοιεν οἱ οὕτως νοσοῦντες ὀρθῶς θεραπευθήσεσθαι, τὸ τῆς φλεβοτομίας παραληπτέον ἐστίν. ὅσοις γὰρ ἐπὶ πλήθει χυμῶν δυσδιάπνευστον τὸ σῶμα γενόμενον ἤθροισε τοσαύτην θερμασίαν ὡς ἤδη πυρέττειν, ἀφαιρεῖν αἵματος χρὴ τοσοῦτον ἂν ὅσον ἡ δύναμις φέρει, γινώσκοντας ὡς εἰ μὴ παραληφθείη τὸ βοήθημα τοῦτο, πνιγήσεσθαι τοὺς οὕτω διακειμένους τὴν φύσιν, ἢ συγκόπτεσθαί γε πάντως αὐτοὺς, εἰ μήποθ’, ὡς εἴρηται, ῥώμη τῆς φύσεως ἢ ἱδρὼς πάμπολυς αὐτοὺς ἢ λάβρος αἱμοῤῥαγία ῥύσηται τοῦ θανάτου. δῆλον μὲν οὖν ἐστὶ, κᾂν ἐγὼ μὴ λέγω, τοῖς γε τὸ περὶ πλήθους γράμμα καλῶς ἀναλεγομένοις, οὐδὲν δ’ ἧττον εἰρήσεται καὶ πρὸς ἡμῶν ὅτι νῦν ὁ λόγος ἐστὶν οὐ περὶ τοῦ πρὸς τὴν δύναμιν πλήθους. οὔτε γὰρ ἐμφράττει τοῦτο τὰ στόματα τῶν ἀγγείων, ὡς κωλύειν τὴν ἀνάψυξιν, οὔτε τείνει τοὺς χιτῶνας αὐτῶν οὔτ’ ἔρευθος οὔτ’ ὄγκον ἐργάζεται, πολὺ δὲ δὴ μᾶλλον οὐδὲ τὰς τῆς σαρκὸς ἢ τοῦ δέρματος ἐπέχει διαπνοάς. ἀλλὰ περὶ τοῦ μηκέτι δυναμένου χωρεῖσθαι πρὸς τῶν ἀγγείων, ὃ καὶ διὰ τοῦτ’ αὐτὸ ῥηγνύναι τε καὶ ἀναστομοῦν εἴωθεν αὐτὰ καὶ τἄλλα συμπτώματα τὰ νῦν εἰρημένα φέρει τὴν ἔμφραξιν, τὴν τάσιν, τὸν ὄγκον, τὸ ἔρευθος, ὁ σύμπας μοι λόγος ἐπεράνθη τε καὶ νῦν οὐχ ἧττον περανθήσεται. τὸ γάρ τοι πλῆθος τοῦτο χρηστὸν ὂν συναύξεσθαι πέφυκε τῇ ῥώμῃ τῆς δυνάμεως· ὡς εἴ γε βαρύνειέ ποτ’ αὐτὴν, οὔτ’ αὐξηθήσεται τοῦ λοιποῦ καὶ παύσεται χρηστὸν ὑπάρχον. εἰ γὰρ ἅπαξ ἀπολέσειε τὸν ἐκ τῆς φύσεως κόσμον, ἀδύνατον αὐτῷ μὴ σαπῆναι, διότι μηδ’ ἄλλο μηδὲν ὑγρὸν καὶ θερμὸν σῶμα τουτωνὶ τῶν ἐκτὸς ὁρῶμεν ἄσηπτον διαμένον. ταῦτά τοι χρὴ σπεύδειν ἀφαιρεῖν τοῦ αἵματος, ὅπως ἡ τῶν ἀγγείων φύσις ἐκ τοῦ διαπνεῖσθαί τε καὶ ῥιπίζεσθαι τὴν φυσικὴν εὐκρασίαν φυλάττουσα κατὰ τὸν ἐξ ἀρχῆς τρόπον ἐπικρατῇ τῶν χυμῶν· ὡς εἴ γε δύσκρατος γενομένη κάμοι, κίνδυνος αὐτοῖς σαπῆναι. ἡ δυσκρασία δ’ ἐν αὐτῇ γίνεται διὰ τὴν τοῦ πυρετοῦ θέρμην. ἣν ὅταν τις ἀμαθὴς ἰατρὸς αὐξήσῃ τῷ μὴ κενῶσαι τὸ τῆς στεγνώσεως αἴτιον, ἄπορος ἡ λοιπὴ πᾶσα βοήθεια γίγνεται. τοῦ μὲν γὰρ πλήθους κενοῦσθαι δεομένου, τῆς θέρμης δ’ ἐμψύχεσθαι, μάχη καὶ στάσις εἰς ἄλληλα τοῖς ἰωμένοις βοηθήμασι γίγνεται, τῶν μὲν ἐμψυχόντων, εἰ καὶ τὴν εὐκρασίαν ἐκπορίζοιτο τῇ φύσει, κατεχόντων γοῦν τὸ πλῆθος ἐν τῷ σώματι, τῶν δὲ τῇ μανώσει τοῦ δέρματος ἐκκενούντων αὐτὸ θερμαινόντων ἁπάντων, ὥστ’ εἰ μὲν τοῦτο κενοῦν ἐθέλοις, αὐξήσεις τὸν πυρετὸν, εἰ δ’ ἐκεῖνον ἐμψύχειν, καθέξεις τοῦτο. ταύτην τὴν ἀπορίαν τῶν ἰαμάτων οἱ μὴ κενώσαντες εὐθὺς ἐξ ἀρχῆς ἐργάζονται, πεισθέντες Ἐρασιστράτῳ τῷ μηδὲ τὰς αὐτομάτους αἱμοῤῥαγίας μιμήσασθαι δυνηθέντι. κάλλιστον μὲν οὖν εὐθέως ὡς ἐθεάσω διαπαντὸς ἡμᾶς ποιοῦντας, οὐχ ἡμερῶν ἀριθμῷ ἐπὶ παντὸς πράγματος προσέχειν τὸν νοῦν, ἀλλὰ τῇ ῥώμῃ μόνῃ τῆς δυνάμεως ἐπὶ τῶν τοιούτων πυρετῶν· εἰ γὰρ αὐτὴ διασώζοιτο, μὴ μόνον ἑκταίους ἤ ἑβδομαίους, ἀλλὰ καὶ κατὰ τὰς ἑξῆς ἡμέρας φλεβοτομεῖν. εἰ δ’ ἀναγκασθείης ποτὲ θεραπεύειν ἄῤῥωστον, ᾧ μὴ μόνον ἔμπροσθεν παρελείφθη τὸ τῆς φλεβοτομίας βοήθημα, ἄλλα καὶ νῦν ἤτοι διὰ τὴν ἀμαθίαν τῶν ἰατρῶν, ἢ τὴν τοῦ κάμνοντος, ἢ τὴν τῶν οἰκείων αὐτῶν δειλίαν, ἐπὶ προήκοντι τῷ χρόνῳ κωλυθείης ἀφαιρεῖν αἵματος, ἐπὶ τὴν τοῦ ψυχροῦ δόσιν ἔρχεσθαι διορισάμενος ἀκριβῶς ὁπόση τις ἐξ αὐτοῦ γενήσεται βλάβη. μικρᾶς μὲν γὰρ ἢ οὐδ’ ὅλως ἐσομένης διδόναι πίνειν ἀκραιφνὲς ψυχρὸν ὅσον ἄν ὁ κάμνω βούληται· ἔτι καὶ μᾶλλον θαῤῥῶν, εἰ ψυχροπότης εἴη. μεγάλης δὲ τῆς βλάβης προσδοκωμένης ἀφίστασθαι μὲν τῆς δόσεως, τοῖς δὲ ἄλλοις χρῆσθαι βοηθήμασιν, ἃ τάς τ’ ἐμφράξεις ἐκφράττει καὶ τὸ πλῆθος κενοῖ καὶ πραΰνει τὸ ζέον τῶν πυρετῶν. αἱ δ’ ἐξ ἀκαίρου ψυχρᾶς πόσεως ἢ ἀμέτρου βλάβαι κατὰ τάδε γίγνονται, τοὺς γλίσχρους καὶ παχεῖς καὶ πολλοὺς χυμοὺς, εἴτ’ ἔμφραξιν, εἴτε σῆψιν, εἴτε φλεγμονὴν, εἴτε ἐρυσιπελατώδη διάθεσιν, ἢ σκιῤῥώδη τύχοιεν, ἢ οἰδηματώδη πεποιημένοι, κωλύει λεπτύνεσθαί τε καὶ διαφορεῖσθαι. ὅταν οὖν ἐκ τούτων μὲν ὁ πυρετὸς ἀνάπτηται, μηδὲν δὲ εἰς τὴν κένωσιν αὐτῶν ἡ τοῦ ψυχροῦ δόσις ὠφελῇ, παραχρῆμα μὲν οὐκ ὀλίγην φέρει τὴν ῥᾳστώνην ἐπὶ τὸ σβέσαι τὸν ἤδη γεγονότα πυρετὸν, ἅτε δὲ διαμενούσης τῆς αἰτίας αὖθις ἕτερον ἀναγκαῖον ἀνάπτεσθαι καὶ πολλάκις γε χαλεπώτερον τοῦ πρόσθεν, ὅταν ἐκ τοῦ ψυχροῦ πυκνωθῇ τὸ σῶμα. τουτὶ μὲν δή σοι βλάβης εἶδος ἕν οὐκ εὐκαταφρόνητον. ἕτερον δὲ τοιόνδε· πολλὰ τῶν ἀσθενεστέρων τοῦ κάμνοντος μορίων εἴτε διὰ φυσικὴν δυσκρασίαν εἴτε δι’ ἐπίκτητον βλάβην ὑπὸ τοῦ ψυχροῦ πλήττεται. τῷ μὲν γὰρ στόμαχος ἔπαθεν οὕτως ἰσχυρῶς ὡς μόγις καταπίνειν, τῷ δ’ ἡ γαστὴρ ὡς μόγις πέττειν, ἄλλῳ δὲ τὸ στόμα τῆς γαστρὸς, ἢ τὸ ἧπαρ, ἢ τὸ κῶλον, ἢ ὁ πνεύμων, ἢ αἱ φρένες, ἢ καὶ νὴ Δία νεφροὶ καὶ κύστις ἤ τι τοιοῦτον ἕτερον ὑπὸ τοῦ ψυχροῦ πληγὲν ἄῤῥωστον εἰς τὴν οἰκείαν ἐνέργειαν ἐγίνετο. τινὲς δὲ αὐτῶν ἐξ ἀκαίρου τε καὶ ἀμέτρου πόσεως οὐκ εἰς μακρὰν οὐδ’ εἰς ὕστερον, ἀλλ’ αὐτίκα δυσπνοίαις καὶ σπασμοῖς καὶ τρόμοις ἁλίσκονται καὶ συλλήβδην εἰπεῖν κακοῦνται πᾶν τὸ νευρῶδες γένος. οἶδ’ ὅτι φοβερὸν ἄν σε πρὸς τὴν τοῦ ψυχροῦ δόσιν εἰργασάμην ἐξ ὧν εἶπον, εἰ μή με πολλάκις ἐθεάσω μὲν χρησάμενον, ἀεὶ δ’ ὠφελήσαντα χωρὶς τοῦ βλάψαι τι τὸν κάμνοντα σαφές. ὅσοις μὲν γὰρ ἐν κυρίῳ μορίῳ φλεγμονώδης ὄγκος ἢ οἰδηματώδης ἢ σκιῤῥώδης ἐστὶν, οὐ χρὴ τούτοις διδόναι τὸ ψυχρόν· οὐ μὴν οὐδ’ ὅσοις ἔμφραξις ἢ σῆψις χυμῶν ἄπεπτος. εἰ δ’ ἐναργῆ βλέποις τὰ τῆς πέψεως σημεῖα, χωρὶς τῶν εἰρημένων ὄγκων ἐκεῖνο μόνον ἔτι διάσκεψαι, μή τι μόριον οὕτω ψυχρὸν εἴη τὴν κρᾶσιν ὡς εἰς αὐτὸ κατασκῆψαι τὴν βλάβην. ἐρυσίπελας δὲ τὸ γοῦν ἀκριβὲς οὐκ ἄν ἄλλως ἰάσαιο. συμμιγὲς δ’ εἴπερ εἴη φλεγμονῇ, τὰ τῆς πέψεως ἀναμεῖναι χρὴ γνωρίσματα. ταῦτα μὲν οὖν ἐπιπλέον ἢ κατὰ τὴν ἐνστῶσαν ὑπόθεσιν, ὅθεν ἴσως καὶ αὖθις ἀναγκαῖον ἔσται ποτὲ δόσεως ψυχροῦ μνημονεῦσαι. νυνὶ γὰρ ὁ μὲν ἕτερος τῶν συνόχων ἐμφράξει μόνῃ τὴν γένεσιν εἶχεν, ὁ δ’ ἕτερος ἅμα σήψει καθ’ ὅλας τὰς φλέβας. ὅταν οὖν ποτ’ ἐπ’ αὐτῶν ἴδῃς τὰ τῆς πέψεως τῶν χυμῶν σημεῖα, περὶ ὧν αὐτάρκως ἐν τοῖς περὶ κρίσεων εἴρηται, θαῤῥῶν διδόναι τὸ ψυχρόν. ἡ γάρ τοι φύσις τῶν στερεῶν τοῦ ζώου μορίων ῥωσθεῖσα τοῖς προλελεπτυσμένοις ἐπιτίθεται χυμοῖς· ὥσθ’ ὅσοι μὲν χρηστοὶ καὶ τρέφειν ἱκανοὶ, τούτους μὲν ἕλκειν εἰς ἑαυτὰ, τοὺς δ’ ἀχρήστους ἐκβάλλειν ἤτοι διὰ τῆς γαστρὸς ἢ διὰ τοῦ δέρματος. εἰ δὲ ψυχροπότης ὁ κάμνων εἴη, πάνυ θαῤῥῶν δίδου τὸ ψυχρὸν, αὐτῇ τῇ πείρᾳ δεδιδαγμένος ἀνέχεσθαι πάντα τὰ σπλάγχνα τῆς ὁμιλίας αὐτοῦ. πάντως γὰρ εἴ τι ψυχρὸν οὕτως ὑπῆρχεν ὡς πλήττεσθαι πρὸς αὐτοῦ κατὰ τὸν τῆς ὑγείας χρόνον, ἐναργῆ τὴν βλάβην ἐνεδείξατο ἄν· μηδενὸς δὲ μηδὲν μορίου βλαβέντος οὐδ’ ἂν ἐν τῷ πυρέττειν βλαβείη τι. ὅπου γὰρ καὶ ἀήθεις ἔνιοι ψυχροῦ, διὰ καυσώδη πυρετὸν ἀναγκασθέντες πιεῖν οὐδὲν ἐβλάβησαν, οὔ που γε τῶν ἐθάδων ἄν τις βλαβείη, πρόβλημα μέγιστον ἔχων ἐξ ἐπιμέτρου τὸ πλῆθος τῆς θερμασίας. αὕτη γὰρ ἐν ταῖς εὐρυχωρίαις τῶν ἀγγείων πολλὴ περιεχομένη, τῆς ἀερώδους οὐσίας ἐν αὐτοῖς καὶ προσέτι τῶν χυμῶν ἁπάντων ἐκπεπυρωμένων, ὅσον ὑπὸ τοῦ ψυχροῦ πάσχει ψυχομένη, τοσοῦτον εἰς αὐτὸ δρᾷ θερμαίνουσα. καὶ διὰ τοῦτο τοῖς ὀλίγον αἷμα καὶ σάρκας ἔχουσιν ἡ πόσις τοῦ ψυχροῦ σφαλερωτέρα· ταχὺ γὰρ ἐπὶ τὰ στερεὰ τοῦ ζώου μόρια διικνεῖται, μηδενὶ προσεντυγχάνων ὑφ’ οὗ θραυσθήσεται. διὰ τοῦτο δὲ καὶ οἱ ἑκτικοὶ τῶν πυρετῶν οὔτ’ ἀκραιφνοῦς ὁμοίως οὔτε πολλοῦ χρῄζουσι τοῦ ψυχροῦ, λεπτοῖς καὶ ὀλιγαίμοις τοὐπίπαν ἐγγινόμενοι σώμασιν. ἀλλὰ περὶ μὲν ἐκείνων αὖθις εἰρήσεται· ἰάματα δὲ σύνοχων πυρετῶν δύο ταῦτ’ ἐστὶ μέγιστα, φλεβοτομία καὶ ψυχρόν. ἀλλ’ ἐκείνη μὲν ἐν παντὶ καιρῷ, φερούσης γε τῆς δυνάμεως· ἡ δὲ τοῦ ψυχροῦ πόσις, ὅταν μὲν τοῖς σφυγμοῖς καὶ τοῖς οὔροις τὰ τῆς πέψεως ἐναργῆ σημεῖα βλέπῃς, μέγιστος δὲ πυρετὸς εἴη. προσεπιβλέπειν δὲ τοῖς τῆς φλεβοτομίας σκοποῖς τά τε προηγούμενα καὶ τὰ πάντως ἐπακολουθήσοντα. προηγησαμένης γὰρ ἀπεψίας σιτίων, τοσοῦτον χρόνον ἀναβάλλεσθαι κέλευε τὴν φλεβοτομίαν ὅσος ἄν ἱκανὸς εἶναί σοι δόξῃ πρός τε τὴν πέψιν αὐτῶν καὶ τὴν τῶν περιττωμάτων ὑποχώρησιν. ἑπομένης δέ τινος ἐξ ἀνάγκης κενώσεως, ἀπολιπεῖν αὐτῇ τοῦ περιττοῦ τοσοῦτον ὅσον μέλλει κενώσειν. ὥστε εἴτε καταμήνια τύχοι κινηθέντα κατὰ τὸν τῆς φλεβοτομίας καιρὸν, εἴτ’ αἱμοῤῥοῒς ἀναστομωθεῖσα θεασάμενος τοῦ φερομένου τὴν ὁρμὴν, εἰ μὲν ἱκανὸν αὐτὸ φαίνοιτο μόνον ἐκκενῶσαι τὸ δέον, ἐπιτρέπειν τῇ φύσει τὸ σύμπαν· εἰ δὲ μὴ, τοσοῦτον ἀφαιρεῖν αὐτοῦ, ὡς ἐξ ἀμφοῖν συντεθέντων ἀνυσθῆναι τὸ προσῆκον. ὥσπερ δ’ ἐπὶ τούτων τὴν φυσικὴν κένωσιν αἰσθητὴν οὖσαν οὐ μικρὸν χρὴ τίθεσθαι σκοπὸν, οὕτως ἑτέρωθι τὴν φύσιν ἢ τὴν ἡλικίαν ἢ τὴν κατάστασιν. ἔνιοι μὲν γὰρ εὐδιαφόρητοι φύσει, παῖδες δ’ ἀεὶ διὰ τὴν ἡλικίαν· ἡ κατάστασις δ’ ὅταν ᾖ θερμή τε ἄγαν καὶ ξηρά. καλῶ δὲ δηλονότι κατάστασιν τὴν τοῦ περιέχοντος ἡμᾶς ἀέρος κρᾶσιν, ἐν ᾗ καὶ χώρα καὶ ὥρα περιείληπται· καὶ γὰρ καὶ τούτων ἑκάτερον ἔχει τὴν ἔνδειξιν ἐκ τῆς τοῦ περιέχοντος κράσεως. εὐδιαφόρητοι δ’ εἰσὶν οἱ ὑγροὶ τὴν φύσιν ἅπαντες καὶ μᾶλλον ἅμα θερμότητι, καὶ οἱ ἀραιοὶ τὴν ἕξιν, ἔτι δ’ οἷς τὸ στόμα τῆς γαστρὸς ἢ πικρόχολον, ἢ ἄῤῥωστον, ἢ πέρα τοῦ δέοντος αἰσθητικόν. οὗτοι μὲν οὖν οἱ ἀντιπράττοντες τῇ φλεβοτομίᾳ σκοποί. συνενδεικνύμενοι δ’ αὐτὴν τῇ πρώτως χρῃζούσῃ διαθέσει, σκληρὰ μὲν ἡ ἕξις καὶ πυκνὴ καὶ τὸ σύμπαν φάναι δυσδιαφόρητος· ὑγρὸν δὲ ἢ ψυχρὸν τὸ περιέχον. εὐλόγως δήπου τὰ μὲν συνενδείκνυται τὴν φλεβοτομίαν, τὰ δὲ ἀντενδείκνυται· κένωσις μὲν γὰρ αὐτῆς ὁ σκοπός. τῶν δ’ εἰρημένων τὰ μὲν ἐπέχει τὰς διαπνοὰς, τὰ δὲ προτρέπει· καὶ τὰ μὲν εὐκένωτά ἐστι, τὰ δὲ οὔ. κωλύει μὲν οὖν διαπνεῖσθαι τὰ σώματα στέγνωσίς τε τῶν πόρων καὶ τοῦ περιέχοντος ἡμᾶς ἀέρος ὑγρότης τε καὶ ψύξις, προτρέπει δὲ τὰ τούτων ἐναντία. τῶν κενουμένων δ’ αὐτῶν τὰ μὲν ὑγρὰ καὶ θερμὰ καὶ λεπτὰ διαφορεῖται τάχιστα, τὰ δὲ παχέα καὶ γλίσχρα καὶ ψυχρὰ δυσδιαφόρητά ἐστι. ταυτὶ μὲν οὖν εἴς γε τὰ παρόντα περὶ φλεβοτομίας τε καὶ ψυχρᾶς πόσεως ἐγνῶσθαι κάλλιον. ἅπερ ἀμφότερα πολλοὺς ἐθεάσω δεδιότας ἀγυμνάστους ἰατρούς· ὦν τοὺς μὲν αἱμοφόβους, τοὺς δὲ ψυχροφόβους ὀνομάζομεν, ὥσπερ ὑδροφόβους τοὺς λυττῶντας· εἰσὶ γὰρ ἀμέλει καὶ τούτων ἔνιοι διὰ τὴν περὶ τὰ δόγματα σπουδὴν οὐκ ἐν βραχείᾳ λύττῃ. καταλιπόντες οὖν αὐτοὺς ἐχώμεθα τῶν ἔξ ἀρχῆς ἡμῖν προκειμένων ἀναμνησθέντες, ὡς ἐκ τῶν ἐφημέρων πυρετῶν ὁ λόγος εἰς τοὺς συνόχους ἀφίκετο τῇ κοινωνίᾳ τῶν συμβαινόντων αὐτοῖς. ἐπειδὴ γὰρ ἡ τῆς ἐμφράξεως διάθεσις, ὅταν μὲν αὐτή τε σμικρὰ τύχοι καὶ καλῶς παιδαγωγηθῇ, τὸν ἐφήμερον ἐργάζεται πυρετόν. ὅταν δ’ ἤτοι διὰ μέγεθος ἢ διὰ ἀμαθίαν ἰατρῶν ἐκπέσοι τοῦ συνήθους χρόνου τῶν ἐφημέρων, ἤτοι σύνοχον ἤ τινα τῶν περιοδιζόντων, εἰκότως ὁ περὶ τοῦ τοῖς ἐφημέροις ὁμογενοῦς συνόχου λόγος ἡμᾶς ἐξεδέξατο· διὰ δὲ τούτων εὐθέως καὶ ὁ τοῦ μετὰ σήψεως χυμῶν. ἔδοξέ τε βέλτιον εἶναι σαφηνείας ἕνεκα καὶ γυμνασίας ἑνὸς ἀῤῥώστου μνημονεῦσαι καθ’ ἑκάτερον εἶδος τῶν πυρετῶν.

Ἐπεὶ τοίνυν πέπρακται τοῦθ’ ἡμῖν, ἐναργῶς τε δέδεικται δι’ αὐτῶν, ὅπερ ἐν τῷ πρὸ τούτου γράμματι κατὰ τὴν τελευτὴν ἐλέχθη, τὸ χρῆναι τὰς ἐνδείξεις ἐπὶ τῶν ἄλλων πυρετῶν, ὅσοι μηκέτ’ εἰσὶν ἐφήμεροι, μὴ μόνον ἀπὸ τῶν ἐν ἐκείνῳ τῷ λόγῳ διδαχθέντων σκοπῶν, ἀλλὰ καὶ τῆς τῶν πυρετῶν ἐργαζομένης αἰτίας καὶ τῆς τοῦ κάμνοντος δυνάμεως λαμβάνεσθαι, πάλιν ἐπὶ τὴν καθόλου γυμνασίαν ἀνέλθωμεν, εὖ εἰδότες ὡς οὐχ οἷόν τ’ ἐστὶ τέχνης οὐδεμιᾶς ἐπιστήμην κτήσασθαι χωρὶς τοῦ μέθοδον μέν τινα διὰ τῶν καθόλου λεγομένων θεωρημάτων, ἄσκησιν δὲ διὰ τῶν ἐν μέρει λαμβάνειν παραδειγμάτων. οὔτε γὰρ οἷόν τε χωρὶς τοῦ γυμνάσασθαι πολυειδῶς ἐν τοῖς κατὰ μέρος ἐπὶ τῶν καμνόντων, ἃ χρὴ πράττειν· οὔτ’ αὐτὴν τὴν γυμνασίαν ἐγχωρεῖ γίγνεσθαι προσηκόντως ἄνευ τῆς τοῦ καθόλου γνώσεως· ἐν ἐκείνοις μὲν γὰρ ἡ μέθοδος, ἡ δ’ ἄσκησις ἐν τοῖς κατὰ μέρος. ὥσπερ οὖν ὅσοι βαδίσαι τινὰ ὁδὸν ἐφίενται τοῖς σκέλεσιν ἀμφοτέροις ἐν μέρει χρῶνται, θατέρῳ δ’ εἴ τις σκάζων μόνω χρῷτο, παμπόλλῳ τε χρόνῳ καὶ μετὰ τοῦ σφάλλεσθαι πολλάκις ἀνύσει τὴν πορείαν, οὕτως ὅστις ἐπὶ τέλος ἡστινοσοῦν ἀφικέσθαι τέχνης ἐθέλει, χρηστέον αὐτῷ τοῖς δύο τούτοις οἷόν περ σκέλεσιν ἢ ὀργάνοις ἢ ὅπως ἄν τις ὀνομάζειν βούληται· μεθόδῳ μὲν ἐν τοῖς καθόλου θεωρήμασιν, ἀσκήσει δ’ ἐν τοῖς κατὰ μέρος.

Ἀνελθόντες οὖν αὖθις ἐπὶ τὴν μέθοδον ὑπὲρ τῆς τοῦ κάμνοντος ἐπισκεψώμεθα δυνάμεως, εἴτε συντελεῖ τι πρὸς τὴν θεραπείαν, εἴτ’ οὐδὲν ὅλως, ὡς ἔδοξέ τισιν. ἔοικε δὲ τοῖς ἄχρηστον εἰς θεραπείας εὕρεσιν εἶναι φαμένοις τὴν δύναμιν οὐκ οἰκεία τοῖς ἔργοις τῆς τέχνης ἡ σκέψις, ἀλλὰ λογικωτέρα μᾶλλον, ὡς σοφισταῖς γεγονέναι. λέγουσι μὲν γὰρ ἐκ τῆς διαθέσεως ἣν θεραπεύομεν εἶναι τὴν ἔνδειξίν ὧν χρὴ πράττειν, οὐκ ἐκ τῆς δυνάμεως. ἀμέλει καὶ ὥρας καὶ χώρας καὶ καταστάσεις καὶ ἡλικίας καὶ ἔθη καὶ κράσεις σωμάτων ἀχρήστους εἶναί φασι κατὰ τὸν αὐτὸν λόγον. εἶθ’ ὅταν ἀναγκάζονται τὴν θεραπείαν ἐξαλλάττειν, διὰ ταῦτα τῶν ἐν ἀρχῇ ῥηθέντων ἑαυτοῖς ἐπιλανθανόμενοι, τὰ μὲν αὐτῶν ἀντενδείκνυσθαί φασιν ἐνίοτε τοῖς θεραπευτικοῖς σκοποῖς, τὰ δ’ εἰς ὕλας βοηθημάτων εἶναι χρήσιμα, καθάπερ καὶ τὰ μόρια τοῦ ζώου. καὶ γὰρ ἐπ’ ἐκείνων τὴν αὐτὴν στρέφονται στροφὴν, ἐν ἀρχῇ μὲν τῶν λόγων ἄχρηστα πρὸς τὴν τῆς θεραπείας εὕρεσιν ὑπάρχειν αὐτὰ φάσκοντες, ὕστερον δ’ ὅτ’ ἂν ἐξελέγχωνται, πρὸς μὲν τὴν ἔνδειξιν τῆς θεραπείας ἄχρηστα λέγοντες, εἰς δὲ τὴν τῆς ὕλης ἐξάλλαξιν, ἢ εὕρεσιν, ἢ διαφορὰν, ἢ ποιότητα, καὶ γὰρ καὶ ὀνομάζουσιν οὐχ. ὡσαύτως ἅπαντες, ἀναγκαῖα συγχωροῦντες ὑπάρχειν. ὅπερ οὖν εἶπον ἀρτίως, ἀναλήψομαι καὶ νῦν, ὡς ἐκ τοῦ χρησίμου τῆς τέχνης μεταβαίνοντες εἰς λογικὴν ἀφικνοῦνται σκέψιν. ἔστι μὲν γὰρ τὸ χρήσιμον ἐξευρεῖν βοηθήματα δι’ ὧν ὁ κάμνων θεραπευθήσεται· καταλιπόντες δ’ ἐκεῖνοι τοῦτο περὶ ὀνομάτων ἐρίζουσιν, ἐνδείξεις τε καὶ ἀντενδείξεις λέγοντες καὶ κοινότητας καὶ σκοποὺς καὶ ὕλας βοηθημάτων, ὅσα τ’ ἄλλα τοιαῦτα τῇ διαφορᾷ τῶν ὀνομάτων ἀπολογεῖσθαι νομίζοντες, ὑπὲρ ὧν ἀπεφήναντο ψευδῶς. ἐγὼ δ’ οὐ κωλύω μὲν αὐτοὺς ὀνόμασιν οἷς ἂν ἐθέλωσι χρῆσθαι· μεμνῆσθαι δὲ ἀξιῶ τῶν ἐξ ἀρχῆς προτεθέντων, ἅπερ ἐστὶ βοηθημάτων εὑρέσεις· εἰς ἃς ὅ τι περ ἂν φαίνηται συντελοῦν ὁπωσοῦν ἀναγκαῖον αὐτὸ φατέον εἰς τὴν θεραπείαν ὑπάρχειν. οὕτως οὖν καὶ ἡ δύναμις εἴτ’ ἀναγκαία σκοπεῖσθαι τοῖς ἰατροῖς ἐπὶ τῶν ἀῤῥωστούντων εἴτ’ οὐκ ἀναγκαία σκοπῶμεν. ἐγὼ μὲν γάρ φημι πολλάκις ἀναγκαιοτάτην ὑπάρχειν αὐτὴν, ὡς πάντα σχεδόν τι τὰ περὶ τὸν κάμνοντα δι’ ἐκείνην πράττεσθαι μόνην, ἔστι δ’ ὅτε μετρίως ἀναγκαίαν, ὡς λαμβάνεσθαι μέν τι καὶ ἐξ αὐτῆς εἰς τὰ ποιητέα, μὴ μέντοι πρὸς αὐτήν γε τὸ πᾶν κῦρος ἀναφέρεσθαι τῶν πρακτέων. αὖθις δ’ ἄν σοι δείξαιμι τὴν δύναμιν οὕτω βραχὺ συντελοῦσαν εἰς τὴν τῶν βοηθημάτων εὕρεσιν, ὡς διὰ σμικρότητα καὶ λανθάνειν ἐνίοτε καὶ παραπέμπεσθαι καὶ σιωπᾶσθαι, καθάπερ ὅλως οὐκ οὖσαν ἐκ τῶν χρησίμων σκοπῶν. ἀλλ’ ὅπερ ἐπὶ τῆς δυνάμεώς ἐστι, τοῦτο καὶ ἐπὶ τῶν ἄλλων ἁπάντων ὑπάρχει τῶν ἐνδεικνυμένων. ἄλλοτε γὰρ αὐτῶν ἄλλο τὸ μὲν ἧττον δύναται, τὸ δὲ πλέον· ἐνίοτε δὲ οὕτως ἰσχυρόν ἐστιν ὡς μόνον ἐνδείκνυσθαι δοκεῖν, ἢ οὕτως ἀσθενὲς ὡς παραλείπεσθαι.

Ταῦτ’ οὖν ἐπιδεικνύντι μοι πρόσεχε τὸν νοῦν, ἐκεῖνο διὰ μνήμης ἔχων ὡς οὔτ’ ἐν ἄλλοις τισὶ τὸ μεθόδῳ θεραπεύειν ἐστὶν οὔτ’ ἄλλος τις πρὸ ἡμῶν διωρίσατο πάνθ’ ἑξῆς αὐτὰ, καίτοι γε ὑφ’ Ἱπποκράτους εὑρημένης τῆς ὁδοῦ. ταυτὶ γὰρ ἃ νῦν ἐγὼ μέλλω διέρχεσθαι τὴν θεραπείαν ἐκδεικνύμενα πρῶτος ἁπάντων ἐκεῖνος ἔγραψεν· ἀλλ’ ὡς ἂν πρῶτος εὑρίσκων οὔτε τὴν προσήκουσαν ἅπασιν ἐπέθηκε τάξιν οὔτε τὴν ἀξίαν ἑκάστου τῶν σκοπῶν ἀκριβῶς ἀφωρίσατο, παρέλιπέ τέ τινας ἐν αὐτοῖς διορισμοὺς, ἀσαφῶς τε τὰ πλεῖστα διὰ παλαιὰν βραχυλογίαν ἑρμήνευσε. καὶ δὴ καὶ περὶ τῶν ἐπιπεπλεγμένων διαθέσεων ὀλίγιστα παντάπασιν ἐδίδαξε. συνελόντι δὲ φάναι τὴν ἐπὶ τὰς ἰάσεις ὁδὸν ἅπασαν μέν μοι δοκεῖ τέμνεσθαι, δεομένην μέντοι γ’ ἐπιμελείας εἰς τὸ τέλεον, ὥσπερ καὶ νῦν ὁρῶμεν ἐνίας τῶν ἐπὶ τῆς γῆς ὁδῶν τῶν παλαιῶν ἢ πηλῶδές τι μόριον ἑαυτῶν, ἢ λίθων, ἢ ἀκανθῶν πλῆρες, ἢ λυπηρῶς ὄρθιον, ἢ κάταντες σφαλερῶς, ἢ θηρίων πλῆρες, ἢ διὰ μέγεθος ποταμῶν δύσβατον, ἢ μακρὸν, ἢ τραχὺ κεκτημένας. ἀμέλει ταῦτ’ ἐχούσας ἁπάσας τὰς ἐπὶ τῆς Ἰταλίας ὁδοὺς ὁ Τραϊανὸς ἐκεῖνος ἐπηνωρθώσατο, τὰ μὲν ὑγρὰ καὶ πηλώδη μέρη λίθοις στρωννὺς, ἢ ὑψηλοῖς ἐξαίρων χώμασιν, ἐκκαθαίρων δὲ τά τε ἀκανθώδη καὶ τραχέα καὶ γεφύρας ἐπιβάλλων τοῖς δυσπόροις τῶν ποταμῶν· ἔνθα δ’ ἐπιμήκης οὐ προσηκόντως ὁδὸς ἦν, ἐνταῦθα σύντομον ἑτέραν τεμνόμενος· ὥσπερ καὶ εἰ δι’ ὕψος λόφου χαλεπὴ, διὰ τῶν εὐπορωτέρων χωρίων ἐκτρέπων· καὶ εἰ θηριώδης ἢ ἔρημος, ἐξιστάμενος μὲν ἐκείνης, ἐφιστάμενος δὲ εἰς τὰς λεωφόρους, ἐπανορθούμενος δὲ καὶ τὰς τραχείας. οὔκουν χρὴ θαυμάζειν εἰ μαρτυροῦντες Ἱπποκράτει τὴν εὕρεσιν τῆς θεραπευτικῆς μεθόδου γράφειν ἐπεχειρήσαμεν αὐτοὶ τήνδε τὴν πραγματείαν. οὐ γὰρ ὡς οὐδ’ ὅλως εὑρεθείσης αὐτῆς, ἀλλ’ ὡς δεομένης ὧν ὀλίγον ἔμπροσθεν εἶπον, ἐπὶ τήνδε τὴν συγγραφὴν ἧκον οὐδένα τῶν πρὸ ἐμοῦ συμπληρώσαντα τὴν μέθοδον εὑρών. ἔνιοι μὲν γὰρ οὐδ’ ἔγνωσαν ὅλως αὐτὴν, ἔνιοι δὲ γνόντες οὐκ ἠδυνήθησαν προσθεῖναι τὸ λεῖπον· εἰσὶ δ’ οἳ καὶ κατακρύψαι καὶ συσκιάσαι προείλοντο καὶ ἀφανῆ ποιῆσαι παντάπασιν· οἵτινες δ’ εἰσὶν οὗτοι προϊόντος ῥηθήσεται τοῦ λόγου. νυνὶ δ’ ὅπερ ὑπεσχόμην ἤδη ποιήσω· πάντας ἑξῆς ἐκθήσομαι τοὺς θεραπευτικοὺς σκοπούς.

Ἀρχὴ δ’ αὐτῶν εἰς σαφήνειαν χρήσιμος ἀνάμνησις ὧν ἐν τῇ πρὸ τούτου γράμματι διῆλθον, ὑπὲρ τῶν ἐφημέρων πυρετῶν διαλεγόμενος. ἐφαίνετο γὰρ ἐπ’ ἐκείνων ἔνδειξις ἡ πρώτη μὲν καὶ ὡς ἂν εἴποι τις κυριωτάτη τὴν διάθεσιν τοῦ νοσοῦντος ἐκκόπτειν, ὥσπερ ἐπὶ τῶν ὑγιαινόντων ἐδείχθη φυλάττειν. ἀλλ’ ὥσπερ τηρεῖται διὰ τῶν ὁμοίων, οὕτως ἀναιρεῖται διὰ τῶν ἐναντίων. συνενδείκνυσθαι δ’ ἐλέγομεν εἰς τὴν τῶν ἰαμάτων εὕρεσιν αὐτήν τε τοῦ σώματος τὴν κρᾶσιν ἅμα τοῖς ἔθεσι καὶ τὴν χώραν καὶ τὴν ὥραν καὶ τὴν κατάστασιν. ἐφ’ ὧν δὲ νοσημάτων ἐξαίρετός τις ἐν ἑνὶ μορίῳ τοῦ ζώου διάθεσις ἐγένετο, καθάπερ ἐπὶ τῶν ἐγκαύσεων ἐν τῇ κεφαλῇ, λαμβάνεσθαί τινα κᾀκ τοῦ μέρους τούτου ἔνδειξιν. οὐ μὴν ἐν ἐκείνῳ γε τῷ γράμματι περὶ τῆς δυνάμεως ἢ τῆς τὴν διάθεσιν ἐργαζομένης αἰτίας εἴρηταί τι, διὰ τὸ τὴν μὲν δύναμιν οὐδεμιᾶς ἐξαιρέτου δεῖσθαι προνοίας ἐν τοῖς ἐφημέροις πυρετοῖς, ὡς ἂν ἐῤῥωμένην τοὐπίπαν· διάθεσίν τε οὐδεμίαν εἶναι τὸν ἀκριβῶς ἐφήμερον πυρετὸν ἤτοι γεννῶσαν ἤ αὐξάνουσαν, ἑκατέρως γὰρ ἐγχωρεῖ λέγειν. ἀλλὰ νῦν γε περὶ πρώτης διελθὼν τῆς δυνάμεως ἑξῆς ἐπὶ τὰς γεννώσας αἰτίας τὸν πυρετὸν ἀφίξομαι τῷ λόγῳ.

Διοικοῦσι τὸ ζῶον, ὡς ἐν τοῖς περὶ τῶν Ἱπποκράτους καὶ Πλάτωνος δογμάτων ἐπεδείκνυτο, τρεῖς ἑτερογενεῖς ἀλλήλων δυνάμεις, ὥσπερ ἐκ πηγῆς τινος ἰδίας ἑκάστη παντὶ τῷ σώματι διανεμόμεναι. καλεῖ δ’ αὐτὰς ὁ Πλάτων ψυχὰς, ἰδίαν ἑκάστης εὑρίσκων τὴν οὐσίαν. ἔστι δ’ ἡ μέν τις αὐτῶν εἰς τὸ τρέφεσθαι τὸ ζῶον ἀναγκαία καὶ κοινὴ πρὸς τὰ φυτὰ, τὴν μὲν οἷον πηγὴν ἔχουσα τὸ ἧπαρ, ὀχετοὺς δ’ ἐξ αὐτῆς εἰς ὅλον τὸ σῶμα διασπειρομένους τὰς φλέβας· ἣν εἴτ’ ἐπιθυμητικὴν, εἴτε φυσικὴν, εἴτε θρεπτικὴν ὀνομάζοις, οὐδὲν διοίσει, καθάπερ οὐδὲ εἰ ψυχὴν ἢ δύναμιν. ἑτέρα δ’ οὐ μόνον ὡς φυτοῖς ἡμῖν ἢ ζῶσιν, ἀλλὰ καὶ ὡς ζώοις ὑπάρχουσα ψυχὴ, κατὰ τὴν καρδίαν ἵδρυται πηγή τις οὖσα καὶ ἥδε τῆς ἐμφύτου θερμασίας· ὀχετοὶ δὲ καὶ ταύτης τῆς πηγῆς αἱ ἀρτηρίαι, καλουμένης καὶ αὐτῆς ὀνόμασι πολλοῖς· καὶ γὰρ δύναμις ζωτικὴ καὶ δύναμις θυμοειδὴς καὶ ψυχὴ ζωτικὴ καὶ ψυχὴ θυμοειδὴς ὀνομάζεται. τρίτη δ’ ἐν ἐγκεφάλῳ καθίδρυται ψυχὴ λογικὴ, τῶν κατὰ προαίρεσιν ἐνεργειῶν ἅμα ταῖς αἰσθήσεσιν ἐξηγουμένη, χρῆται δὲ μορίοις καὶ ἥδε καθάπερ ὀχετοῖς τισι τοῖς νεύροις, αἴσθησίν τε καὶ κίνησιν ἐπιπέμπουσα δι’ αὐτῶν τῷ ζώῳ παντί. τὸ μὲν δὴ ταύτας φυλάττειν τὰς δυνάμεις οὐδὲν ἄλλο ἐστὶν ἢ τὸ φυλάττειν τὴν ζωήν· ἐδείχθη γὰρ ὅπως ἀπολομένης ἡστινοσοῦν ἐξ αὐτῶν μιᾶς ἀναγκαῖόν ἐστι καὶ τὰς λοιπὰς συναπόλλυσθαι. καὶ διὰ τοῦτο κατὰ τὴν ὑγιεινὴν πραγματείαν ὁ σκοπὸς ἡμῖν οὗτος ἦν. ἐπὶ δὲ τῆς θεραπευτικῆς ὁ μὲν πρῶτος σκοπὸς ἀνάλογον τῷ κατὰ τὴν ὑγιεινὴν ἡ τοῦ νοσήματος ἀναίρεσίς ἐστιν· οἷον γὰρ ἐπ’ ἐκείνης τὸ φυλάξαι τὴν ὑγείαν ὑπάρχει, τοιοῦτον ἐπὶ ταύτης ἐκκόψαι τὴν νόσον. ἓν δ’ ἀμφοτέραις αὐταῖς κοινὸν ἡ φυλακὴ τῆς ζωῆς· ἐπὶ μὲν τῆς ὑγιεινῆς πραγματείας ἑπομένη τῇ φυλακῇ τῆς ὑγείας· ὃ γὰρ ἂν ὑγείας ἕνεκα πράττηται, τοῦτ’ εὐθέως ἐστὶ καὶ τῆς ζωῆς φυλακτικόν· ἐπὶ δὲ τῆς θεραπευτικῆς οὐκέτι, διὰ τὸ τὰ λυτικὰ τῶν παρὰ φύσιν ἐν ἡμῖν διαθέσεων οὐκ ἐξ ἅπαντος φυλάττειν τὴν ζωήν· ἔνια γὰρ ἐξ αὐτῶν ἐστι τοιαῦτα ταῖς δυνάμεσιν, ὥστε ἀμετρότερον ἢ ἀκαιρότερον αὐτοῖς χρησαμένων ἀπόλλυσθαι τὴν ζωήν. ἐπὶ γοῦν τῆς φλεβοτομίας, ἣν ὀλίγον ἔμπροσθεν ἄχρι λειποθυμίας ἐλέγομεν χρῆναι ποιεῖσθαι, χάριν τοῦ σβέσαι τὴν φλόγα τῶν ἐπὶ στεγνώσει συνόχων, οὐ σμικρόν τι τὸ βλάβος εἰκὸς ἀκολουθήσειν, εἰ μὴ κατὰ τὸν προσήκοντα καιρὸν ἢ τὸ δέον ἀποτελεσθείη μέτρον. δύο οὖν ἀνθρώπους ἀπολλυμένους εἶδον ἐν αὐταῖς τῶν ἰατρῶν ταῖς χερσὶ, λειποθυμήσαντας μὲν, ἀνακομισθέντας δ’ οὐκέτι. πολλοὶ δὲ εἰ καὶ μὴ παραχρῆμα διεφθάρησαν, ἀλλ’ ἐξ ὑστέρου γε διὰ τὸν τῆς δυνάμεως κάματον· οὓς εἴ τις ἐκένωσεν ἄνευ τοῦ καταλῦσαι τὴν δύναμιν, οὐκ ἂν ἀπώλοντο. καὶ μέν γε καὶ εἰς νόσον ἔνιοι μακρὰν ἐξέπεσον, ἐπὶ κενώσεσιν ἀμέτροις ἐκλυθείσης τῆς δυνάμεως. ἄλλοι δ’ εἰς τὸν ἐφεξῆς βίον ἅπαντα τὴν κρᾶσιν ὅλην τοῦ σώματος ἔσχον ψυχροτέρον, οὐ δυνηθέντες οὐκέτ’ ἀνακαλέσασθαι τὴν ἐκ τῆς ἀμέτρου κενώσεως βλάβην· ἐξ ἧς ψυχρότητος οἱ μὲν ἄχροοί τε καὶ καχέκται καὶ ῥᾳδίως ἐπὶ παντὶ βλαπτόμενοι διετέλεσαν, ἄλλοι δ’ ἐξ αὐτοῦ τούτου νοσήμασιν ἑάλωσαν ὀλεθρίοις, ὑδέροις καὶ ὀρθοπνοίαις καὶ ἥπατος ἀτονίαις καὶ γαστρὸς, ἀποπληξίαις τε καὶ παραπληξίαις. εἰς τοσοῦτον οὖν ἀναγκαίας οὔσης τῆς δυνάμεως, ἁπάντων δ’ αὐτὴν τῶν κενωτικῶν βοηθημάτων ὅταν ἀμετρότερον αὐτοῖς τις χρήσοιτο βλαπτόντων, ἐναντιούμεναι δηλονότι πρὸς ἀλλήλαις αἱ ἐνδείξεις γίγνονται κατὰ τὰ τοιαῦτα τῶν σωμάτων ἐν οἷς ἡ μὲν διάθεσις ἵνα λυθῇ δεῖται κενώσεως ἀξιολόγου, φέρειν δ’ αὐτὴν ἡ δύναμις οὐ δύναται. πολλάκις δ’ οὐδὲν ὑπὸ τῆς κενώσεως ἡ δύναμις βλαπτομένη παρορᾶται τοὐντεῦθεν ὑπὸ τῶν ἀσκέπτων τε ἅμα καὶ προπετῶν ἰατρῶν, ὡς οὐδέποτε οὐδὲν ἐνδεικνυμένη. σφάλλονται δὲ, ὡς εἴρηται, διὰ τὸ μὴ γινώσκειν ὡς ἄλλου μέν τινος ἕνεκεν ἡ δύναμις σκοπὸς τῶν ποιητέων ἐστὶν, εἰς δὲ τὴν λύσιν τῆς διαθέσεως οὐδὲν ἐνδείκνυται. ὥσπερ οὖν ἐπὶ τῶν ὑγιαινόντων ἕπεται διὰ παντὸς τοῖς ἕνεκα τῆς ὑγείας πραττομένοις καὶ οὐδὲν ἔστιν εὑρεῖν τὸ φυλακτικὸν ὑγείας ἀναιρετικὸν τῆς δυνάμεως, οὕτως ἐπὶ τῶν νοσούντων ἐνίοτε μὲν ἕπεται τοῖς ὡς πρὸς τὴν λύσιν αὐτοῦ πραττομένοις, ἐνίοτε δ’ ἀναιρεῖται πρὸς αὐτῶν. εἰ μὲν γὰρ ὀλίγον τῆς δυνάμεως εἴη τὸ πλῆθος ἰσχυρότερον, ἐπὶ ταῖς συμμέτροις κενώσεσιν οὐ μόνον οὐδεμία βλάβη τῆς δυνάμεως, ἀλλὰ καὶ ὠφέλεια μεγίστη γίνεται τοῦ βαρύνοντος αὐτὴν ἀρθέντος. εἰ δ’ ἵνα μὲν ἡ διάθεσις ἰαθῇ, πολλὴ χρεία τῆς κενώσεως εἴη, καταλύοιτο δὲ ὑπὸ τῆς τοσαύτης ἡ δύναμις, οὐ μόνον αὖ πάλιν οὐδὲν ὀνήσεται πρὸς αὐτῆς ὁ ἄνθρωπος, ἀλλὰ καὶ κινδυνεύσει τὰ μέγιστα. κατὰ μὲν οὖν τοὺς ἐπὶ στεγνώσει συνόχους ἰσχυρᾶς οὔσης ὡς τὰ πολλὰ τῆς δυνάμεως ἀκίνδυνος ἡ κένωσις, ἐν ἑτέροις δὲ νοσήμασιν ἐσχάτως ἐστὶ κινδυνώδης, οἷον ἐπὶ τῆς διαφθορᾶς εἰ τύχοι τῶν χυμῶν· ἐν καιρῷ γὰρ ἂν εἴη μνημονεύειν αὐτῆς ὑπὲρ τοῦ καὶ τοὺς τῆς φλεβοτομίας ἅπαντας σκοποὺς ἐν τούτῳ τῷ βιβλίῳ διορίζειν. τὸ τοίνυν διεφθαρμένον ἀλλότριόν ἐστι τῇ φύσει, τὸ τοιοῦτον δ’ ἐνδείκνυται τὴν ἄρσιν. ἐὰν οὖν ἡ διαφθορά ποτε μετὰ δυνάμεως ἀσθενοῦς συμπέσῃ, μάχεται τῆς διαθέσεως τὸ βοήθημα τῇ φυλακῇ τῆς δυνάμεως. ἡ μὲν γὰρ διάθεσις ἐνδείκνυται τὴν κένωσιν ἤτοι διὰ φλεβοτομίας ἢ καθάρσεως· οὐδετέραν δ’ αὖ ἡ ἄῤῥωστος οἴσει δύναμις. ἐπεὶ τοίνυν ἐν ἁπάσαις ταῖς τοιαύταις μάχαις ἄπορος ἡ βοήθεια γίνεται, ποτὲ μὲν ὅλως ἀνίατος ἡ διάθεσις ἔσται, ποτὲ δὲ ἐν χρόνῳ καὶ μόγις ἰατροῦ μεγάλου τυχοῦσα δύναιτ’ ἂν ἰαθῆναι. χρὴ γὰρ δηλονότι κατὰ τὰς τοιαύτας ἐναντιώσεις τῶν ἐνδείξεων κατὰ βραχὺ μὲν ἐκκενοῦν τὸ μοχθηρὸν, κατὰ βραχὺ δ’ ἀντ’ αὐτοῦ τὸ χρηστὸν ἐντιθέναι. καλεῖται δ’ ἐπίκρασις ὑπὸ τῶν ἰατρῶν ἡ τοιαύτη θεραπεία τῆς κακοχυμίας.

Μέμνησο δέ μοι πρὸς τὰ μέλλοντα καὶ τοὺς τῆς φλεβοτομίας σκοπούς. ἐπειδὴ γὰρ αἵματός ἐστι κένωσις ἡ φλεβοτομία καὶ χρηστὸν τῇ φύσει τὸ αἷμα, χρὴ δήπου καλῶς αὐτὴν γίγνεσθαι τὸ ἄχρηστον τῇ φύσει κενοῦσαν. ἄχρηστον δὲ γίγνεται τῇ φύσει τὸ αἷμα διττῶς· ἢ τὸ μὴ φυλάττον ἀκριβῶς τὴν ἑαυτοῦ ποιότητα, μηδὲ τρέφειν ἔτι δυνάμενον ὡς πρόσθεν χρηστὸν ἢ τὸ πλῆθος τοσοῦτον γενόμενον, ὡς ἤτοι βαρύνειν τὴν δύναμιν, ἢ τείνειν, ἢ ῥήσσειν, ἢ ἐμφράττειν τάς τε ἀρτηρίας καὶ τὰς φλέβας. ἐν τούτοις μὲν ἡ φλεβοτομία χρήσιμος, ὡς ἕν τι καὶ αὐτὴ τῶν κενωτικῶν βοηθημάτων· ἐν ἑτέροις δ’ ὡς ἀντισπαστικὸν ἢ παροχευτικὸν, ὅταν ὁρμὴν χυμῶν σφοδροτέραν ἤτοι γε εἰς τοὐναντίον ἀντισπάσωμεν δι’ αὐτῆς, ἢ παροχετεύσωμεν εἰς τὰ πλάγια. δεῖται δ’ ἀεὶ δυνάμεως ἰσχυρᾶς ἐξαρκούσης τῷ ποσῷ τῆς κατ’ αὐτὴν κενώσεως. ἐκ τούτων οὖν τῶν σκοπῶν ἐνίοτε μὲν ἅπαξ ἀφαιροῦμεν αἵματος ἐνίοτε δὲ δὶς ἢ τρὶς ἢ πλεονάκις ὡς κᾀν τοῖς ἑξῆς ἔσται δῆλον. ἐν δὲ τῷ παρόντι τοῦθ’ ἡμῖν δέδεικται σαφῶς ὅτι τῶν κενωτικῶν βοηθημάτων ἐνίοτε μὲν ἀλύπως ἡ δύναμις ἀνέχεται, μήτε ὀνιναμένη πρὸς αὐτῶν μηδὲν ὅ τι καὶ ἄξιον λόγου μήτε βλαπτομένη. πολλάκις δ’ ἤτοι μᾶλλον ἢ ἧττον ὠφελεῖταί τε καὶ βλάπτεται καὶ ὡς ὁπόταν μὲν ἀξιόλογον γένηται τὸ βλάβος ἐκ τῶν κενωτικῶν βοηθημάτων, ἐναργῶς φαίνεται τηνικαῦτα ἡ δύναμις ἐνδεικνυμένη τι καὶ αὐτὴ χρήσιμον, ὥσπερ γε καὶ ὁπόταν ὠφελεῖται σαφῶς. ὁπόταν δὲ μήτε ὄφελος αὐτῇ τι μήτε βλάβος ἐκ τῶν τὴν διάθεσιν ἀνασκευαζόντων γένηται, παρορᾶται μὲν τηνικαῦτα ὡς ἄχρηστος.

Μία δὲ κᾀκ ταύτης ἐστὶ διαπαντὸς ἡ τοῦ συμφέροντος ἔνδειξις, ὥσπερ καὶ τῶν ἄλλων ἁπάντων. κατὰ γὰρ τὴν ἑαυτοῦ φύσιν ἐνδεικνύμενον ἕκαστον ἓν ἐνδείξεται διαπαντὸς, ὡς ἂν καὶ μίαν ἔχον τὴν φύσιν. καὶ τοῦτο τὸ ἓν εἰ μὲν ἁπλοῦν εἴη, τὸ τὴν ἔνδειξιν ποιούμενον ἁπλοῦν ἔσται καὶ αὐτό· συνθέτου δ’ ὑπάρχοντος ἐκείνου καὶ τοῦτο ἔσται σύνθετον. ἔνια μὲν οὖν ἐνδείκνυται τὴν ἑαυτοῦ φυλακὴν, ἔνια δὲ τὴν ἀναίρεσιν· ὁποτέρως δ’ ἂν τοῦτο ποιῇ, τὸ μὲν ἁπλοῦν ἁπλῆν καὶ τὴν ἔνδειξιν ἔχει, τὸ δ’ οὐχ ἁπλοῦν οὐχ ἁπλῆν. διὰ τοῦτο ἐν τοῖς ἔμπροσθεν ἀεὶ τὴν μὲν ἁπλῆν δυσκρασίαν ἁπλῆν καὶ τὴν ἔνδειξιν ἔφαμεν ποιεῖσθαι, καθάπερ εἰ τύχοι ἐπὶ ψύξεως τὴν θερμότητα, τὴν δ’ οὐχ ἁπλῆν οὐδὲ τὴν ἔνδειξιν ἔχειν ἁπλῆν. τὴν γὰρ θερμὴν καὶ ξηρὰν δυσκρασίαν ἐνδείκνυσθαι τὴν ἴασιν ἑαυτῆς διὰ τῶν ὑγραινόντων τε καὶ τῶν ψυχόντων.

Ἕξει τοίνυν καὶ ἡ δύναμις ἀεὶ τὴν ἔνδειξιν μίαν, ἥτις ἐστὶν ἑαυτῆς φυλακή. ἐκ τίνων οὖν φυλαχθήσεται; κατὰ μὲν πρῶτον λόγον ἐκ τοῦ τῆς οὐσίας αὐτῆς τὸ κενούμενον ἢ ἀλλοιούμενον ἐπανορθοῦσθαι, κατὰ δεύτερον δ’ ἐκ τοῦ κωλύειν ἡμᾶς τὰ κενοῦν ἢ ἀλλοιοῦν τὴν οὐσίαν αὐτῆς δυνάμενα. περιλαμβανέσθω δ’ ἐν τοῖς ἀλλοιοῦσι βραχυλογίας ἕνεκα καὶ τὰ τὴν συνέχειαν ἑαυτῆς διασπῶντα. ταῦτ’ οὖν ἀεὶ τῆς δυνάμεως ἐνδεικνυμένης, ἐπὶ μὲν τῶν ὑγιαινόντων, ὡς εἴρηται, συμφωνία τῶν πραττομένων ἁπάντων ἐστὶν εἰς τὴν διαμονὴν αὐτῆς, ἐπὶ δὲ τῶν νοσούντων οὐκ ἀεί. κᾀν τούτῳ χρὴ σκοπεῖσθαι τὸ ἐπικρατοῦν ἤτοι κατὰ τὸ μέγεθος ἢ καὶ κατὰ τὴν ἀξίαν, ὡς καὶ πρόσθεν ἐλέγετο. μέγιστον μὲν οὖν ἀξίωμα τὸ τῶν δυνάμεών ἐστιν· αὐτὸ γὰρ τὸ ζῇν ἡμῖν ἐκ τῆς τούτων ὑπάρχει φυλακῆς, ἐπειδὴ καὶ τὴν ζωὴν ἀναγκαῖον ἤτοι αὐτὰς τὰς δυνάμεις ἢ τὰς ἐνεργείας αὐτῶν ὑπάρχειν· οὐδὲν δ’ ἂν εἴη τῆς ζωῆς πρότερον ἐν τοῖς ζώων σώμασιν, ὅτι μηδ’ ὑγιαίνειν οἷόν τε χωρὶς τοῦ ζῇν. ἡ δύναμις οὖν ἁπάντων πρῶτον φυλακτέα τοῖς ἀνθρώποις ἐστὶν ἐκ τοῦ μήτε κενοῦσθαι τὴν οὐσίαν αὐτῆς μήτ’ ἀλλοιοῦσθαι τοσαύτην ἀλλοίωσιν, ὅση πλησιάσει φθορᾷ. καὶ ταύτης τῆς φυλακῆς ἐστὶ μόριον, ὅταν τὴν εὐκρασίαν ἤτοι φυλάττομεν οὖσαν ἢ οὐκ οὖσαν ἐργαζόμεθα. μετὰ δὲ τὴν δύναμιν ἡ ἀπὸ τῶν διαθέσεών ἐστιν ἔνδειξις, ἃς θεραπεύειν πρόκειται, κᾄπειτα ἑξῆς τἄλλα. πᾶν οὖν ὅπερ ἂν μάχηται τῇ ἀπὸ τῆς δυνάμεως ἐνδείξει, δεύτερόν ἐστι καὶ ὕστερον ὧν ἐκείνη κελεύει. τὰ δ’ εἰς ταὐτὸ συμβαίνοντα τοῖς ἐκείνῃ συμφέρουσιν ἀμφοτέρας ἔχει τὰς ψήφους, καὶ τὴν τῶν πρωτείων ὡς ἂν εἴποι τις καὶ τὴν τῶν δευτερείων. ὥστε ταῦτα μὲν ἀναμφισβητήτως ποιητέα, τὰ δ’ ἐναντιούμενα ποτὲ μὲν οὐδ’ ὅλως ἐστὶ ποιητέα, ἐνίοτε δ’ ἐπ’ ὀλίγον. εἰ γὰρ ἡ διάθεσις ἣν θεραπεύειν προαιρούμεθα χρῄζει κενώσεως, ἄῤῥωστος δ’ ἡ δύναμις ἐσχάτως ὑπάρχει τῶν τὴν διάθεσιν ἰωμένων, οὐδὲν τῷ κάμνοντι προσάξωμεν ἐν ἐκείνῳ τῷ χρόνῳ παντὶ, καθ’ ὅσον ἀνατρέφομεν τὴν δύναμιν. ὅταν δ’ εἰς τοσοῦτον ἰσχύος ἥκειν αὐτὴν ὑπολάβωμεν ὡς ἤτοι μηδὲν ἢ ὀλίγον ὑπὸ τῆς κενώσεως βλάπτεσθαι, τηνικαῦτα καὶ πρὸς τὴν τῆς διαθέσεως ἴασιν ἀφιξόμεθα. πρῶτος μὲν οὖν ἁπάντων σκοπὸς ὁ τῆς δυνάμεώς ἐστιν· οὐ μὴν ὡς θεραπευτικός γε πρῶτος, ὅς γε τὴν ἀρχὴν οὐδὲ τῶν θεραπευτικῶν ἐστιν, ἀλλ’ ὡς ἂν εἴποι τις τῶν ζωτικῶν. οὐ γὰρ ἵν’ ὑγιαίνωμεν, οὐδ’ ἵν’ ἀπαλλαγῶμεν νόσων, ἐξ αὐτῆς τι πρώτως λαμβάνομεν, ἀλλ’ ἵνα ζῶμεν. πρόσκειται δ’ ἐν τῷ λόγῳ τὸ πρώτως, ὅτι γε καὶ κατὰ συμβεβηκός ποτε τῆς δυνάμεως ἡ ῥῶσις εἰς τὴν τῆς διαθέσεως ἴασιν ὑπάρχει χρήσιμος. ἀλλὰ τοῦτο μὲν ἐν τοῖς ἑξῆς ἐπιδειξόμεθα.

Ἐπὶ δὲ τὸ προκείμενον αὖθις ἐπανέλθωμεν, εἰς ὀλίγα κεφάλαια συνόψεως ἕνεκα τὸ πᾶν ἀθροίσαντες. οἱ θεραπευτικοὶ σκοποὶ παρά τε τοῦ νοσήματός εἰσι καὶ τῆς τοῦ σώματος κράσεως καὶ τρίτου τοῦ περιέχοντος ἡμᾶς ἀέρος. εἰ δ’ ἔμπροσθεν ἕτεροί τινες εἶεν, ἢ καὶ αὖθις οὐχ οὗτοι μόνον, ἀλλὰ καὶ ἄλλοι ῥηθεῖεν ἐκ τῆς τούτων τομῆς ἅπαντες φανοῦνται γιγνόμενοι. ἡ μὲν γὰρ κρᾶσις τοῦ σώματος ἡ κατ’ ἐκεῖνον τὸν καιρὸν, ἡνίκα νοσεῖν ἤρξατο, πρὸς τὴν εὕρεσιν τῶν ἰαμάτων ὑπάρχουσα χρήσιμος, ἐκ φύσεως καὶ ἡλικίας καὶ ἐθῶν καὶ τοῦ περιέχοντος ἡμᾶς ἀέρος γεννᾶται. τὸ περιέχον δ’ αὐτὸ τοιοῦτον εἰργάσθη διά τε τὴν χώραν καὶ τὴν ὥραν καὶ τὴν κατάστασιν. ἓν τοίνυν ἑκάτερον αὐτῶν ὑπάρχον ἐκ πολλῶν γίνεται τοιοῦτον. ἡ δέ γε διάθεσις οὐχ ὡς εἰς αἰτίας τέμνεσθαι πέφυκεν, ἀλλ’ ὡς εἰς διαφοράς· ἤτοι γὰρ ἐν τοῖς ὁμοιομερέσιν ἐστὶν, ἢ ἐν τοῖς ὀργανικοῖς συνίσταται μορίοις. ἐν μὲν οὖν τοῖς ὁμοιομερέσιν ἤτοι γ’ ἁπλῆ τις ἢ σύνθετος ὑπάρχουσα δυσκρασία, ἐν δὲ τοῖς ὀργανικοῖς περὶ τὴν τῶν ἁπλῶν μορίων γιγνομένη θέσιν, ἢ διάπλασιν, ἢ ἀριθμὸν, ἢ μέγεθος, ὅσαι τε καθ’ ἕκαστον τούτων ἐδείχθησαν οὖσαι διαφοραί. ταῦτ’ οὖν ἐστι τρία τὰ πρῶτα τὰ τὴν θεραπείαν ἐνδεικνύμενα, τὸ περιέχον ἅμα ταῖς διτταῖς τοῦ σώματος ἤτοι διαθέσεσιν ἢ κατασκευαῖς ἥδιόν σοι φάναι, μιᾷ μὲν τῇ κατὰ φύσιν, ἑτέρᾳ δὲ τῇ παρὰ φύσιν, ἥτις τὸ νόσημά ἐστιν. ὅτι δ’ οὐκ ἐνδέχεται αὐτὰ τὰ πρῶτα γένη τῶν θεραπευτικῶν σκοπῶν πλείω τῶν εἰρημένων τριῶν ὑπάρχειν ἐξ αὐτῆς τῆς τῶν πραγμάτων οὐσίας ἔνεστί σοι μαθεῖν. τὸ μὲν γὰρ νόσημα καὶ ἡ ὑγεία διαθέσεις εἰσὶ τοῦ σώματος, ἡ μὲν τὴν ἀναίρεσιν ἐνδεικνυμένη τὴν ἑαυτῆς, ἡ δὲ τὴν τήρησιν· τὸ περιέχον δὲ, οὗ χωρὶς οὔτ’ ἀνελεῖν οἷόν τε τὴν νόσον οὔτε κτήσασθαι τὴν ὑγείαν, τουτὶ μὲν οὖν τὸν ὧν οὐκ ἄνευ λόγον ἐπέχει. τὸ νοσοῦν δ’ ἀλλοιοῦντες, εἰ μὴ γινώσκοιμεν εἰς ὅ τι μεθιστῶμεν οὐδ’ ὁπότε παυσόμεθα τῆς ἀλλοιώσεως εἰσόμεθα. καθόλου οὖν ἐπὶ πάσης τῆς θεραπείας ἐν τούτοις τοῖς τρισὶ γένεσιν οἱ σκοποὶ τοῖς πλείστοις εἰσί. κατὰ μέρος δὲ, ὡς ἔμπροσθεν εἴρηται, τινὲς μὲν τῶν ἁπλῶν μορίων εἰσὶν ἴδιοι, τινὲς δὲ τῶν συνθέτων. ἓν δή τι τῶν ἐγγινομένων τοῖς ἁπλοῖς ἐστιν ἡ κατὰ τὸ θερμὸν δυσκρασία. ταύτης δ’ εἰς ὅλον ἐκταθείσης τὸ σῶμα πυρετὸς τοὔνομα. καὶ τοίνυν ἅπαντος πυρετοῦ, καθόσον ἐστὶ πυρετὸς, ὑγρότης καὶ ψύξις ἰάματα. μόνου μὲν οὖν ὄντος αὐτοῦ σκοπὸς ἁπάντων τῶν βοηθημάτων κοινὸς ὁ νῦν εἱρημένος, ὥστε οὐδὲν ἔτι δεῖ πρὸς τὴν ἴασιν ἀλλ’ ἢ τὰς ὕλας ἐξευρεῖν ἐν αἷς ὁ σκοπὸς, εὑρόντας δὲ τὰς ὕλας τὸν μὲν καιρὸν ἐξ αὐτῶν τῶν τεσσάρων τοῦ πυρετοῦ λαμβάνειν καιρῶν, τὸ ποσὸν δ’ ἐκ τοῦ παραβάλλειν τῷ κατὰ φύσιν τὴν νόσον. εἰς ὅσον γὰρ ἀποκεχώρηκε τοῦ κατὰ φύσιν, εἰς τοσοῦτον χρὴ ψύχειν τε καὶ ὑγραίνειν τὸν κάμνοντα. τὸ περιέχον δὲ, εἰ μὲν ἐναντίαν ἔχοι τῷ νοσήματι τὴν κρᾶσιν, ἕν τι τῶν βοηθημάτων ἐστίν· εἰ δὲ ὁμοίαν, ἕν τι τῶν νοσωδῶν αἰτίων. διότι δὲ τὰς μὲν ἄλλας ὕλας ἐκλέξασθαί τε καὶ φυγεῖν δυνάμεθα, τὴν δ’ ἐκ τοῦ περιέχοντος οὐχ οἷόν τ’ ἐστὶ φυγεῖν, ἀλλ’ ἀναγκαῖον χρῆσθαι τῇ παρούσῃ καταστάσει, διὰ τοῦτο καὶ ταύτῃ προσέχειν ἀναγκαζόμεθα, πολλάκις μὲν ὁμολογούσῃ τῇ κατὰ τὸ νόσημα ἐνδείξει, ὡς εἴπομεν, πολλάκις δ’ ἐναντιουμένῃ τε καὶ ἀντιπραττούσῃ. λόγον μὲν οὖν ἕξει τὸ περιέχον, ὡς εἴπομεν, ἐνίοτε μὲν ὕλης ἰωμένης, ἐνίοτε δὲ ὡς αἰτίου νοσάζοντος. εἰ μὲν γὰρ ὑγραίνεσθαι καὶ ψύχεσθαι δεομένης τῆς νόσου ταῦτ’ ἐργάζοιτο, λόγον ὕλης ἔχει θεραπευτικῆς· εἰ δὲ θερμαίνοι καὶ ξηραίνοι, νοσῶδες αἴτιον γίγνεται. συμφωνοῦντος μὲν οὖν αὐτοῦ ταῖς θεραπευτικαῖς ἐνδείξεσιν ἀσμενιστέον, ἐναντιουμένου δὲ κωλυτέον τὴν βλάβην, ἐπιτείνοντάς τε καὶ παραυξάνοντας τῶν ἄλλων βοηθημάτων τήν θ’ ὑγρότητα καὶ τὴν ψύξιν. ἐπιτηδευτέον δὲ καθ’ ὅσον ἐγχωρεῖ αὐτὸ τὸ περιέχον οἷον χρὴ κατασκευάζειν, ὑγροτέρους τε καὶ ψυχροτέρους οἴκους αἱρούμενόν τε καὶ κατασκευάζοντα· καθάπερ εἰ καὶ ψυχρὸν καὶ ὑγρὸν εἴη τὸ εἶδος τῆς νόσου, τὸ θερμαίνειν καὶ ξηραίνειν ἐνδεικνυμένης, αἱρεῖσθαί τε καὶ κατασκευάζειν οἴκους θερμαίνοντάς τε καὶ ξηραίνοντας. αἱρεῖσθαι μὲν οὖν λέγω τοὺς ἐξ ἑαυτῶν τοιούτους, κατασκευάζειν δὲ ἐπιτεχνώμενον, ἐν μὲν τῷ θέρει καταγείους τε καὶ πρὸς ἄρκτον ἐστραμμένους αὐτοὺς, ῥαίνοντα συνεχῶς τὸ ἔδαφος αὐτῶν, ἐξ εὐρίπου τέ τινος αὔραν εἰσπνεῖν ἐπιτεχνώμενον, ἄνθη τε καὶ βλαστήματα δυνάμεως ὑγρᾶς τε καὶ ψυχρᾶς ἐπὶ τοῦ ἐδάφους καταῤῥίπτοντα, χειμῶνος δὲ τἀναντία τούτων ἐπιτεχνώμενον, ὅταν γε τὸ νόσημα κελεύῃ ποιεῖν, ὡς εἴρηται· μὴ κελεύοντος δὲ, τὴν ἀμετρίαν μόνην ἑκατέρας τῆς ὥρας κωλυτέον. ὑπὲρ ἧς ἐξ ἀνάγκης μοί τι καὶ μετὰ ταῦτα λεχθήσεται. νυνὶ γὰρ οὐ τὰς ὕλας τῶν βοηθημάτων ἔγνωκα κρίνειν, ἀλλὰ τὰς μεθόδους ἐκδιδάσκειν.

Ἀνάγωμεν οὖν αὖθις ἐπὶ ταύτας τὸν λόγον, ἐπιδεικνύντες ὅπως ὀλίγοι τε καὶ πολλοὶ γίγνονται σκοποὶ θεραπευτικοὶ κατὰ διαφόρους τομάς. τρεῖς τε γὰρ οἷόν τε ποιῆσαι τοὺς πάντας, ὡς ἀρτίως ἐποιήσαμεν, εἰς ὀλίγα κεφάλαια τὸ πᾶν ἀνάγοντες· ἕκαστόν τε πάλιν αὐτῶν τέμνοντες πολλοὺς ἐξ αὐτῶν ποιήσασθαι, καθάπερ καὶ τοῦτο ἤδη δέδεικται. καὶ μέντοι καὶ αὐτῶν τῶν τμημάτων ἕκαστον οἷόν τε τέμνειν αὖθις, ἄχρις ἂν ἐπί τι τῶν ἀτμήτων ἀφικώμεθα. καὶ τὰ πρῶτα δὲ πάντων εἰρημένα τρία δυνατὸν εἰς ἐλάττω συναγαγεῖν, ὡς εἶναι δύο τὰ πάντα κεφάλαια τῶν τὴν θεραπείαν ἐνδεικνυμένων σκοπῶν τήν τ’ ἐνεστῶσαν διάθεσιν, ἣν νόσον ὀνομάζομεν, ἣν τ’ ἔμπροσθεν εἶχεν, ἣν ὑγείαν τε καὶ τὸ κατὰ φύσιν ἐκαλοῦμεν. οὐ γὰρ δὴ ἄλλο γέ τι τὸ ὑγιάζειν ἐστὶ παρὰ τὸ τὴν νῦν οὖσαν ἐν τῷ σώματι διάθεσιν εἰς τὸ κατὰ φύσιν ἄγειν· ἐναντίων δ’ οὐσῶν τῶν διαθέσεων ἀναγκαῖόν ἐστι δι’ ἐναντίαν γίγνεσθαι τὴν εἰς ἀλλήλας αὐτῶν μετάπτωσιν. καὶ οὕτως αὖ πάλιν εἷς μόνος ὁ γενικώτατος ἔσται σκοπὸς τῶν ἰαμάτων ἡ ἐναντίωσις. ἐντεῦθεν οὖν πάλιν ἀρξάμενοι τοὺς κατὰ μέρος ἐξεύρωμεν. ἐπειδὴ τὸ νοσοῦν ἐναντίον ἐστὶν ὑγιαίνοντι, δι’ ἐναντίων ἡ ὁδὸς ἐπ’ αὐτῶν. πῶς δ’ εὑρεθήσεται τὸ ποσὸν ἐν τοῖς ἐναντίοις; οὐ γὰρ ἀρκεῖ δήπου προσαγαγεῖν τὰ ψύχοντα ταῖς θερμαῖς διαθέσεσιν ἄνευ τοῦ προσήκοντος μέτρου· κίνδυνος γὰρ ἐλλείποντας μὲν ἀπολιπεῖν τι καὶ τῆς νόσου λείψανον, ὑπερβάλλοντας δὲ γένος ἐναντίον ἀπεργάσασθαι νοσήματος. ὁ γὰρ ἐπὶ πλέον ἢ χρὴ ψύχων τὸ θερμὸν νόσημα τὴν ὑγιεινὴν ὑπερβὰς συμμετρίαν, ἕτερον ἐργάσεται νόσημα ψυχρόν. ὅπως οὖν τοῦτο μὴ γίγνοιτο, τὴν φύσιν ἐπίστασθαι χρὴ τοῦ θεραπευομένου σώματος, ἵν’ ὁπόσον ἀφέστηκεν αὐτοῦ ἡ νόσος τῆς συμμετρίας γνόντες ἐπιθῶμεν τῷ ψύχοντι βοηθήματι τὸ μέτρον. ἀλλ’ οὐχ οἷόν τε τὴν ἀπόστασιν αὐτῶν ἐξευρεῖν, εἰ μὴ γνοίημεν εἰς ὅσον ἦν ὑγρὸν, ἢ ξηρὸν, ἢ θερμὸν, ἢ ψυχρὸν ὅθ’ ὑγίαινεν, εἰς ὅσον δ’ ἐξέστηκεν ἐν τῷ νοσεῖν. τὸ μὲν γὰρ ἐπὶ πλεῖστον προκεχωρηκὸς τοῦ κατὰ φύσιν ἰσχυρῶν δεῖται τῶν ἐναντίων, τὸ δ’ οὐκ ἐπὶ πλεῖστον ἀσθενῶν. ἐπὶ πλεῖστον μὲν οὖν ἀφέστηκε τὸ ψυχρὸν νόσημα τοῦ φύσει θερμοῦ σώματος, ὥσπερ γε καὶ τὸ θερμὸν τοῦ ψυχροῦ· ἔλαττον δὲ ἀφέστηκε τὸ μὲν θερμὸν τοῦ θερμοῦ, τὸ δὲ ψυχρὸν τοῦ ψυχροῦ, ὥστ’ ἐξ ἀμφοῖν ἡ ἔνδειξις. ἀλλ’ ἐπεὶ τῶν μὲν ἄλλων ἁπάντων βοηθημάτων τῆς ὕλης ἡ ἔκλεξις ἐφ’ ἡμῖν ἐστι, τῆς δὲ τοῦ περιέχοντος οὐκ ἐφ’ ἡμῖν, εὔλογον δήπου κᾀκ τούτου τὴν ἔνδειξιν λαμβάνειν. ἀλλ’ ἐπεὶ διαγινώσκειν προσήκει τὰς κράσεις τῶν σωμάτων ἀκριβῶς, ἔστι δὲ πάνυ χαλεπὸν τὸ τοιοῦτον, πειρατέον μὲν δήπου καὶ ἐκ τῶν ἐν τοῖς περὶ κράσεων εἰρημένοις ἐξευρίσκειν αὐτάς· ἐξ ἐπιμέτρου δὲ πρὸς ἐπιστημονικωτέραν διάγνωσιν, ἀπό τε τῆς ἡλικίας καὶ τοῦ προηγουμένου βίου παντὸς, ὃς ἐξ ἐπιτηδευμάτων τε καὶ διαίτης συνέστηκε καὶ τῆς ἐν τῷ τοιῷδε χωρίῳ καὶ ὥρᾳ τῇδε καὶ καταστάσει τῇδε διατριβῆς. εἰ μὲν γὰρ ἰσχνὸς φύσει καὶ θερμὸς ἁπτομένῳ καὶ χολώδης καὶ θυμικὸς καὶ δασὺς, θερμὸς οὗτός ἐστι καὶ ξηρὸς τὴν κρᾶσιν, οὐ μὴν ἐξ ἀνάγκης γε καὶ νῦν, ὁπότε νοσεῖν ὑπήρξατο, τὴν αὐτὴν ἀκριβῶς ἔχει διάθεσιν. ἐγχωρεῖ γὰρ αὐτῷ βίον ἀργὸν ἐν ὑγροῖς καὶ ψυχροῖς ἐδέσμασί τε καὶ ποτοῖς γεγονέναι· καὶ πρὸς τούτοις ἔτι καὶ βαλανείοις ἐπὶ τροφαῖς καὶ ὕπνοις πολλοῖς ἐν ὑγρῷ καὶ ψυχρῷ χωρίῳ χειμῶνος, ὑγρᾶς καὶ ψυχρᾶς ἐπικρατούσης καταστάσεως, ὥσπερ γε τἀναντία τούτων ἐγχωρεῖ προηγήσασθαι, τουτέστι τὰ θερμαίνοντα καὶ ξηραίνοντα καθ’ ἕκαστον τῶν εἰρημένων γενῶν. ἐξ αὐτῶν οὖν τῶν προηγησαμένων ἀναπληρώσομεν ὅσον ἂν ἐνδεὲς ἔχωμεν εἰς τὴν τῆς ἐνεστώσης διάγνωσιν κράσεως, ἐξ ἐκείνης δὲ εὑρεθείσης τὴν τῶν ποιητέων ἔνδειξιν ἕξομεν.

Ἐλέγετο γοῦν ἔμπροσθεν ἐπὶ τῆς τοῦ ψυχροῦ δόσεως ἕν τι καὶ τοῦτο ἐπισκεπτέον εἶναι, μή τι τῶν μορίων φύσει ψυχρὸν ὂν ἐκ τῆς πόσεως αὐτοῦ βλαβείη μεγάλως. ἆρ’ οὖν ἐγχωρεῖ τὴν κρᾶσιν ἑκάστου τῶν μορίων ἐπὶ τοῦ κάμνοντος ἀνθρώπου, χωρὶς ὧν εἴπομεν σημείων ἐν ταῖς περὶ τούτων πραγματείαις ἐξευρεῖν; ἐκεῖνοι μὲν οὖν οὔτε ζητοῦσιν οὔτε ἴσασιν, ἀλλὰ καὶ κατὰ τὴν παροιμίαν ἑνὶ καλόποδι πάντας ὑποδέουσιν. ἡμεῖς δὴ ζητήσαντες εὕρομεν ὅτι διὰ πολλῶν καὶ δυσκόλων γνωσθῆναι γνωρισμάτων ἑκάστου τῶν μορίων ἡ κρᾶσις εὑρίσκεται, στοχαστικῶς μᾶλλον ἢ ἐπιστημονικῶς. ἐὰν τοίνυν φανῇ τι γνωρισμάτων πολλῶν τε καὶ μακρῶν ἀκριβέστερον ἓν, οὐκ ἂν ἀποῤῥίψαντες ἐκεῖνα τοῦτο ἀντὶ πάντων ἑλοίμεθα; πᾶς, οἶμαι, νοῦν ἔχων ὁμολογήσει. καὶ μὴν οὐδ’ ἐγγύς ἐστι τῇ πίστει τὰ γνωρίσματα τῶν κράσεων ἅπαντα συνελθόντα πρὸς τὴν ἐκ τοῦ ἔθους ἔνδειξιν. εἰ γὰρ ὑγιαίνων τις ἔπινεν ἀεὶ ψυχρὸν, οὔθ’ ἧπαρ οὔτε κύστιν οὔτε κοιλίαν οὔτ’ ἄλλο τι τῶν τοιούτων βλαπτόμενος, εὔδηλον ὡς ἰσχυρά τ’ ἐστὶν ἅπαντα ταῦτα καὶ οὐδ’ ἂν νῦν ὑπὸ τοῦ ψυχροῦ βλαβείη. μὴ τοίνυν μικρόν τινα καὶ φαῦλον σκοπὸν εἰς βοηθημάτων εὕρεσιν ὑπολαμβάνωμεν εἶναι τὸ ἔθος, ὥσπερ οὐδ’ εἰς ὑγείας φυλακήν. οὐδεὶς γὰρ ἀνθρώπων οὕτως ἐστὶν ἔμπληκτος ὡς μεγάλως βλαπτόμενος ὑπὸ τῆς τοῦ ψυχροῦ πόσεως εἰς πολυχρόνιον ἔθος ἀγαγεῖν τὴν χρῆσιν· ἐν γὰρ τῷ μεταξὺ βλαβεὶς ἐναργῶς ὑπ’ αὐτοῦ καὶ νοσήσας ἀποστήσεται πάντως. ὥσπερ οὖν ἄλλα πολλὰ παρὰ τὰς κοινὰς ἐννοίας ἐνίοις ἐῤῥέθη τῶν ἰατρῶν, οὕτω καὶ τὸ μηδεμίαν εὕρεσιν ἢ διαίτης ὑγιεινῆς ἢ θεραπείας νοσούντων ἐξ ἔθους γίγνεσθαι. φαίνεται γὰρ οὐχ ὥσπερ ἄλλ’ ἄττα σμικρὰν καὶ φαύλην ἔχον τὴν δύναμιν, ἀλλὰ μεγίστην τε καὶ κυριωτάτην, ὡς ἂν ἐνδεικνύμενον ἑκάστου τῶν σωμάτων τὴν φύσιν. ἡμεῖς μὲν οὖν ἐξ αὐτοῦ μεθόδῳ προερχόμενοι, τὴν διάθεσιν τῶν μορίων εὑρίσκεσθαί φαμεν, εἶτ’ ἐξ ἐκείνης αὖθις ἐπὶ τὴν ἔνδειξιν ἔρχεσθαι τῶν ποιητέων. ὁ δ’ ἐμπειρικὸς ὑπερβαίνειν φησὶ τὴν ζήτησιν τῆς φύσεως, ἐφ’ ὃ γὰρ ἂν ὑπ’ αὐτῆς ἤχθη, τοῦτο ἔχειν ἤδη γνῶσιν τοῦ μὴ βλάπτεσθαι τὸ τοῦ κάμνοντος σῶμα πόσει ψυχροῦ, τοῦτο δ’ εἶναι τὸ ἐξ ἀρχῆς ἡμῖν προκείμενον οὐ τῷ γνῶναι τὴν φύσιν. εἶτ’, οἶμαι, προσηκόντως ἡμᾶς μὲν ὡς μακρὰν ὁδὸν εἰκῆ περιερχομένους ἐπισκώψειεν· τοῖς δ’ ὅλως ἄχρηστον εἶναι λέγουσι τὸ ἔθος, ὡς μηδὲ τὸν κοινὸν νοῦν ἔχουσιν, εἰκότως μέμψαιτο. τί ποτ’ οὖν φήσεις πρὸς αὐτοὺς ἐροῦμεν ἡμεῖς οἱ μεθόδῳ τὴν τέχνην συνιστάμενοι; τί δ’ ἄλλο γε ἢ ὅτι τἀληθῆ λέγουσιν ἐπὶ τῶν οὕτως ἐναργῆ τὴν ὠφέλειαν ἢ βλάβην ἐχόντων ἐθῶν; ἴσασι γὰρ ἅπαντες αὐτὰ καὶ πρὸ τῆς μεθόδου. τῶν δ’ ἄλλων ἐθῶν ἔνια τῶν κατὰ βραχὺ μεγάλην ἀθροιζόντων τὴν βλάβην οὐκέθ’ οἶόν τ’ ἐστὶ δι’ ἐμπειρίας ἐξευρεῖν· εἴρηται δὲ περὶ τῶν τοιούτων ἐπὶ πλέον ἐν τοῖς ὑγιεινοῖς. ὅθεν εἰ κᾀν τῇ τοῦ ψυχροῦ δόσει χωρὶς τῆς μεθόδου τὸ ἔθος ἱκανὸν, οὐδ’ ἡμεῖς δήπου τὴν ἐμπειρίαν ἐκφεύγομεν, ἀλλ’ ὅσα περ ἐκεῖνοι πάντα ἐξ αὐτῆς ὠφελούμενοι προστίθεμεν ἔξωθεν, οἵ γε προστιθέναι δυνάμενοι, τὴν ἐκ τῆς τῶν πραγμάτων φύσεως ἔνδειξιν. ἐν δὲ τῷ παρόντι λόγῳ τὴν ἀκολουθίαν τῆς μεθόδου φυλάττοντες ὁμολογοῦμεν ὁδῷ μακροτέρᾳ ταὐτὸν εὑρίσκειν, ὃ διὰ βραχυτέρας ἐνῆν ἐξευρεῖν ἀναλογισμοῦ χωρίς. ἑωρακότες γὰρ, οἶμαι, πολλάκις ἤδη πολλοὺς τῶν καυσουμένων ἐν πυρετοῖς, ὅταν ἤδη μετρίως ὦσιν οἱ χυμοὶ πεπεμμένοι, παραχρῆμα λύσαντας ἤδη τὸν πυρετὸν ἐπὶ τῇ πόσει τοῦ ψυχροῦ, κᾂν ἀήθεις ὦσιν αὐτοῦ, πολὺ δήπου μᾶλλον ἐλπίσομεν ἐπὶ τῶν εἰθισμένων ἄνευ πάσης βλάβης ἔσεσθαι τὴν ὠφέλειαν. ἔχεις οὖν ἤδη καὶ τὸν περὶ τῶν ἐθῶν λόγον, εἰ καὶ κατὰ τὸ πάρεργον, ἀλλ’ ἱκανῶς διωρισμένον. ἓν γάρ τι καὶ τοῦτό ἐστι τῶν ἐνδεικνυμένων τὰς ἰάσεις διὰ μέσης τῆς τοῦ νοσήματος φύσεως, ὥσπερ γε καὶ ἡ ἡλικία. καὶ γὰρ καὶ αὕτη διὰ μέσης τῆς κράσεως ἔχει τὴν ἔνδειξιν, οἷον ἡ τῶν παιδίων ὑγρὰν καὶ θερμὴν ἔχουσα τὴν κρᾶσιν ἑτοίμως διαφορεῖται.

Πρόσχες γάρ μοι κᾀνταῦθα τὸν νοῦν τῇ διαφορᾷ τῶν σωμάτων. ἡ μὲν τῶν λίθων οὐσία μόνιμός ἐστι διὰ ξηρότητα καὶ ψύξιν· οὕτως δὲ ἡ τοῦ χαλκοῦ καὶ τοῦ σιδήρου καὶ ἡ τοῦ χρυσοῦ καὶ συνελόντι φάναι πάντων τῶν γεωδῶν σωμάτων. ἡ δέ γε τῶν ὑγρῶν καὶ θερμῶν εἰς τὸ περιέχον ἀεὶ σκίδναται τάχιστα, ποτὲ μὲν εἰς αἰσθητοὺς ἀτμοὺς λυομένη, ποτὲ δ’ εἰς ἀδήλους μὲν τῇ ὄψει, τῷ λόγῳ δὲ γνωστὰς ἀποῤῥοάς. αὗται μὲν οὖν αἱ φύσεις τῶν σωμάτων οἷον ἐκ διαμέτρου πρὸς ἀλλήλας ἀντίκεινται· τῶν δ’ ἄλλων ἁπασῶν ἐν μὲν τῇ ξηρᾷ καὶ ψυχρᾷ φύσει πλησιέστερον ὑπάρχουσαι δυσδιαφόρητοι μέν εἰσιν, ἀλλ’ ἧττον σιδήρου καὶ λίθου καὶ ἀδάμαντος. ἐν δὲ τῇ θερμῇ καὶ ὑγρᾷ διαφοροῦνται μὲν ἑτοιμότερον, ἀλλ’ ἧττον καὶ αὗται τοῦ θερμανθέντος ὕδατος. χωρὶς μὲν γὰρ θερμότητος οὐχ οἷόν τ’ ἐστι διαφορεῖσθαί τι σῶμα, μενούσης αὐτοῦ τῆς οὐσίας ἐσφιγμένης τε καὶ πεπιλημένης· ὑπὸ θερμότητος δ’ οὐχ ἅπαν, ἀλλ’ ὅσον ἐπιτήδειόν ἐστιν εἰς ἀτμοὺς λύεσθαι· τοιοῦτον δ’ ἐστὶ δήπου τὸ ὑγρόν. ἡ τοίνυν τῶν παιδίων οὐσία ῥᾷστα διαφορεῖται καὶ σκεδάννυται, διότι πασῶν μέν ἐστιν ὑγροτάτη, ψυχροτάτη δὲ οὐδεμιᾶς. ὥστε οὐ χρῄζει κενωτικοῦ βοηθήματος, ἐξ ἑαυτῆς ἔχουσα τὸ κενοῦσθαι σύμφυτον. γίγνεται δὲ δήπου καὶ διὰ χώραν θερμὴν καὶ ξηρὰν, ὥραν τε θερινὴν καὶ κατάστασιν ἱκανῶς θερμὴν καὶ ξηρὰν ἡ διὰ τῆς ἐπιφανείας τοῦ σώματος ἀξιόλογος κένωσις, ὥσπερ καὶ διὰ ταύτην τοὺς δεομένους αἵματος ἀφαιρέσεως ἢ οὐδ’ ὅλως φλεβοτομήσομεν ἢ ὀλίγον ἀφαιρήσομεν. ἔσονται δὲ καὶ κατὰ τὴν τομὴν τήνδε πολλοὶ σκοποὶ, ἡ φύσις ἡ ἐξ ἀρχῆς, τὸ ἔθος, ἡλικία, τὸ χωρίον, ἡ ὥρα τοῦ ἔτους, ἡ κατάστασις, ἔτι τε πρὸς τούτοις ἡ νοσώδης διάθεσις ἣν θεραπεύομεν, ἑτέρῳ τε τρόπῳ πρὸ αὐτῆς ἡ τοῦ κάμνοντος δύναμις. οὐσῶν δὲ δηλονότι πολλῶν τῶν διαθέσεων ἰδίᾳ καθ’ ἑκάστην αὐτῶν ἡ ἔνδειξις· ἀπὸ μὲν τῆς θερμῆς ἡ τοῦ ψύχειν, ἀπὸ δὲ τῆς ψυχρᾶς ἡ τοῦ θερμαίνειν, ἑκάστης τε τῶν ἄλλων ὑπεναντίωσις, ὥστε ὀκτὼ δυσκρασιῶν οὐσῶν ὀκτὼ καὶ τοὺς κατὰ μέρος εἶναι σκοποὺς ἁπάντων τῶν ἐπιγιγνομένων νοσημάτων τοῖς ἁπλοῖς σώμασιν, ἐξ ἐπιμέτρου δὲ τὸν κοινὸν πρὸς τὰς τῶν ὀργανικῶν διαθέσεις, οὗ μηδὲν ὄνομα ἦν τοῖς ἔμπροσθεν, ἀλλ’ ἡμεῖς ἀναγκασθέντες ἑρμηνεύειν αὐτὸ συνεχείας λύσιν ἐκαλέσαμεν, ἐπεδείξαμέν τε τὸν κοινὸν κᾀνταῦθα τῆς θεραπείας σκοπὸν εἶναι τὴν ἕνωσιν. ὅσοι δ’ ἐξ αὐτοῦ τούτου πάλιν τεμνόμενοι κατὰ μέρος συνίστανται, διὰ τῶν τεττάρων ὑπομνημάτων ἐδείχθησαν, τοῦ τρίτου τῶν ἐν τῇδε τῇ πραγματείᾳ καὶ τετάρτου καὶ πέμπτου καὶ ἕκτου. νυνὶ μὲν οὖν ἔτι τὸν περὶ τῶν δυσκρασιῶν ἐν τοῖς ἑξῆς ὑπομνήμασι ποιήσομαι λόγον. συντελέσας δ’ αὐτὸν ἐπὶ τὰ τῶν ὀργανικῶν μορίων ἀφίξομαι νοσήματα καὶ δείξω κατὰ τὴν αὐτὴν μέθοδον ἐν αὐτοῖς τούς τε πρώτους ἁπάντων σκοποὺς, οὓς γενικωτάτους ὀνομάζειν οὐδὲν κωλύει, καὶ τοὺς ἐκ τῆς τούτων τομῆς γενομένους· εἶτ’ αὖθις τοὺς ἐξ ἐκείνων, ἄχρι περ ἂν ἐπί τι τῶν μηκέτι ἐγχωρούντων τομὴν ἀφικώμεθα· ταύτην γὰρ ἡμᾶς ὁ Πλάτων ἐδίδαξε μέθοδον ἁπάσης τέχνης συστάσεως. ἀλλὰ περὶ μὲν τῶν ὀργανικῶν, ὡς ἔφην, αὖθις εἰρήσεται· νυνὶ δ’ ἀναμνησθέντες ἐν τίνι μέρει τῆς προκειμένης πραγματείας ἐσμὲν, ἐπιθῶμεν ἤδη τῇ παρούσῃ διεξόδῳ τὴν προσήκουσαν τελευτήν. ἓν δή τι γένος ἐστὶ νοσήματος ἐγγινόμενον τοῖς ὁμοιομερέσι καὶ ἁπλοῖς ὀνομαζομένοις τοῦ ζώου μορίοις, ὃ καλεῖται δυσκρασία. ταύτης τῆς δυσκρασίας ἐνίας μὲν ἐδείξαμεν ἀλλοιουμένων τῶν σωμάτων κατὰ ψιλὰς ποιότητας, ἐνίας δὲ μεθ’ ὕλης τινὸς εἰς αὐτὰ κατασκηπτούσης ἀποτελεῖσθαι, γίγνεσθαι δ’ ἑκατέρας αὖ πάλιν ἤτοι περὶ ἓν ἢ πλείω μόρια τῶν ζώων ἢ καὶ σύμπαν τὸ σῶμα. διελθόντες οὖν ἐν τῷ τῆσδε τῆς πραγματείας ἑβδόμῳ γράμματι τὰς περὶ τὰ μόρια συνισταμένας δυσκρασίας ἀλλοιουμένων μόνων τῶν ποιοτήτων, ἑξῆς ἐν δυοῖν τούτοιν ἐπὶ τὰς εἰς ὅλον ἐκτεταμένας τὸ ζῶον ἀφικόμενοι περὶ πρώτων ἔγνωμεν διαλεχθῆναι τῶν πυρετῶν. ἐπεὶ δὲ καὶ τούτων αὐτῶν ἔνιοι μὲν ἔτι γίνονται, τῆς ἐργαζομένης αὐτοὺς αἰτίας ἐν τῷ σώματι περιεχομένης, ἔνιοι δ’ ἐγένοντο μὲν, οἴχεται δ’ αὐτῶν τὸ ποιῆσαν αἴτιον, ἄμεινον ἐδόκει τὸν λόγον ἐπὶ τούτους πρώτους ἄγειν, ἁπλῆν τὴν πρώτην ἔνδειξιν ἔχοντας, εἶθ’ ἑξῆς αὐτῶν ἅψασθαι τῷ λόγῳ κᾀκείνων τῶν πυρετῶν ὧν ἐν τῷ σώματι τὸ ποιοῦν ἐστιν αἴτιον.