GetPassage urn:cts:greekLit:tlg0057.tlg066.1st1K-grc1:3.3-4.7 urn:cts:greekLit:tlg0057.tlg066.1st1K-grc1:3.3-4.7

Εἴπωμεν οὖν ἡμεῖς ἤδη τὴν Ἱπποκράτειόν τε ἅμα καὶ ἀληθῆ μέθοδον ἑλκῶν κοίλων ἰάσεως· ἄρχεσθαι δὲ δήπουθεν αὐτὴν ἐκ τῆς οὐσίας χρὴ τοῦ πράγματος. ἐπεὶ τοίνυν ἐν τοῖς κοίλοις ἕλκεσι πρόκειται γεννῆσαι τὴν ἀπολωλυῖαν σάρκα, δεῖ γινώσκειν τὶ περὶ σαρκὸς γενέσεως, ὡς ὕλη μὲν αὐτῆς αἷμα χρηστὸν, ὁ δ’ οἷον δημιουργός τε καὶ τεχνίτης ἡ φύσις. ἀλλ’ οὐχ ἁπλῶς εἰπεῖν χρὴ φύσιν, ἀλλὰ προσθεῖναι τὴν τίνων καὶ ποῦ. δῆλον δὲ ὅτι τῶν ὑποκειμένων σωμάτων οἷς σὰρξ ἐπιτρέφεσθαι μέλλει, τούτων ἡ φύσις ἔσται δημιουργὸς τῆς γενηθησομένης σαρκός. ἀλλ’ ἡ φύσις ἑκάστου τῶν σωμάτων ἐδείχθη κατά τινα θερμοῦ. καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ κρᾶσιν ἀποτελεῖσθαι. δῆλον οὖν ὡς ἡ τούτων εὐκρασία κατὰ τὸ ὑποκείμενον μόριον ᾧ μέλλομεν ἐπιθρέψειν τὴν λείπουσαν σάρκα τὸν λόγον ἕξει τοῦ δημιουργοῦ. πρῶτον μὲν οὖν ἡμῖν σκεπτέον ἐπὶ παντὸς ἕλκους κοίλου δύο ταῦτα, τό θ’ ὑποκείμενον εἰ εὐκράτως ἔχει, τουτέστιν εἰ κατὰ φύσιν. ἐδείχθη γὰρ ἡ ἐν τοῖς ὁμοιομερέσι σώμασιν ὑγεία τῶν τεττάρων οὖσα ποιοτήτων εὐκρασία καὶ προσέτι τὸ αἷμα τὸ ἐπιῤῥέον, εἰ χρηστόν τε καὶ σύμμετρον· εἰ μὲν δὴ καὶ τούτων τι μοχθηρῶς ἔχοι, πολλαὶ διαθέσεις γίγνονται παρὰ φύσιν· ἡμῖν δ’ ὑπόκειται μία κοιλότης ἐν σαρκώδει μορίῳ. ὑποκείσθω τοίνυν ὑγιεινόν τε τὸ χωρίον ἥ τ’ ἐπιῤῥοὴ τοῦ αἵματος ἄμεμπτος ἐν ποσότητι καὶ ποιότητι. καὶ τούτων οὕτως ἐχόντων οὐδὲν ἂν ἔτι κωλύοι τὴν πρώτην γένεσιν τῆς σαρκὸς ἄμεμπτον γενέσθαι, μηδενὸς δεηθεῖσαν ἔξωθεν φαρμάκου· τῶν γὰρ αἰτίων ἀμφοτέρων ὑφ’ ὧν γίγνεται παρόντων καὶ μηδενὸς τῶν ἔξωθεν ἐμποδὼν ὄντος, οὐκ ἐνδέχεται κωλυθῆναι τὴν τῆς σαρκὸς γένεσιν. ἀλλ’ ἐν αὐτῷ δὴ τῷ γεννᾶσθαι τὴν πρώτην σάρκα περίττωμα διττὸν ἀνάγκη γίγνεσθαι, καθότι καὶ τοῦτ’ ἐν τοῖς περὶ φύσεως εἴρηται λογισμοῖς, ὡς ἁπάσῃ τῇ κατὰ ποιότητα μετακοσμήσει τῆς τροφῆς ἕτερον μὲν παχύτερον, ἕτερον δὲ λεπτότερον ἕπεται περίττωμα. τούτων τῶν περιττωμάτων καὶ καθ’ ὅλον τὸ σῶμα γιγνομένων, ἀεὶ τὸ μὲν λεπτότερον ἡ ἄδηλός ἐστι διαπνοή· γίγνεται δὲ καὶ δήλη πολλάκις, ὅταν ἤτοι τὸ ἔμφυτον ἀῤῥωστήσῃ θερμὸν ἢ τροφῇ χρήσηται πλείονι τοῦ δέοντος, ἤ τις ἐπαχθῇ τῷ ζώῳ κίνησις σφοδροτέρα. τὸ δ’ ἕτερον ὁ ἐπιτρεφόμενός ἐστι τοῖς σώμασιν ἡμῶν ῥύπος· καὶ δὴ κᾀν τοῖς ἕλκεσιν ἰχὼρ μὲν καλεῖται τὸ λεπτὸν περίττωμα, ῥύπος δ’ ἕλκους τὸ παχύ. καὶ διὰ μὲν τὸ λεπτὸν περίττωμα ὑγρὸν τὸ ἕλκος γίγνεται, διὰ δὲ τὸ παχὺ ῥυπαρόν· καὶ δεῖται διὰ τοῦτο διττῶν φαρμάκων, ὡς μὲν ὑγρὸν τῶν ξηραινόντων, ὡς δὲ ῥυπαρὸν τῶν καθαιρόντων αὐτό. κατ’ οὐδένα τοίνυν χρόνον τῆς φύσεως ἀργούσης οὐδεὶς ἔσται καιρὸς ἐν ᾧ μὴ ταῦτ’ ἄμφω κατὰ τὸ κοῖλον ἕλκος ἀθροισθήσεται· ὥστε οὐδὲ χρόνος ἔσται καθ’ ὃν οὐ δεήσεται τῶν φαρμάκων ἀμφοτέρων, τοῦ τε ξηραίνοντος καὶ τοῦ καθαίροντος. ὁποῖον μὲν οὖν εἶναι χρὴ τῷ γένει τὸ φάρμακον εὕρηται· ἀλλ’ οὐκ ἀρκεῖ τοῦτο, χρὴ γάρ τι τῶν κατ’ εἶδος ἐξευρεῖν ὃ προσαχθήσεται. πόθεν οὖν ἐκεῖνο κᾀκ τίνος εὑρεθήσεται μεθόδου, ἢ τῆς ἐν τοῖς περὶ φαρμάκων ἁπλῶν δυνάμεως εἰρημένης; ἐδείκνυμεν γὰρ ἐν ἐκείνοις τὰ μὲν ξηραίνοντα, τὰ δ’ ὑγραίνοντα, τὰ δὲ ψύχοντα, τὰ δὲ θερμαίνοντα τῶν φαρμάκων· ἔνια δὲ κατὰ συζυγίαν ἢ θερμαίνοντα καὶ ξηραίνοντα, ἢ ψύχοντα καὶ ὑγραίνοντα, ἢ θερμαίνοντα καὶ ὑγραίνοντα, ἢ ψύχοντα καὶ ξηραίνοντα· εἶναί τε καθ’ ἕκαστον αὐτῶν ἄπειρον μέν τι τῷ πλήθει τὸ μᾶλλόν τε καὶ ἧττον· εἰς δὲ τὴν χρείαν τὴν ἰατρικὴν ὅροις εὐσήμοις περιγραφόμενον, πρώτης τινὸς ἐν αὐτοῖς γινομένης τάξεως καὶ δευτέρας καὶ τρίτης καὶ τετάρτης. ἐκ ποίας οὖν τάξεως ἔσται τὸ σαρκωτικὸν φάρμακον, ὃ δὴ μετρίως ἔφαμεν χρῆναι ξηραίνειν τε καὶ ῥύπτειν; ἐκ τῆς πρώτης δηλονότι· μᾶλλον γὰρ ἐπιταθὲν ὡς μὴ μόνον ἐκδαπανᾷν τὸ περιττὸν τῆς ἀποῤῥεούσης ὑγρότητος, ἀλλὰ καὶ αὐτοῦ τοῦ ἐπιῤῥέοντος αἵματος ἅπτεσθαι, κωλύσει τὴν σάρκωσιν ἀναλίσκον αὐτῆς τὴν ὕλην. ἐδείχθη δὲ τοιαῦτα, λιβανωτός τε καὶ κρίθινον ἄλευρον καὶ κυάμινον ὀρόβινόν τε καὶ ἴρις ἀριστολοχία τε καὶ καδμεία καὶ πάναξ καὶ πομφόλυξ· ἅπαντα δὲ ταῦτα ἀλλήλων ἐδείκνυτο διαφέροντα τῷ τε μᾶλλον καὶ ἧττον. καὶ τῷ μὲν ἁπλᾶς ἔχειν τὰς ἐπικρατούσας δυνάμεις, τὰ δὲ συνθέτους. ἀριστολοχία μὲν γὰρ καὶ πάναξ μᾶλλον ξηραίνει τῶν ἄλλων καὶ θερμότερα τὴν φύσιν ἐστί· τὸ δὲ κρίθινον καὶ τὸ κυάμινον ἄλευρον ἧττον πολὺ ἐκείνων ξηραίνει καὶ ἥκιστα θερμότητος μετέχει· λιβανωτὸς δὲ θερμὸς μέν ἐστι μετρίως, ἧττον δὲ τούτων ξηραίνει, ὥστε τινὰς φύσεις σωμάτων οὐδὲ ξηραίνει τὴν ἀρχήν· ὀρόβινον δὲ καὶ ἴρις ἐν τῷ μεταξὺ τούτων τε καὶ ἀριστολοχίας καὶ πάνακός ἐστιν. ὅπερ δ’ ὁ λόγος ἐκίνησε χρησίμως αὖθις ἀναλάβωμεν. ὁ γάρ τοι λιβανωτὸς ὑγρὰν μὲν φύσιν σώματος σαρκῶσαι δύναται, ξηρὰν δ’ οὐ δύναται· χρὴ γὰρ ἐπίστασθαι περὶ τῶν πρώτων ἐνδείξεων ὡς δύο ἐστὸν αὐτῶν αἱ διαφοραὶ, τοῦ μὲν κατὰ φύσιν τὴν φυλακὴν ἐνδεικνυμένου καὶ διὰ τοῦτο ὁμοίων ἑαυτοῦ δεομένου, τοῦ δὲ παρὰ φύσιν τὴν ἀναίρεσιν τὴν ἑαυτοῦ καὶ διὰ τοῦτο τῶν ἐναντίων· φθείρεται γὰρ πᾶν εἰς ἐναντία τε καὶ δι’ ἐναντίων. τὸ μὲν οὖν ἕλκος ὅσῳπερ ἂν ὑγρότερον ᾖ, τοσούτῳ δεῖται φαρμάκου ξηραίνοντος μᾶλλον· ἡ φύσις δ’ αὐτοῦ τοῦ σώματος ὅσῳπερ ἂν ὑγροτέρα τύχῃ, τοσούτῳ δεῖται φαρμάκου ξηραίνοντος ἧττον· ὥστε τῶν ἴσην ὑγρότητα ἐχόντων ἑλκῶν τὸ μὲν ἐν ξηροτέρᾳ τῇ τοῦ κάμνοντός κράσει μᾶλλον ξηραίνεσθαι δεῖται, τὸ δ’ ἐν ὑγροτέρᾳ τοσούτῳ καταδεέστερον, ὅσῳπερ ἂν καὶ ἡ φύσις τῆς φύσεως ἀπολείπηται· τὴν γὰρ ἐπιτρεφομένην σάρκα παραπλησίαν εἶναι χρὴ τῇ προϋπαρχούσῃ. ξηροτέρας οὖν οὔσης τῆς ἀρχαίας ξηροτέραν χρὴ γενέσθαι καὶ τὴν νέαν, ὥστε ἐπὶ πλεῖον αὐτὴν δεῖ ξηραίνεσθαι, καὶ ὅσῳπερ ἂν ᾖ ἐπὶ πλέον ξηρὰ, ἐπὶ τοσούτῳ καὶ τὸ προσαγόμενον φάρμακον εἶναι ξηραντικώτερον. ἐπὶ δέ γε τῆς ὑγροτέρας φύσεως εἰς τοσοῦτον αὖ πάλιν ἧττον ξηραινόντων χρεία ἐστὶ φαρμάκων, εἰς ὅσον καὶ ἡ σὰρξ ἧττόν ἐστι ξηρά. τοιαύτην οὖν ἔχει κρᾶσιν λιβανωτὸς, ὡς πρὸς ἀνθρωπίνην φύσιν σώματος. πρὸς μὲν γὰρ τὰς εὐκράτους καὶ μέσας ὁμολογεῖ, τῶν δ’ ὑγρατέρων ἀτρέμα ξηραντικώτερος ὑπάρχει, ὥσπερ οὖν αὖ καὶ τῶν ἄκρως ξηρῶν ὑγρότερος ἀτρέμα. δεόντως οὖν ἐπὶ μὲν ἐνίων ἑλκῶν τε καὶ φύσεων ὁ λιβανωτὸς ἐκπυΐσκει μὲν, οὐ μὴν καὶ σαρκοῖ· κατὰ δέ τινας ἤδη καὶ σαρκοῖ. παραφυλάξας οὖν εὑρήσεις ὁμολογοῦν τῷ λόγῳ τὸ φαινόμενον. ἐν μὲν γὰρ ταῖς ὑγροτέραις φύσεσι σαρκωτικός ἐστιν, ἐν δὲ ταῖς ξηροτέραις οὐκέτι· καὶ κατὰ μὲν τὰ μετρίως ὑγρὰ τῶν ἑλκῶν οἷός τε σαρκοῦν ἐστι, κατὰ δὲ τὰ λίαν ὑγρὰ παντάπασιν ἀδύνατος. ὁρᾷς οὖν ἤδη σαφῶς ὅσων δεῖ θεωρημάτων ἀνδρὶ μέλλοντι κατὰ μέθοδον ὀρθὴν ἕλκος ἰᾶσθαι; ἐπειδὴ γὰρ εὑρέθη πάντως ὑγρότης ἐνϋπάρχουσα τῷ πάθει, τὸ ξηραῖνον ἐνεδείξατο φάρμακον. ἀλλ’ ἐπεὶ τὰ μὲν αὐτῶν μᾶλλον ξηραίνει, τὰ δ’ ἧττον, ἔκ τε τῆς τῶν ἑλκῶν διαφορᾶς τὸ χρήσιμον ἐλήφθη κᾀκ τῆς τοῦ κάμνοντος φύσεως. ὥστ’ οὐ μόνον ἀνάγκη περι φύσεως σώματος ἐπεσκέφθαι τῷ μέλλοντι κατὰ τρόπον ἰατρεύσειν ἕλκος, ἀλλὰ καὶ τὴν περὶ φαρμάκων θεωρίαν ἀκριβῶς ἐκμεμαθηκέναι καὶ κράσεως σώματος ὑγρᾶς καὶ ξηρᾶς ἐπίστασθαι γνωρίσματα. θέασαι τοίνυν ὅση τῶν μεθοδικῶν ἐστιν ἡ περὶ τὰς ἀποφάσεις τόλμα, τοῦθ’ ἓν μόνον ἀρκεῖν αὐτοῖς ἡγουμένοις εἰς ἕλκους ἴασιν κοίλου, τὸ γινώσκειν ὅτι πληρωτέον τέ ἐστιν αὐτὸ καὶ σαρκωτέον· οὐ γὰρ ἐν τούτῳ γε τὸ θεραπεύειν ἐστὶν, ἀλλ’ ἐν τῷ τὸ σαρκῶσον ἐξευρεῖν. ἀλλ’ εὕρηται, φησὶ, τὸ σαρκῶσον τῆ πείρᾳ. λέγε τοίνυν καὶ τὸ θεραπεῦσον ἐκ τῆς πείρας εὑρῆσθαι· καὶ μὴ μάτην φρυάττου μηδ’ ἀνατείνου τὴν μέθοδον. καίτοι καὶ παρ’ αὐτοῖς τοῖς ἐμπειρικοῖς ἡ χωρὶς διορισμοῦ πεῖρα κατέγνωσται· γράφουσι γοῦν ἐν τοῖς περὶ φαρμάκων ὑπομνήμασιν· ἔμπλαστρος πρὸς ἁπαλόχρωτας καὶ παῖδας καὶ γυναῖκας· ἴασί τε τὸν λιβανωτὸν ἐπὶ τῶν τοιούτων φύσεων ἕλκη κοῖλα μηδὲν ἔχοντα σύμπτωμ’ ἕτερον, ἀνατρέφοντα καὶ πληροῦντα. πότερον δ’. ὑγρὰ τὰ τοιαῦτα σώματ’ ἐστὶ καὶ διὰ τοῦτο δεῖται μετρίως ξηραινόντων φαρμάκων, ἢ ἄλλη τις αἰτία τοῦ συμβαίνοντός ἐστιν, οὐκ ἐπίστανται. καὶ γὰρ αὖ καὶ πρὸς τὰ γεροντικὰ σώματα γεγραμμένον εὑρήσεις ἕτερον φάρμακον, ἄλλο δέ τι πρὸς τὰ δυσεπούλωτα καὶ ὀχθώδη τῶν ἑλκῶν, καὶ πολλοὺς ἄλλους διορισμοὺς ἐν ἅπασι τοῖς θεραπευτικοῖς ὑπομνήμασι γράφουσιν, ἐξ ὧν ὡς οἷόν. τε πρὸς τὴν ἰδιότητα τῆς θεραπευομένης φύσεως ἐξευρίσκουσι τὸ συνοῖσον φάρμακον. ἅπαντες γὰρ οἱ διορισμοὶ κατὰ τὰς τέχνας ἀπὸ τοῦ κοινοῦ πειρῶνται τὸ ἴδιον χωρίζειν· καὶ ὅσῳπερ ἄν τις πλείω διορίσηταί, πλησιέστερον ἀφικνεῖται τοῦ ἰδίου, τοῦτο δ’ αὐτὸ ἀκριβῶς ἴδιον, οὔτε γραφῆναι δυνατόν ἐστιν οὔτε λεχθῆναι· διὸ καὶ τῶν ἐμπειρικῶν τοῖς μάλιστα τῶν. ἔργων τῆς τέχνης φροντίσασι καὶ σχεδὸν ἅπασι τοῖς δογματικοῖς ὡμολόγηται τὸ μηδεμίαν οἷόν τ’ εἶναι γραφῆναι θεραπείαν ἀκριβῶς, ἀλλὰ τὸ λεῖπον εἰς τὸν στοχασμὸν τῆς τοῦ κάμνοντος φύσεως οἱ μὲν ἐκ τῆς ἑκάστου τῶν θεραπευόντων οἰκείας τριβῆς, οἱ δ’ ἐκ τοῦ λογικῶς τετεχνᾶσθαι φασὶ χρῆναι προστιθέναι· οὐδεὶς δ’ αὐτῶν οὕτως ἦν εὐχερὴς, ὡς ἅπαντος ἕλκους κοίλου φάρμακον ἓν ἔχειν ἐπαγγέλλεσθαι σαρκωτικόν· οὐ γὰρ εὑρήσεις ἐν οὐδενὶ τοιοῦτον φάρμακον, οἷον πᾶν ἕλκος κοῖλον ἰᾶσθαι, ἀλλὰ παρὰ τὸ πλῆθος τῆς ὑγρότητός τε καὶ τοῦ ῥύπου καὶ αὐτὴν τοῦ κάμνοντος τὴν κρᾶσιν ὑπαλλάττεσθαι χρὴ τὸ φάρμακον. ἐάσαντες οὖν ἐνταῦθα τὴν ἀναισχυντίαν τῶν μεθοδικῶν ἴδωμεν ὅ τι ποτὲ λέγουσιν οἱ ἀπὸ τῆς ἐμπειρίας, ἐκ τῆς ἰδίας ἑκάστου τριβῆς καὶ γυμνασίας εἰσφέρεσθαί τι χρῆναι πρὸς τὴν τῶν οἰκείων τῷ κάμνοντι φαρμάκων εὕρεσεν ἀξιοῦντες. ὡς γὰρ καὶ πολλάκις εἰρήκαμεν, οὐδὲν μὲν τῶν κατὰ τὴν ἰατρικὴν πραγμάτων καὶ φαρμάκων ἄῤῥητον ὑπάρχει κατ’ εἶδος, ἀλλ’ ὃ μήτε ῥηθῆναι μήτε γραφῆναι μήθ’ ὅλως διδαχθῆναι δύναται τὸ ποσόν ἐστιν ἐν ἑκάστῳ· καὶ δὴ κᾀπὶ τῶν ἑλκῶν ἡ μὲν ὑγρότης καὶ ὁ ῥύπος οὐκ ἄῤῥητα, τὸ ποσὸν δ’ ἄῤῥητον ἐν ἑκατέρῳ· καίτοι κᾀνταῦθα προσέρχεσθαί πως βουλόμεθα τῇ δηλώσει πλησίον, ὀλίγον καὶ πολὺν λέγοντες ῥύπον καὶ λεπτὸν καὶ παχὺν καὶ παντελῶς ὀλίγον καὶ λίαν πολὺν καὶ μέτριον καὶ σύμμετρον καί πως ἄλλως οὕτως ὀνομάζοντες πολυειδῶς, ἵν’ ὡς οἷόν τε πλησίον ἀφικώμεθα τῆς δηλώσεως τοῦ ποσοῦ. πρόσχες οὖν ἤδη μοι τὸν νοῦν ἀκριβῶς, ἵν’ εἰδῇς ὅσον πλεονεκτεῖ τὸ μεθόδῳ ποιεῖν ὁτιοῦν τοῦ δι’ ἐμπειρίας μόνης. ἔστω γὰρ ἐγνῶσθαι τόδε τι τὸ φάρμακον ἕλκους κοίλου σαρκωτικὸν ἐπὶ τῶν ὡς ἂν μὲν ἡμεῖς εἴποιμεν ὑγροτέρων τὴν κρᾶσιν, ὡς δ’ ὁ τηρητικός τε καὶ ἐμπειρικὸς, ἁπαλοχρώτων τε καὶ παίδων καὶ γυναικῶν, εἶτα νῦν τῷ τοιούτῳ προσαγόμενον ὀνῆσαι μηδέν. ἡμεῖς μὲν οὖν ζητήσωμεν κατὰ τί μηδὲν ὠφέλησεν, εἰς δύο τούτους ἀναγαγόντες σκοπούς· ἢ γὰρ ἐνδεέστερον ἢ ἀμετρότερον ἐξήρανε· καὶ σημεῖά γε τούτων τόν τε ῥύπον ἕξομεν καὶ τὸν ἰχῶρα. εἰ μὲν γὰρ πλείων ὁ ῥύπος, ὑγρότερόν τε ὅλον εἴη τὸ ἕλκος, ἐνδεέστερον ἐξήρανεν· εἰ δὲ καθαρόν τε καὶ ἄνικμον εὑρεθείη, περαιτέρω τοῦ προσήκοντος. εὐθὺς δὲ καὶ τὸ ποσὸν τοῦ συμμέτρου μᾶλλον ἢ ἧττον ἐκ τοῦ ποσοῦ τῶν γνωρισμάτων εἰσόμεθα· καὶ τοσούτῳ δυνησόμεθα τὸ ἐφεξῆς φάρμακον ἢ ξηρότερον ἢ οὐ τοιοῦτον προσενεγκεῖν. ὁ δ’ ἐμπειρικὸς ὅτι μὲν οὐκ ἐσάρκωσε τόνδέ τινα, τὸ προσαχθὲν φάρμακον ὁρᾷ· μὴ γινώσκων μέντοι πότερον τῷ μᾶλλον ἢ τῷ ἧττον ξηρᾶναι, μεταβαίνειν ἐφ’ ἕτερον ἀδυνατεῖ. κατὰ δὲ τὸν αὐτὸν τρόπον καὶ οἱ περὶ τὸν Ἐρασίστρατόν τε καὶ Ἡρόφιλον ἐξ ἡμισείας ὥσπερ καὶ πρόσθεν ἐδείξαμεν ὄντες δογματικοὶ κακῶς ἰατρεύουσιν ἕλκος· μόνα γὰρ ἐπιχειροῦσι λογικῶς θεραπεύειν ὅσα τῶν ὀργανικῶν ἐστι μορίων ἴδια. νοσήματα· τὸ δ’ ἕλκος, ὥσπερ καὶ πρόσθεν εἴρηται, κοινόν ἐστιν ὁμοιομερῶν τε καὶ ὀργανικῶν, ὥστε καὶ τοῦτο κατὰ τοσοῦτον ἐμπειρικῶς θεραπεύουσι, καθ’ ὅσον ἐν τοῖς ὁμοιομερέσι πέφυκε γίνεσθαι. καὶ μὲν δὴ κᾀν τῷ τὰς ἀπολωλυίας τελέως οὐσίας ἢ κεκολοβωμένας ἐπιχειρεῖν θεραπεύειν, κᾀνταῦθα ἀναγκαῖον αὐτοῖς ἐστιν ἀποπίπτειν πολλαχῇ τοῦ λογικῶς. εἰ γὰρ αὐτὸ τὸ ἀπολωλὸς οὐσία τίς ἐστιν ὁμοιομερὴς, ἀναγκαῖόν ἐστι τὸν προνοούμενον αὐτοῦ τῆς γενέσεως ὑπὲρ ἁπάσης τῆς φύσεως ἐπίστασθαι. περὶ μὲν δὴ τούτων καὶ αὖθις εἰρήσεται. τὸ δὲ μὴ τυχὸν εἶναι πρᾶγμα, καλῶς ἕλκους προνοήσασθαι καὶ ὡς ἡ πρώτη πασῶν ἔνδειξις, ἡ καὶ τοῖς ἰδιώταις γινωσκομένη πολλοστόν ἐστι μόριον τῆς θεραπείας, ἐναργῶς ἀποδεδεῖχθαι νομίζω· καὶ γὰρ ὅτι δραστικαὶ ποιότητές εἰσι θερμότης τε καὶ ψυχρότης καὶ ὑγρότης καὶ ξηρότης ἀναγκαῖον ἀποδεδεῖχθαι καὶ τούτοις ἐφεξῆς ἅπαντα τὰ περὶ κράσεων ἐγνῶσθαι κατά τε τὸ ἡμέτερον σύγγραμμα καὶ τἄλλα πάντα τὰ τούτῳ πλησιάζοντα. νῦν μὲν οὖν ὁ λόγος ἐφ’ ἕλκους εἴρηται κοίλου, μόνην αὐτὴν τὴν κοιλότητα θεραπευόντων· ἡμῶν· ἡ γὰρ ὡς ἕλκους θεραπεία κατὰ τὸ παρὸν οὔπω λέλεκται. συνίσταται δὲ καὶ ἥδε κατὰ τὴν αὐτὴν μέθοδον· ἀπό τε γὰρ τῆς τοῦ θεραπεύοντος κράσεως λαμβάνεται καὶ προσέτι τῆς τῶν φαρμάκων δυνάμεως· εἴρηται δ’ ἄμφω ταῦτα τοῦ περὶ τῶν στοιχείων λόγου, μὴ συγχωρηθέντος γὰρ ἐν τῇ μεθόδῳ γενέσεως καὶ φθορᾶς αἰτίας εἶναι τὰς τέτταρας ποιότητας, οὔτ’ ἄρξασθαι τῆς μεθόδου δυνατὸν οὔτε προελθεῖν οὔτε τελειῶσαι· τὸ δ’ ἐκείνας ἐπιδεῖξαι δρώσας τε καὶ πασχούσας εἰς ἀλλήλας τῆς περὶ τῶν στοιχείων ἐστὶ θεωρίας. ὅπερ οὖν ἐν τοῖς ἔμπροσθεν ἐπεδείξαμεν, ὑπὸ τοῦ νῦν ἐνεστῶτος λόγου μαρτυρεῖται, τὸ μηδὲν δύνασθαι πραγματεύσασθαι περὶ μηδενὸς τῶν ὁμοιομερῶν τὸν ἰατρὸν ἄνευ τῆς φυσικῆς ὀνομαζομένης θεωρίας. ἀλλ’ ἐκεῖ μὲν ἐπὶ τῶν ὁμοιομερῶν ἀπεδείχθη μόνον, ἐνταῦθα δ’ ἤδη πως ὁ λόγος ἐμφανίζει μηδὲ ἐπὶ τῶν ὀργανικῶν ὁλόκληρον ἐξευρεῖν δύνασθαι τὴν θεραπείαν μηδένα χωρὶς τοῦ κᾀκείνης προσάψασθαι· δειχθήσεται δ’ ἐναργέστερον ἔτι ταὐτὸ τοῦτο παρ’ ὅλην τὴν πραγματείαν.

Ἐπὶ δὲ τὴν τοῦ ἕλκους θεραπείαν μόνου μετέρχεσθαι καιρός· εἴη δ’ ἂν μόνον ἐπειδὰν μήτε διάθεσις αὐτῷ συμπαρῇ μηδεμία μήτε σύμπτωμα. μὴ τοίνυν ἔστω μήτε ῥευματικὸν τὸ ἡλκωμένον μόριον μήτε κακόχυμον μήθ’ ὅλως δύσκρατον· ἀλλὰ μηδὲ κοιλότης αὐτῷ συνέστω, μηδὲ τοῦ δέρματος ἀπώλεια μηδεμία. καὶ γὰρ αὖ τοῦτο παρορῶσιν οἱ πολλοὶ τῶν ἰατρῶν, οὐ συνιέντες ὡς ἐπειδὰν ἕλκος κοῖλον πληρωθὲν ὁμαλὲς μὲν ὑπάρχῃ, πλατὺ δὲ, διττὴ καὶ νῦν ἐστιν ἐν τῷ μορίῳ διάθεσις, ἑτέρα μὲν οὐσίας δέρματος ἀπώλεια, δευτέρα δὲ συνεχείας λύσις. ἐπειδὰν μὲν οὖν αὐτὸ τοῦτο μόνον ᾖ συνεχείας λύσις, ἤτοι τῆς ἐπιδερμίδος ἢ καὶ τοῦ δέρματος ἅπαντος ἢ καὶ τῆς ὑποκειμένης ἅμ’ αὐτῷ σαρκὸς, ἕλκος ἐστὶν οὕτω τὸ πάθημα καὶ δεῖται κολλήσεως μόνης. εἰ γὰρ συναχθείη πρὸς ἄλληλα τὰ χείλη τοῦ δέρματος, οὐδέν ἐστι μεταξὺ τοῦ δέρματος ἑτερογενὲς; ὥσπερ ἐπὶ τοῦ πεπληρωμένου τε καὶ ὁμαλοῦ ἕλκους· ἐπ’ ἐκείνου γὰρ οὐχ ἅπτεται τὰ πέρατα τοῦ ἕλκους ἀλλήλων, ἀλλ’ ἐκ τῆς ἡλκωμένης ἁπάσης χώρας ἀπόλωλε τὸ δέρμα καὶ χρὴ γεννῆσαι δήπουθεν αὐτό· κατὰ μέντοι τὸ διῃρημένον ὑπό τινος ὀξέος κολλήσεως δεῖ μόνης, οὐ μὴν καὶ γενέσεως δέρματος. ὅταν οὖν ἕλκους ἁπλοῦ προκείμενον ᾖ θεραπείαν εὑρεῖν, ὑποτίθεσθαι χρὴ τῷ λόγῳ διαίρεσιν σαρκώδους μέλους χωρὶς ἀπωλείας μορίου. τὸ δέ γε πλατὺ τὸ ἐπουλώσεως δεόμενον ἕλκος ἀπολώλεκε τελέως τὴν καλουμένην ἐπιδερμίδα. ταύτην οὖν γεννῆσαι χρὴ καὶ πρὸς ἑαυτὴν ἑνῶσαι· καὶ δυ’ ἐνταῦθα πρόκεινται σκοποὶ, καθάπερ ἐπὶ τοῦ κοίλου· διότι καὶ ἡ διάθεσις ἐπ’ ἀμφοῖν ἐστι διττή. τίνι τοίνυν, φήσει τις αὐτῶν ἴσως, ὁμαλὲς ἕλκος τοῦ κοίλου διενήνοχεν; εἰ καὶ διάθεσις ἐπ’ ἀμφοῖν ἐστι διττὴ καὶ διττὸς ὁ σκοπὸς τῆς θεραπείας; πλήθει τῶν ἀπολωλότων ὦ βέλτιστε μορίων. ἐπὶ μὲν γὰρ τοῦ κοίλου καὶ ἡ ἐπιδερμὶς μὲν ἀπόλωλε καὶ ἡ τοῦ δέρματος δὲ φύσις ἡ λοιπὴ πᾶσα καὶ τῆς ὑποκειμένης σαρκὸς οὐκ ὀλίγον ἐνίοτε μέρος· ἐπὶ δὲ τοῦ πεπληρωμένου σὰρξ μὲν οὐκέτι λείπει, τὸ δ’ ἔξωθεν σκέπασμα λείπει. τίς μὲν οὖν ἡ τῶν τοιούτων ἑλκῶν ἐστιν ἴασις ἐφεξῆς ἐροῦμεν· ἐν δὲ τῷ παρόντι τοῦ μόνον ἕλκους ὄντος, ἑτέραν δὲ μηδεμίαν ἔχοντος διάθεσιν, ὁποίαν τινὰ χρὴ τὴν θεραπείαν ποιεῖσθαι λέγωμεν. ἐπεὶ τοίνυν διαίρεσις μόνον ἐστὶν, ἅμα χρὴ τὰ πέρατα γενέσθαι τῶν διῃρημένων· ἢ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ μεῖναι συνελθόντα; διττὴ δ’ ἡ τῶν συνελθόντων μονή· τὰ μὲν γὰρ δι’ ἑαυτῶν, τὰ δὲ δι’ ἄλλων μένει· δι’ ἑαυτῶν μὲν ὅσα συμφύεται, δι’ ἄλλων δὲ τά τε συνδούμενα καὶ τὰ κολλώμενα. τὰ μὲν δὴ συμφυόμενα πάντως χρὴ μαλακὰ τὴν φύσιν εἶναι. τοιοῦτον δὲ ἥ τὲ σάρξ ἐστὶν αὐτὴ καὶ ὅσα σαρκώδη μόρια κατὰ τὴν σύστασιν. ὅσα δ’ ἔστι σκληρὰ καὶ ξηρὰ, συμφῦναι μὲν οὐ δύναται, κόλλης δέ τινος ἢ δεσμοῦ δεῖται πρὸς τὸ μεῖναι συναχθέντα. τῶν μὲν δὴ τοιούτων σωμάτων ἡ ἴασις ἐν τοῖς ἑξῆς εἰρήσεται· περὶ δὲ τῶν ἑνωθῆναι δυναμένων ὁ λόγος περαινέσθω, ζητούντων ἡμῶν κᾀνταῦθα τὸ τῆς συμφύσεως αἴτιον. ἔστι δ’ ὥσπερ ἐπὶ τῶν κοίλων ἑλκῶν ἡ φύσις αἰτία τῆς σαρκώσεως, οὕτω κᾀπὶ τῶν ἁπλῶν ἑλκῶν τῆς συμφύσεως· ὅθεν ἐὰν συναγάγῃς εἰς ταὐτὸν ἀκριβῷς τὰ διεστηκότα, χωρὶς τῆς ἄλλης ἁπάσης τῆς ἔξωθεν ἐπιτεχνήσεως συμφύεται. καί σοι γέγονεν αὖθις ἕτερος σκοπὸς ὁ τῆς συναγωγῆς, ἵν’ ἐντεῦθεν ὁρμώμενος ζητήσῃς ἐξ ὧν τοῦτο ποιήσεις. ἢ γὰρ δεσμὸν ἐν κύκλῳ περιλαβὼν ἐκ δυοῖν ἀρχῶν, ἢ ῥαφὰς, ἢ ἀγκτῆρας ἐπιθεὶς, ἢ τινὰ τούτων, ἢ πάντα συνάξεις εἰς ταὐτὸ τὰ διῃρημένα. χρὴ δὲ μήτε μαλακὸν εἶναι πάνυ καὶ οἷον βρυῶδες τὸ περιβαλλόμενον, ἵν’ ἀσφαλῶς συνέχῃ, μήθ’ οὕτω σκληρὸν ὡς θλίβειν· ἀλλὰ μηδὲ τὴν ἐπιβολὴν ἢ οὕτω χαλαρὰν ὡς μηδὲν ἀνύειν, ἢ οὕτω σφοδρὰν ὡς θλίβουσαν ὀδύνην ἐργάζεσθαι. ταῦτ’ εἰ ποιήσαις καὶ εἴη τὸ ἕλκος μόνον ἄνευ κακοχυμίας, ἢ ῥεύματος, ἢ δυσκρασίας, ἢ φλεγμονῆς, ἤ τινος ἄλλης κακώσεως, ἑνωθήσεται πάντως. εἰ δ’ ἤτοι διὰ τὸ μέγεθος ἀδύνατον εἴη μέχρι τοῦ βάθους ἀκριβῶς ἀλλήλοις παρατεθῆναι· τὰ κεχωρισμένα σώματα, μήτε τῶν ῥαμμάτων μήτε τῶν ἀγκτήρων μήτε τῆς ἐπιδέσεως ἀφικνεῖσθαι δυναμένης αὐτῶν, ἢ φθάνοι τις ἰχὼρ αὐτόθι συνειλεγμένος, ἢ καί τις ὀδύνη συνοῦσα, κολληθῆναι τὸ τοιοῦτον ἕλκος ἀδύνατον ἐπὶ μόνῃ τῇ συναγωγῇ· τό τε γὰρ ὀδυνώμενον ἐρεθίζει τι πλέον ἐπιῤῥεῖν· εἰ δὲ καὶ τὸ ἴσον ἐπιῤῥεῖ τὸ κατὰ φύσιν, ἀλλ’ ἥ γε δύναμις ἀῤῥωστοῦσα τῶν ὀδυνωμένων τε ἅμα καὶ τετρωμένων μορίων οὐκ, οἴσει τὸ ἴσον, ἀλλ’ ὡς ὑπὸ πλείονος βαρυνθήσεται, κᾀκ τούτου πάντως μὲν ἰχῶρες περιττοὶ, θαυμαστὸν δ’ εἰ μὴ καὶ φλεγμονὴ γενήσεται. καὶ μὲν δὴ καὶ εἰ χωρὶς ὀδύνης ὁ ἰχὼρ ἐν τῷ μεταξὺ τῶν συναχθέντων χειλῶν τοῦ ἕλκους εἴη παρακείμενος, ἢ καί τις χώρα γίγνοιτο μεταξὺ κενὴ μὲν ἰχῶρος, ἀέρος δὲ πλήρης, οὐκ ἐνδέχεται κολληθῆναι τὸ τοιοῦτον ἕλκος ἐκ μόνης τῆς συναγωγῆς· ὅ τε γὰρ ἰχὼρ ἤδη διακόπτει τὴν ἕνωσιν αἵ τε μεταξὺ τῶν ἑνωθησομένων χῶραι κεναὶ κωλύουσιν ἅψασθαι τὰς ἐπιφανείας ἀλλήλων· ὥστ’ ἐκεῖνά γε τὰ μέρῃ τοῦ ἕλκους ἡ φύσις δεῖται προσαρκῶσαι πρότερον, ἵνα συμφύσῃ· μικρὰ δὲ δήπουθέν ἐστιν οὕτως, εἰ καλῶς συναχθῇ τὸ ἕλκος, ὡς μιᾶς ἡμέρας ἢ τὸ πλεῖστόν γε δεῖσθαι δυοῖν. ἐν οὖν τούτῳ τῷ χρόνῳ φαρμάκου χρεία ξηραίνοντος τὸ μόριον, ἵν’ εἴτε τις ἤδη παρακείμενος ἰχὼρ εἴη, τοῦτον ἐκδαπανήσῃ καὶ τὸν μέλλοντα συῤῥεῖν εἰς τὰς κενὰς χώρας κωλύσῃ. νῦν οὖν πάλιν ἀναμνήσθητί μοὺ τοῦ σαρκωτικοῦ φαρμάκου τοῦ μετρίως ξηραίνοντος, ἵν’ εἰδῶμεν εἴτε· ξηραντικώτερον αὐτοῦ χρὴ τὸ κολλητικὸν ὑπάρχειν εἴτε μή. τὸ μὲν δὴ σαρκωτικὸν εἰ σύμπαν ἐξεδαπάνα τὸ ἐπιῤῥέον αἷμα, τὴν ὕλην ἂν οὕτως ἀφῃρεῖτο τῆς σαρκώσεως. τὸ δέ γε κολλητικὸν ἢ οὐδ’ ὅλως δεῖται γενέσεως σαρκὸς, ἢ σμικρᾶς παντάπασιν· ὥστε μᾶλλον αὐτὸ χρὴ ξηραίνειν τοῦ σαρκωτικοῦ. ταύτῃ τε οὖν ἀλλήλων διοίσει μικράν τινα διαφορὰν, ἑτέραν τε μεγάλην, ᾗ τὸ μὲν σαρκωτικὸν εὐθὺς χρὴ καὶ ῥυπτικὸν ὑπάρχειν, ἵνα μὴ μόνον ξηραίνῃ τὸ περιττὸν τῆς ὑγρότητος, ἀλλὰ καὶ τὸν ῥύπον ἀφαιρῇ· τὸ δὲ κολλητικὸν οὐ ῥύπτειν οὐδὲ ἀποσμᾷν, ἀλλὰ τοὐναντίον ἅπαν εἰς ταὐτὸν συνάγειν ἅπασαν τὴν οὐσίαν· ὅπερ, οἶμαι, πέφυκε δρᾷν ὅσα τῶν φαρμάκων αὐστηρὰ καὶ στύφοντα καλεῖται· ταῦτα γὰρ εἰς ταὐτὸ συνάγειν καὶ πιλεῖν, οὐκ ἀποῤῥύπτειν, οὐδὲ καθαίρειν πέφυκεν. ὥστε μάλιστα πάντων φυλαξώμεθα τὸ στῦφον φάρμακον, ἔνθα σαρκῶσαι πρόκειται δυσαπολύτως ἐμπλάσσον τοῖς ἕλκεσι τὸν ῥύπον· οἶνος οὖν ἄριστον φάρμακον ἑλκῶν ἁπάντων ᾗ ἕλκη. εἰ δὲ καὶ μὴ προσθείημεν τῷ λόγῳ ᾗ ἕλκη, ταὐτὸν, οἶμαι, νοήσεις· ὑπὲρ γὰρ τοῦ μὴ παρακοῦσαί τινα πρόσκειται χάριν ἀναμνήσεως, οὐχ ὡς ἀναγκαῖόν τὶ διοριζόμενον. ὡς εἴ γέ μοι μεμνημένος εἴης τῶν ἐν τῷ πρὸ τούτου βιβλίῳ λόγων ἁπάντων, τῶν περὶ τῶν καθ’ ἕκαστον ὄνομα σημαινομένων τε καὶ ὑποκειμένων πραγμάτων, οὐδὲν ἔτι σοι δεήσομαι τὰ τοιαῦτα διορίζεσθαι, μόνον δὲ ἀρκέσει μοι καθ’ ἕκαστον αὐτῶν διελέσθαι τὰς ἁπλᾶς διαθέσεις τῶν συνθέτων, ὑπὲρ ὧν ἤδη μέν πού τι πρόσθεν εἴρηται, ῥηθῆναι δ’ ἀναγκαῖον ἔσται καὶ νῦν, οὐ τοσοῦτον αὐτοῦ τοῦ πράγματος ἕνεκεν, ἀλλ’ ὅτι νομίζουσιν οἱ πολλοὶ τῶν ἰατρῶν ὑπὸ τῆς λέξεως ἐξαπατώμενοι διαφορὰς ἑλκῶν εἶναι τὸ κοῖλον καὶ ὁμαλὲς, ἔναιμόν τε καὶ παλαιὸν, ῥυπαρόν τε καὶ καθαρὸν, ἀφλέγμαντόν τε καὶ φλεγμαῖνον. ἀναγκαῖον οὖν ἔσται διελέσθαι τίνες μὲν αἱ οἰκεῖαι διαφοραὶ τῶν ἑλκῶν εἰσι, τίνες δ’ ἐπιπλοκαὶ διαθέσεων ἑτέρων. ἀλλὰ τοῦτο μὲν ὀλίγον ὕστερον· ἡ δὲ συνήθης διδασκαλία τοῖς παλαιοῖς, ἥνπερ δὴ καὶ νῦν ηὐξάμην ἀσκηθῆναι, κατὰ φύσιν ὑπάρχει, μάλιστα τῶν ἁπλῶν ἑκάστης διαθέσεως ἴδιον ἴαμα λεγόντων αὐτῶν καὶ μάλιστα πάντων Ἱπποκράτους. ἡ γάρ τοι μέθοδος ἡ θεραπευτικὴ κατὰ τοῦτον ἂν μάλιστα προΐοι τὸν τρόπον, ὑπὲρ ἑκάστου τῶν ἁπλῶν ἰδίᾳ διελθόντων ἡμῶν· ἔπειτ’ αὖθις ἐπὶ τοῖς συνθέτοις ἅπασιν ἑτέραν μίαν ἐπιδειξάντων μέθοδον· ὥσπερ καὶ εἰ δύο ἦν ὄντως κατὰ δίαιταν νοσήματα, τό τὲ στεγνὸν καὶ τὸ ῥοῶδες, ἰδίαν ἑκατέρου θεραπείαν εἰπόντας, οὕτως ἐχρῆν ἐπιπεπλεγμένου μνημονεύειν, ὡς οἱ περὶ τὸν Θεσσαλὸν ἀξιοῦσι, τὸν αὐτὸν, οἶμαι, τρόπον, ἐπειδὰν τῶν μὲν ἑλκῶν ᾗ ἕλκη πάντων ἓν εἶδος ὑπάρχει, τῶν φλεγμονῶν δ’ ᾗ φλεγμοναὶ, καὶ τούτων ἕτερον εἶδος ἓν, ἰδίᾳ μὲν χρὴ τῶν ἑλκῶν, ἰδίᾳ δὲ τῶν φλεγμονῶν εἰπόντας θεραπείας, οὕτως ἤδη συνάπτειν εἰς ταὐτὸν ἀμφοτέρας. τοῦτ’ οὖν εἰ ποιήσαιμεν, ἕλκη μὲν ἅπαντα ξηραίνεσθαί τε ἅμα καὶ στύφεσθαι δεόμενα, κατὰ τὴν εἰρημένην μέθοδον εὑρήσομεν, οὐ μὴν καὶ ῥύπτεσθαί γε· κοιλότητα δ’ ἐν σαρκὶ ξηραίνεσθαι μὲν καὶ ῥύπτεσθαι, στύφεσθαι δ’ οὐκέτι. καὶ δὴ κατὰ τὸν αὐτὸν τρόπον ὃν ἔμπροσθεν εἴπομεν ἐπὶ τῶν κοίλων ἑλκῶν, ἀνάλογον καὶ νῦν ἐπισκεψόμεθα τοῦ σώματος τὴν φύσιν, εἰ μαλακὴ καὶ βρυώδης, ἢ σκληρὰ καὶ ξηρὰ καὶ σύντονος. ἡ μὲν γὰρ προτέρα καθ’ ὅσον ὑγροτέρα, κατὰ τοσοῦτον καὶ τῶν φαρμάκων ἧττον ξηραινόντων δεήσεται· ἡ δευτέρα δὲ καθ’ ὅσον ξηροτέρα, κατὰ τοσοῦτον αὖ καὶ ἥδε καὶ σφοδρότερον ξηραινόντων δεήσεται καὶ μᾶλλον στυφόντων. γοῦν ἐμπειρικὸς, οἶμαι, κᾀνταῦθα παίδων μὲν καὶ γυναικῶν καὶ ἁπαλοσάρκων μνημονεύσει, νεανίσκους καὶ γεωργοὺς καὶ θαλαττουργοὺς ἀντιτάττων αὐτοῖς· οὐ μὴν ὅτι γε διὰ μὲν. τὴν ὑγρότητα τῆς κράσεως ἐπὶ παίδων καὶ γυναικῶν ἑώραται τὰ τοιαῦτα τῶν φαρμάκων εὐδοκιμοῦντα· διὰ δὲ τὴν ξηρότητα πάλιν ἕτερα, θερισταῖς καὶ ναύταις ἁρμόττοντα συνιέναι δυνάμενος, οὔτε τῆς καθ’ ἕκαστον σῶμα θεραπείας, ἀκριβῶς στοχάσεται καὶ τῆς ἀποτυχίας οὐχ εὑρήσει τὴν αἰτίαν. ὥστε οὐδὲ τῆς ἐπὶ τὸ βέλτιον εὐπορήσει μεταβολῆς, ὁπόταν ἀποτυγχάνῃ τὰ διὰ τῆς ἐμπειρίας αὐτῷ προεγνωσμένα. τοῦτο μὲν δὴ καθόλου περὶ τῶν φαρμάκων εἴρηταί μοι τῶν κολλητικῶν· ἑξῆς δ’ ἄλλη τις μέθοδος εἰς τὴν σκευασίαν τε καὶ τὴν σύνθεσιν αὐτῶν διαφέρουσα προσέρχεται· τοῖς μὲν γὰρ κοίλοις ἕλκεσιν ὃ βουλόμεθα προσφέρομεν εὐθὺς, εἴτ’ οὖν ξηρὸν εἴθ’ ὑγρὸν φάρμακον· ἐγχωρεῖ γὰρ ἐπιτάττειν ἢ ἐμπλάττειν αὐτὰ παντὶ μορίῳ τοῦ ἕλκους· ἐπὶ δὲ τῶν ἄχρι βάθους ἱκανοῦ γεγενημένων τραυμάτων, ἐπειδὰν ἅπαξ συναγάγωμεν τὰ χείλη, ψαῦσαι τῶν ἐν τῷ βάθει διῃρημένων οὐκ ἐγχωρεῖ. χρὴ τοίνυν οὐχ ἁπλῶς εἰ ξηραντικόν ἐστι καὶ αὐστηρὸν μετρίως τὸ φάρμακον, ἀλλ’ εἰ καὶ μέχρι τοῦ βάθους ἐξικνεῖσθαι δυνατὸν ἐπισκοπεῖσθαι. ψιμμύθιον γοῦν καὶ λιθάργυρος στύφει καὶ ξηραίνει μετρίως· ἀλλ’ ἐὰν ἐπιπάσσῃς αὐτὰ δίκην τέφρας ἐν κύκλῳ τοῦ τετρωμένου, πλέον οὐδὲν ἀνύσεις· οὐ γὰρ διϊκνεῖται τῶν οὕτω ξηρῶν φαρμάκων εἰς τὸ βάθος ἡ δύναμις. ὑγρότητος οὖν αὐτοῖς δεήσει τινὸς, ἵν’ ὁποῖόν τι τῶν ἐμπλαστικῶν φαρμάκων, ἢ καὶ τῶν ὑγροτέρων τι γένηται. τοῦτο μὲν οὖν τῆς περὶ συνθέσεως φαρμάκων πραγματείας ἐστὶν ἴδιον, οὐκ αὐτῆς τῆς θεραπευτικῆς μεθόδου καὶ εἰ δόξαιμεν αὐτοῦ δεῖσθαί τε πρὸς τὰ παρόντα, κᾂν ἐπὶ προήκοντι τῷ λόγῳ μνημονεύσαιμεν.

Ἐπὶ δὲ τὸ τῆς οὐλῆς δεόμενον ἕλκος ἐπάνειμι, περὶ οὗ μικρὸν ἔμπροσθεν ἔλεγον ὡς ὁ πρῶτος μὲν εἴη καὶ τούτου σκοπὸς ἐκ τούτου γένους τοῦ κοίλου. γεννῆσαι γὰρ χρή τι τῶν ἀπολωλότων, οὐχ ἁπλῶς ἑνῶσαι τὰ διεστηκότα· τρόπον δ’ ἕτερον ἐπὶ τούτου γεννᾶται τὸ λεῖπον ἢ ὃν ἐπὶ τοῦ κοίλου. ἐν ἐκείνῳ μὲν γὰρ τὸ αἷμα, τούτῳ δ’ ἡ σάρξ ὕλη. πληροῦται μὲν οὖν τὸ κοῖλον ὑπὸ τῆς γεννωμένης σαρκὸς, τὴν γένεσιν ἐκ τοῦ αἵματος ἐχούσης· εἰς οὐλὴν δὲ ἀφικνεῖται τὸ ἤδη πεπληρωμένον ὑπὸ τοῦ γεννωμένου δέρματος, ἐκ τῆς ὑποβεβλημένης σαρκὸς τὴν γένεσιν ἔχοντος· ἀλλὰ σὰρξ μὲν ἡ αὐτὴ τῷ εἴδει τῇ διεφθαρμένῃ δύναται γεννηθῆναι κατὰ τὸ κοῖλον ἕλκος· δέρμα δ’ οὐκ ἐνδέχεται γεννηθῆναι τοιοῦτον ἀκριβῶς οἷον ἦν τὸ διεφθαρμένον, ἀλλ’ ὅμοιον μέν τι δέρματι καὶ τὴν χρείαν αὐτοῦ δυνάμενον ἀποπληροῦν, οὐ μὴν ἀκριβὲς δέρμα. διὰ τί μὲν οὖν οὐχ οἷόν τ’ ἐστὶν ἡμῖν γεννῆσαι δέρμα τὸ ἅπαξ ἀπολλύμενον, ὥσπερ σάρκα καὶ πιμελὴν γεννῶμεν, ἐκ τῶν φυσικῶν ἐστι προβλημάτων· ὅπως δ’ ἄν τις μιμήσαιτο καὶ φύσιν καὶ χρείαν δέρ ματος, ἐκ τῆς νῦν ἐνεστώσης πραγματείας, ἧς τὴν μέθοδον ἤδη λέγομεν. ἐπειδὴ πρόκειται σκεπάσαι τὴν σάρκα συμφύτῳ τινὶ σκεπάσματι, τοῦτο γάρ ἐστι τὸ εἰς οὐλὴν ἀγαγεῖν τὸ ἕλκος, ἤτοι δέρμα γεννητέον ἡμῖν ἐστιν, ἢ τῆς σαρκὸς τὸ ἐπιπολῆς δέρματι παραπλήσιον ἐργαστέον· ἀλλ’ οὐκ ἐγχωρεῖ γεννῆσαι δέρμα, τὸ λοιπὸν ἄρα πειρατέον ἐργάζεσθαι. τίς οὖν ὁ τρόπος τῆς ἐργασίας; ἣ ἀλλοίωσις δηλονότι· σαρκὸς γάρ τι μόριον οὐκέτι σάρκα μένειν, ἀλλ’ οἷον δέρμα γενέσθαι βουλόμεθα· πῶς οὖν ἀλλοιωθήσεται; κατά τινα τῶν ἀλλοιουσῶν δηλονότι ποιοτήτων· ἥκει γὰρ αὖθις ἐνταῦθα, κᾂν μὴ θέλωμεν, ὁ περὶ τῶν στοιχείων λόγος, οὗ χώρις οὐδὲ ἐπουλωτικὸν ἔστιν εὑρεῖν φάρμακον οὐ μόνον σαρκωτικὸν ἢ κολλητικόν. ἐπεὶ τοίνυν τὸ δέρμα τῆς σαρκὸς ξηρότερόν ἐστι καὶ πυκνότερον, εἰ ξηραίνοιμεν καὶ στύφοιμεν τὴν σάρκα, δέρματι παραπλησίαν ἐργασόμεθα. τὸ μὲν κεφάλαιον ἔχεις ἤδη τῶν ἐπουλωτικῶν φαρμάκων, ἀλλ’ οὐκ ἀρκεῖ τοῦτο· καὶ γὰρ τὰ κολλητικὰ ξηραίνοντά τε ἦν καὶ στύφοντα. ὅπη ποτ’ οὖν διοίσει ταῦτ’ ἐκείνων, εἰς αὐτὴν ἀποβλέπων τὴν οὐσίαν τῶν πραγμάτων ἐξευρήσεις. ἐπειδὴ γὰρ ἐν μὲν ταῖς κολλήσεσι τῶν ἡλκωμένων ξηραίνεσθαι χρὴ τὸ ἐπιῤῥέον, ὡς ἀπέριττον μένειν τὸ πεπονθὸς μέρος, ἐν δὲ ταῖς ἐπουλώσεσιν οὐ μόνον τὸ ἐπιῤῥέον, ἀλλὰ καὶ τὸ περιεχόμενον ἐν ταῖς σαρξὶν ὑγρὸν ἐκδαπανᾶσθαι προσήκει, πολὺ δήπου ξηρότερον εἶναι χρὴ τὸ συνουλωτικὸν φάρμακον τοῦ κολλητικοῦ· τῷ μὲν γὰρ κολλήσοντι, σκοπὸς εἷς οὗτος μόνος ἐκδαπανῆσαι τὸ περιττὸν τοῦ κατὰ φύσιν, τῷ δὲ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ αὐτοῦ τοῦ κατὰ φύσιν ἅψασθαι· κηκὶς οὖν ὀμφακίτης ἐνταῦθα καὶ τὰ τῆς ῥοιᾶς λέμματα καὶ τῆς Αἰγυπτίας ἀκάνθας ὁ καρπὸς, μετρίως ξηραίνοντα φάρμακα· χαλκῖτις δὲ καὶ χαλκὸς κεκαυμένος καὶ λεπὶς χαλκοῦ καὶ μίσυ καὶ στυπτηρία σχιστὴ πολὺ τούτων σφοδρότερα μίσυ μὲν καὶ χαλκῖτις μάλιστα, μετριώτερον δ’ ἣ λεπὶς τοῦ χαλκοῦ· καὶ τούτου μετριώτερον ὁ κεκαυμένος χαλκὸς, εἰ δὲ καὶ πλύναις αὐτὸν, τὸ ἀδηκτότατον ἕξεις φάρμακον. ἔστι δὲ καὶ τοῦτο ἤδη τῆς περὶ φαρμάκων συνθέσεως πραγματείας, ἑπομένης τῇ θεραπευτικῇ μεθόδῳ. τὸ μὲν γὰρ τὰς δυνάμεις τῶν φαρμάκων γνῶναι προηγεῖται τῆς θεραπευτικῆς μεθόδου· καὶ λέλεκται περὶ αὐτῶν ἑτέρωθι· τὸ δὲ συνθεῖναι τὰ φάρμακα μετὰ τὴν θεραπευτικήν ἐστι μέθοδον. ὅταν γὰρ αὕτη μὲν διδάξῃ τὰ καθόλου, λέγω δὲ τὸ ξηραίνειν ἢ ὑγραίνειν, ἢ ψύχειν ἢ θερμαίνειν, καὶ ἤτοι μετρίως τοῦτο δρᾷν, ἢ σφοδρῶς, ἢ ἀμυδρῶς, εἰδῶμεν δὲ καὶ τὴν τῶν ἁπλῶν, φαρμάκων ἑκάστου δύναμιν ἰδίᾳ καθ’ ἑαυτὴν ἐπεσκεμμένοι, τηνικαῦτα πῶς ἄν τις ταῦτα μίξειεν ἐπιτηδείως τῇ χρείᾳ προσήκει σκέπτεσθαι· γίνεται γοῦν οὕτως διττή τις ἡ περὶ τῶν φαρμάκων μέθοδος· ἑτέρα μὲν ἡ τῆς δυνάμεως αὐτῶν, ἑτέρα δὲ ἡ τῆς συνθέσεώς τε καὶ σκευασίας. ἀλλὰ γὰρ ἐπὶ τὸ λεῖπον ἔτι τῆς περὶ τῶν ἑλκῶν ἀπιέναι χρὴ μεθόδου.

Λείπει δ’, ὡς οἶμαι, τὸ περὶ τῶν ὑπεραυξανομένων σαρκῶν εἰπεῖν, ὃ δὴ καὶ ὑπερσάρκωσιν ὀνομάζουσιν οἱ πλείους τῶν ἰατρῶν. ἔστι δὲ καὶ τοῦτο νόσημα τοῦ γένους τοῦ παρὰ τὸ ποσὸν, ἢ τὸ πηλίκον τῶν μορίων· ἐξέστω γὰρ ὡς ἂν ἐθέλοις ὀνομάζειν· ἐκ ταὐτοῦ δὲ γένους καὶ ἡ κοιλότης ἦν, ὑπὲρ ἧς προειρήκαμεν. ὡς οὖν ὃ καλοῦσιν ἕλκος κοῖλον οὐχ ἕν ἐστι πάθος, ἀλλὰ κοιλότης τε ἅμα καὶ ἕλκος, οὕτως ἕλκος ὑπερσαρκοῦν οὐχ ἕν ἐστι πάθος, ἀλλ’ ὑπερσάρκωσίς τε ἅμα καὶ ἕλκος, ἐνδείκνυται δὲ τὸ τῷ μεγέθει παρὰ φύσιν τὴν πρώτην ἔνδειξιν, ἣν δὴ καὶ σκοπὸν τῆς τῶν ἰαμάτων εὑρέσεως ἐλέγομεν εἶναι, τοῦ πλεονάζοντος τὴν ἀφαίρεσιν· ὑπὸ φαρμάκων δ’ αὕτη γίνεται μόνον, οὐκέθ’ ὑπὸ φύσεως, ἀνάπαλιν ἢ ὡς ἐπὶ σαρκώσεως καὶ κολλήσεως εἶχεν· ἐκεῖνα μὲν γὰρ τῆς φύσεως αὐτῆς ἐστιν ἔργα, τῶν φαρμάκων τὰ διακωλύοντα τὰς ἐνεργείας αὐτῆς ἐκκοπτόντων· ἡ δὲ τῶν ὑπεραυξηθεισῶν σαρκῶν καθαίρεσις οὐδὲν μὲν τῆς φύσεώς ἐστιν ἔργον, ὑπὸ δὲ τῶν ἰσχυρῶς ξηραινόντων γίνεται φαρμάκων. παράκειται δὲ ταῦτα τὰ φάρμακα τοῖς τε ῥύπτουσιν ἰσχυρῶς καὶ τοῖς ἐπουλοῦσιν, ὡς πολλοὺς διαμαρτάνοντας ἐνίοτε τὸ καθαιρετικὸν φάρμακον ἢ ὡς ῥύπου καθαρτικὸν, ἢ ὡς εἰς οὐλὴν ἄγον παραλαμβάνειν· οἷον αὐτίκα τὸ μίσυ καὶ ἡ χαλκῖτις εἰ ὑγρᾷ φύσει προσάγοιτο, τῶν καθαιρόντων μᾶλλον ἢ τῶν ἐπουλούντων ἐστίν· ὅθεν εἴ ποτε τοιούτοις ἀναγκασθείημεν χρῆσθαι πρὸς ἐπούλωσιν, ἑτέρων δηλονότι μὴ παρόντων, ὡς ἐλαχίστοις αὐτοῖς χρησόμεθα, μόνον τὸν πυρῆνα τῆς μήλης καθιέντες εἰς ἄκρον λελειωμένα τὰ φάρμακα· κᾄπειθ’ οὕτως οἷον χνοῦν τινα τοῖς τῆς ἐπουλώσεως δεομένοις ἐπιβάλλομεν μορίοις. εἰ δὲ καὶ καθαιρεῖν βουλοίμεθα τὰ ὑπερέχοντα, δαψιλέστερον ἐπιθήσομεν. ἰὸς δὲ τούτων ἐστὶ καθαιρετικώτερος, ὡς ὅλως ἐκπεπτωκέναι τοῦ γένους τῶν ἐπουλούντων· εἰ δὲ καὶ καύσειας αὐτὰ, δριμύτερα μὲν ἧττον, ἐπουλωτικώτερα δὲ ποιήσεις. εἰ δὲ καὶ πλύναις, ἠπιώτερα. μέμνησαι δὲ δήπου καὶ σὺ τὸν ἄνευ λογισμοῦ θεραπεύοντά ποτε τὸ ῥυπαρὸν ἕλκος, τῷ συνήθει φαρμάκῳ τῷ χλωρῷ, μιγνύντα μὲν αὐτῷ τὸ μέλι, πολλαῖς δὲ ἐφεξῆς ἡμέραις εὑρίσκοντα ῥυπαρὸν ὁμοίως· εἶτ’ ἀπορούμενόν τε καὶ ὅπῃ μεταβῇ μὴ γινώσκοντα· συνέβαινε γὰρ οὐ καθαίρεσθαι μόνον τὸν ῥύπον, ἀλλὰ καὶ συγκαθαιρεῖσθαί τι καὶ συντήκεσθαι τῆς ὑποκειμένης σαρκὸς, ἰσχυροτέρου τοῦ φαρμάκου τῆς τοῦ κάμνοντος ὑπάρχοντος φύσεως. εἶθ’ ὁ μὲν ἰατρὸς ἀεὶ πλέον ἀνεμίγνυε τῷ φαρμάκῳ τοῦ μέλιτος, ἵνα δὴ σφοδρότερον καθῄρειεν, ὡς ἐλλιπῶς τοῦ προτέρου τοῦτο δράσαντος. ἐγίγνετο δὲ πᾶν τοὐναντίον· εἰς ὅσον γὰρ ἐπετείνετο τῇ δριμύτητι τὸ προσφερόμενον, εἰς τοσοῦτον συνετήκετο μὲν ἡ ὑποκειμένη σὰρξ, ὁ δὲ τῆς συντήξεως ῥύπος εὑρισκόμενος ἐπὶ τοῦ ἕλκους ἐξηπάτα τὸν ἰατρὸν, ὡς οὐδὲν ἀνύοντος τοῦ φαρμάκου. τούτου μὲν δὴ περὶ τὴν διάγνωσιν, οὐ μόνον περὶ τὴν θεραπευτικὴν μέθοδον ἡ ἄγνοια· καὶ γὰρ μάλιστα καὶ ῥυπαρὸν καὶ ὑγρὸν ὁμοίως φαίνεται τὸ ἕλκος ἐπ’ ἀμφοτέρων τῶν φαρμάκων, ἀλλά τοι κοιλότερον μὲν ἐπὶ τῶν ἰσχυρῶν τε καὶ συντηκόντων γίγνεται· καὶ προσέτι τοῖς χείλεσιν ὀχθῶδες, ἐρυθρόν τε καὶ ὑποφλεγμαῖνον, ἔστιν ὅτε δὲ καὶ δάκνεται σαφῶς ὁ ἄνθρωπος ὑπὸ τοῦ τοιούτου φαρμάκου· τὸ δ’ ἧττον ἢ προσήκει ξηραῖνον οὔτε δῆξιν οὔτε τῶν ἄλλων οὐδὲν ὧν εἶπον ἐργάζεται. δῆλον δ’, οἶμαι, κᾀπὶ τούτων ἐστὶν ὡς ὁ μὲν ἐμπειρικὸς, εἰ καὶ ὅτι μάλιστα διωρισμένῃ χρήσαιτο τῇ πείρᾳ, τό γε μεταβαίνειν ἐπὶ τὸ προσῆκον. εὐμηχάνως οὐκ ἔχει. μόνῳ δ’ ὑπάρχει τοῦτο τῷ κατὰ μέθοδον ἰατρεύοντι, τὴν ὄντως δηλονότι μέθοδον, ἣν ἐγὼ νῦν διέρχομαι.

Τὴν γὰρ τῶν ἀμεθόδων Θεσσαλείων μέθοδον ὄνομα μόνον οἶσθα δήπου κενὸν, ἔρημον ἔργου παντός· οἵ γε τοσαύτης τε καὶ τηλικαύτης οὔσης μεθόδου περὶ τὴν τῶν ἑλκῶν ἴασιν οὔτε τοῖς τῶν ἐμπειρικῶν ἐχρήσαντο διορισμοῖς εἰς τὴν τῶν φαρμάκων εὕρεσιν οὔτ’ ἀπὸ τῆς φύσεως αὐτῆς τῶν πραγμάτων ἔλαβον τὴν ἔνδειξιν, ὡς οἱ δογματικοί· μόνον δ’ εἰπόντες ὃ καὶ τοῖς ἰδιώταις γνωρίζεται, τὸ δεῖσθαι τὸ μὲν κοῖλον ἕλκος πληρώσεως, τὸ δὲ πλῆρες ἐπουλώσεως, τὸ δ’ ὑπερσαρκοῦν καθαιρέσεως, καὶ τὸ μὲν ῥυπαρὸν καθάρσεως, τὸ δὲ καθαρὸν ἐπουλώσεως, τὸ δὲ ἔναιμον καὶ κολλήσεως, ἑλκῶν θεραπείας οἴονταί τινα μέθοδον εἰρηκέναι· τοσοῦτον ἀποδέουσι γιγνώσκειν ὡς ταῖς μὲν ὑγροτέραις φύσεσι τῶν ἧττον ξηραινόντων φαρμάκων ἐστὶ χρεία, ταῖς δὲ ξηροτέραις τῶν μᾶλλον. ὃ τοίνυν παρ’ ὅλον τὸν λόγον ἐφάνη σαφῶς αὖθις ἀναληπτέον· ἵν’ ἡμεῖς τε μάλιστα προσέχωμεν αὐτῷ τὸν νοῦν, οἵ τ’ ἄλλοι πάντες οἱ τὴν παλαιὰν μέθοδον διαφθείροντες ἐναργέστερον γνῶσιν ὅσον ἁμαρτάνουσιν. ἄρξομαι δ’ ἀπὸ τῶν σαρκώσεως δεομένων ἑλκῶν, ἕν τι τοῦτο παράδειγμα προχειρισάμενος, ἐπειδὴ καὶ φθάνω τὸν λόγον ὑπὲρ αὐτοῦ πεποιημένος. εἶθ’ ἑξῆς περὶ πάσης ὁμοῦ τῆς ἰάσεως ἐν τῷ καθόλου ποιήσομαι τὸν λόγον. ἐφάνη τοίνυν οὐ τῷ λόγῳ μόνον, ἀλλὰ καὶ τῇ πείρᾳ σκοπουμένοις, οὐ τῶν αὐτῶν ἅπασα φύσις δεομένη φαρμάκων, ἀλλ’ αἱ μὲν ἀσθενέστεραι καὶ μαλακώτεραι τῶν μαλακωτέρων, αἱ δ’ ἰσχυρότεραι, καὶ ξηρότεραι τῶν ἰσχυροτέρων. οὕτω δὲ κᾀπὶ τῶν εἰς οὐλὴν ἀγομένων ἑλκῶν εἶχε καὶ προσέτι τῶν κολλήσεως δεομένων. ἁπλῶς γὰρ οὐδὲν τῶν ἰσχυρῶν φαρμάκων αἱ μαλακαὶ φέρουσι φύσεις. ἐν δὲ τῇ διεξόδῳ ταύτῃ τοῦ λόγου κατάφωρον γίγνεται σαφῶς ὅτι τε τὴν φύσιν ἐπισκεπτέον ἐστὶ τοῦ κάμνοντος, ὅτι τε καθ’ ἕκαστον ἄνθρωπον ἰδίᾳ τίς ἐστι θεραπεία· καὶ τρίτον ἐπὶ τούτοις ὡς ἐπειδὴ τὸ τῆς ἑκάστου φύσεως ἴδιον ἀῤῥητόν ἐστι καὶ πρὸς τὴν ἀκριβεστάτην ἐπιστήμην ἄληπτον, οὗτος ἂν ἄριστος ἰατρὸς εἴη τῶν κατὰ μέρος ἁπάντων νοσημάτων, ὁ μέθοδόν τινα πορισάμενος ἐξ ἧς διαγνωστικὸς μὲν τῶν φύσεων ἔσοιτο, στοχαστικὸς δὲ τῶν ἑκάστης ἰδίων ἰαμάτων. τὸ δ’ οἴεσθαι κοινήν τινα ἁπάντων ἀνθρώπων εἶναι θεραπείαν ἐσχάτως ἠλίθιόν ἐστιν· ὅπερ οἱ ἀναισθητότατοι νομίζουσι μεθοδικοί. καὶ διὰ ταῦθ’ ἑστάναι τὰ τῆς ἰατρικῆς ἔφασαν ἅπαντα θεωρήματα, τουτέστιν ἐπιστημονικὰ καὶ βέβαια ταῖς γνώσεσιν ὑπάρχειν. εἶναί τε τὴν γνῶσιν αὐτῶν τέχνην τινὰ κοινοτήτων, οὐκ ἰδιοτήτων, ὡσπερεὶ τὸν κοινὸν καὶ γενικὸν ἄνθρωπον θεραπεύοντες, οὐ τοὺς κατὰ μέρος. ὡς οὖν ἐν τοῖς ἄλλοις ἅπασιν εὐθέως κατὰ τὰς ἀρχὰς ἐσφάλησαν, οὕτω κᾀν τῷδε· θεραπεύεται μὲν γὰρ οὐχ ὁ κοινὸς καὶ γενικὸς ἄνθρωπος, ἀλλ’ ἡμῶν ἕκαστος, ἄλλος ἄλλην ἔχων δηλονότι κρᾶσίν τε καὶ φύσιν. οἱ δ’ οἴονται μίαν θεραπείαν ἁπάντων ἀνθρώπων εἶναι· ἐγὼ δ’ εἰ καὶ τὴν ἑκάστου φύσιν ἀκριβῶς ἠπιστάμην ἐξευρίσκειν, οἷον ἐπινοῶ τὸν Ἀσκληπιὸν, αὐτὸς ἂν ἦν τοιοῦτος· ἐπεὶ δ’ ἀδύνατον τοῦτο, τὸ γοῦν ἐγγυτάτω προσιέναι καθόσον ἀνθρώπῳ δυνατὸν αὐτός τε ἀσκεῖν ἔγνωκα καὶ τοῖς ἄλλοις παρακελεύομαι. πειρῶνται μὲν οὖν εἰς ὅσον οἷόν τε καὶ οἱ ἀπὸ τῆς ἐμπειρίας, ἀποχωρεῖν μὲν τῶν κοινῶν, προσέρχεσθαι δὲ τοῖς ἰδίοις· ἀλλ’ ὅσον καὶ τούτοις ἐνδεῖ πρὸς τὸ τέλειον εἴρηται πρόσθεν. οὐ γὰρ ἐπὶ παίδων, ἢ γυναικῶν, ἢ γερόντων, ἢ μαλακὴν ἐχόντων καὶ λευκὴν τὴν σάρκα καὶ ὅσα τοιαῦτα, ὡς ἐκεῖνοι ποιοῦσι, προσδιοριστέον ἐστὶν, ἀλλ’ ὅπως ὑγρότητος ἢ ξηρότητος ἔχει τὸ σῶμα. τοὺς μὲν οὖν ἐμπειρικοὺς ἰατροὺς ἄλλων τε πολλῶν ἕνεκεν ἀποδέχεσθαι χρὴ καὶ μάλισθ’ ὅταν προσέρχεσθαι. πειρῶνται καθόσον ἐγχωρεῖ τῇ τοῦ κάμνοντος ἰδιότητι. μετὰ γὰρ τοὺς διορισμοὺς ἅπαντας οὓς διορίζονται, καὶ τὸν ἀπὸ τῶν ἐθῶν ἐπάγουσιν, ὡς κᾀντεῦθεν εὐπορήσαντες οἰκειοτέρων τῷ κάμνοντι βοηθημάτων. εἰρήσεται δ’ ἡμῖν ἐν τοῖς ἑξῆς ἐπὶ πλέον ὑπὲρ τῶν ἐθῶν, κᾀκεῖ ἀποδείξομεν ὑπὲρ τοῦ γνῶναι τὴν ἰδιότητα τῆς τοῦ κάμνοντος φύσεως, ἐξευρῆσθαι τοῖς παλαιοῖς καὶ τὸν ἀπὸ τοῦ ἔθους διορισμόν. τοῦτον οὖν ἐπὶ τοῖς ἄλλοις οἱ ἐμπειρικοὶ παραλαμβάνουσι καὶ πρὸς τούτῳ καὶ αὐτὸν τὸν ἰατρὸν, εἰ πολλάκις εἴη παραγεγονὼς τῷ νοσοῦντι, βέλτιον ἂν ἰᾶσθαί φασι τοῦ μὴ παραγεγονότος· εἶθ’ ὅταν ταῦτα πάντα προσθῶσιν, οὔπω βεβαίαν οὐδ’ ἐπιστημονικὴν ἔχειν φασὶ τῆς ἰδίας τοῦ κάμνοντος ἰάσεως τὴν γνῶσιν. ὁ δ’ ἀναισχυντότατος Θεσσαλὸς ἓν μόνον εἰδὼς, ὅτι τὸ κοῖλον ἕλκος πληρωτέον, ἑστῶτά τε καὶ βεβαία φησι τὰ τῆς ἰατρικῆς εἶναι θεωρήματα. καίτοι τοῦτό γε πάντες, ὡς εἴρηται καὶ πρόσθεν, ἄνθρωποι γινώσκουσιν, οὐχ οἱ νῦν μόνον, ἀφ’ οὗ Θεσσαλὸς, ὁ δεύτερος Ἀσκληπιὸς, εἰς ἀνθρώπους ἧκεν, ἀλλὰ καὶ οἱ πρὸ Δευκαλίωνος, οἶμαι, καὶ Φορωνέως, εἴπερ γε κᾀκεῖνοι λογικοί τε ἦσαν. ἀλλὰ πρὸς τῷ γινώσκειν ὡς σαρκωτέον ἐστὶ τὸ κοῖλον ἕλκος, ἔτι κᾀκεῖνο συνίεσαν, ὡς ὁ γινώσκων τὰ φάρμακα τὰ σαρκώσοντα τοιοῦτον ἕλκος, ἐκεῖνος ἰατρός ἐστιν. εἰ μὲν οὖν ἐξ ἐμπειρίας εὕρηται ταῦτα, δῆλον ὡς ἐμπειρικῶς ἡμῖν ἰατρευτέον ἐστίν· εἰ δὲ ἐκ λόγου, λογικῶς· οὐ γὰρ δὴ ἄλλο μὲν εὕρηκεν, ἄλλῳ δέ τινι νῦν ἐπιδεξίως χρήσεται. ἀλλὰ περὶ μὲν τούτου πρὸς τοὺς ἐμπειρικούς ἐστιν ἡ ἀμφισβήτησίς τις ἡμῖν· ὅπερ δὲ λέγων ἀπέλιπον, ἡ ὄντως ἰατρικὴ τῆς τοῦ κάμνοντος ἐστόχασται φύσεως· ὀνομάζουσι δὲ, οἶμαι, τοῦτο πολλοὶ τῶν ἰατρῶν ἰδιοσυγκρασίαν, καὶ πάντες ἀκατάληπτον ὁμολογοῦσιν ὑπάρχειν· καὶ διὰ τοῦτο καὶ αὐτὴν τὴν ὄντως ἰατρικὴν Ἀσκληπιῷ καὶ Ἀπόλλωνι παραχωροῦσιν. ἤρτηται δὲ ὁ λόγος οὗτος σύμπας ἀπὸ διττῶν ἀρχῶν· ἀπὸ μὲν τῶν ἐναργῶς φαινομένων τοῖς ἐμπειρικοῖς τε καὶ τηρητικοῖς, ἀπὸ δὲ τῶν στοιχείων τοῖς λογικοῖς. ὅτι τε γὰρ ἄλλον ἄλλο φάρμακον ὠφελεῖ σχεδὸν ἤδη καὶ οἱ παῖδες ἐπίστανται· συμφωνεῖ δὲ τούτῳ καὶ ὁ ἀπὸ τῶν στοιχείων λογισμός. εἰ γὰρ ὑπόθοιο πεντεκαίδεκα διαφορὰς εἶναι κατὰ τὸ μᾶλλόν τε καὶ ἧττον ἐν ταῖς κράσεσι τῶν ἀνθρώπων ἐπὶ μόνης τῆς ὑγρᾶς φύσεως, ἀνάγκη δήπου σε καὶ τῶν φαρμάκων οἷς μέλλεις χρήσασθαι πεντεκαίδεκα διαφορὰς ἐπίστασθαι, καὶ τὰς μὲν μᾶλλον, τὰς δὲ ἧττον ξηραινούσας, ἵν’ ἑκάστῃ φύσει τὸ προσῆκον ἐξευρίσκῃς. εἰ δὲ καὶ τῆς ξηροτέρας φύσεως ἄλλας πεντεκαίδεκα διαφορὰς ὑποθέμενος ὡσαύτως κᾀπ’ ἐκείνης ἄλλων πεντεκαίδεκα δέοιο φαρμάκων, ἔσται σοι τὰ πάντα τριάκοντα φάρμακα πρὸς τριάκοντα φύσεις ἡρμοσμένα, καὶ τούτοις προσηκόντως χρῆσθαι δυνήσεται μόνος ὁ περὶ κράσεως σωμάτων ἀκριβῶς ἐπεσκεμμένος. ἆρ’ οὖν εἰ μὲν ὅλον τὸ σῶμα εἴη ξηρότερον τὴν κρᾶσιν, ὑπὸ τῶν ξηραντικωτέρων ὠφεληθήσεται φαρμάκων· εἰ δὲ μόριον αὐτοῦ τι τῶν ἄλλων φύσει ξηρότερον ὑπάρχοι, τῶν ἧττον ξηραινόντων δεήσεται; ἢ πρόδηλον κᾀνταῦθα τὸ μὲν ξηρότερον τῇ κράσει μόριον τῶν ξηραντικωτέρων, τὸ δ’ ὑγρότερον τῶν ἧττον ξηραινόντων προσδεῖσθαι; καὶ τοῦτ’ οὖν ὅλον παραλέλειπται τοῖς ἀμεθόδοις Θεσσαλείοις, ἓν ἐπὶ παντὸς μορίου φάρμακον ἡγουμένοις ἁρμόττειν. οἱ δ’ ἀπὸ τῆς ἐμπειρίας ὅσον πλεονεκτοῦσι κᾀν τῷδε τῶν Θεσσαλείων μεθοδικῶν, τοσοῦτον ἀπολείπονται τῶν ὄντως μεθοδικῶν τε καὶ λογικῶν. ἔχουσι γὰρ δὴ κᾀκεῖνοι πρὸς τῆς πείρας διδαχθέντες ἄλλο μὲν τῶν ἐν ὀφθαλμοῖς ἑλκῶν, ἄλλο δὲ τῶν ἐν ὠσὶν, ἢ ἄρθροις, ἢ σαρξὶν, ἢ δέρματι μόνῳ φάρμακον. ἀλλ’ ὅτι γε κᾀνταῦθα μεταβαίνειν ἐφ’ ἕτερον ἀδυνατήσωσιν, ἐκ τῶν ἔμπροσθεν εἰρημένων εὔδηλον.

Ἐπεὶ δὲ καὶ περὶ τούτων αὐτάρκως διώρισται, πάλιν ἐπὶ τὴν ἀρχὴν ἀνέλθωμεν τοῦ λόγου, μιγνύντες ἁπάσας τὰς συμπιπτούσας ἕλκει διαθέσις, ἀπὸ πρώτης ἀρξάμενοι τῆς δυσκρασίας. εἰ γὰρ ἤτοι πρόσθεν εἴη κατὰ δή τινα συντυχίαν, ἢ καὶ παρ’ αὐτὸν τῆς ἑλκώσεως τὸν χρόνον ἡ ἡλκωμένη σὰρξ γένοιτο θερμοτέρα τοῦ δέοντος, ἢ ψυχροτέρα, δεήσει τὸ φάρμακον οὐ μόνον ξηραίνειν μετρίως, ἀλλὰ καὶ θερμαίνειν ἢ ψύχειν εἰς τοσοῦτον, εἰς ὅσον ἡ ὑποκειμένη σὰρξ ἐξέστη τοῦ κατὰ φύσιν· οὐ γὰρ ἐγχωρεῖ σάρκωσιν, ἢ πλήρωσιν, ἢ κόλλησιν, ἢ ἐπούλωσιν ἕλκους ὀρθῶς ποτε γενέσθαι τῆς ὑποκειμένης σαρκὸς ἐχούσης κακῶς, οὐδὲ εἰκῆ πρόσθεν ἐλέγομεν ἔργα φύσεως εἶναι σύμπαντα ταῦτα. κάθαρσιν μέντοι τῶν ῥυπαρῶν καὶ καθαίρεσιν τῶν ὑπεραυξηθέντων ἐγχωρεῖ γενέσθαι καὶ χωρὶς τοῦ κατὰ φύσιν ἔχειν τὴν σάρκα· μόνον γὰρ τῶν φαρμάκων ἦν ἔργα. διὸ καὶ μείζων ἡ πρόνοια γιγνέσθω σοι τῆς εὐκρασίας τῶν ἡλκωμένων μορίων, ὁπότε σαρκοῦν ἢ κολλᾷν ἢ ἐπουλοῦν ἐθέλεις αὐτά. σώζεσθαι γὰρ δεῖ τὰς κινήσεις τῆς φύσεως αἷς εἵπετο τῶν εἰρημένων ἕκαστον· οὐ σωθήσονται δ’ ἄλλως εἰ μὴ πάντη κατὰ φύσιν ἔχοι τὸ μόριον. ὥσπερ οὖν εἰ φλεγμονή τις ἅμα τῷ ἕλκει τύχοι, πρὶν ταύτην λῦσαι, σαρκοῦν, ἢ κολλᾷν, ἢ ἐπουλοῦν οὐκ ἂν οὐδεὶς ἐπεχείρησεν αὐτὸ, κατὰ τὸν αὐτὸν, οἶμαι, τρόπον εἰ καὶ χωρὶς φλεγμονῆς εἴη μόνη δυσκρασία τῶν εἰρημένων, οὐδὲν ἐλπίσομεν γενέσθαι πρὶν ἐκείνην ἰᾶσθαι. πάλιν οὖν ἐντεῦθεν ἔνδειξίς τις εἰς τὴν τῶν ἔμπροσθεν εἰρημένων φαρμάκων εὕρεσιν γίνεται· ξηραίνοντα μὲν γὰρ ἦν ἅπαντα, διέφερε δ’ ἀλλήλων ἐν τῷ μᾶλλόν τε καὶ ἧττον. οὐ μὴν ὅπως γε τοῦ θερμαίνειν ἢ ψύχειν εἶχεν εἴρηταί που πρόσθεν, ἀλλ’ ἡ μέθοδός πως ἀναγκάζει καὶ τοῦτ’. ἐρευνᾶσθαι. οὐ γὰρ ἁπλῶς εἰ ξηραῖνον, ἀλλ’ εἰ μὴ καὶ σφόδρα θερμαῖνον, ἢ ψῦχον ἐπισκέπτεσθαι χρή. φεύξῃ τοιγαροῦν ὑοσκύαμον καὶ μανδραγόραν καὶ κώνειον, ὡς πέρα τοῦ μετρίου ψύχοντα, καίτοι ξηραίνει γε εἰς τοσοῦτον, εἰς ὅσον ἕλκος ξηραίνεσθαι ὀφείλει. καὶ ῥητίνη καὶ πίττα καὶ ἄσφαλτος, εἰ καὶ ξηραίνει συμμέτρως, ἀλλὰ πέρα γε τοῦ προσήκοντός ἐστι θερμά· καὶ διὰ τοῦτο οὐκ ἄν τις αὐτοῖς χρήσαιτο μόνοις ἄνευ τοῦ τοῖς ἀτρέμα ψύχουσιν ἐπιμίξας, ἓν ἐξ ἁπάντων εὔκρατον ἀπεργάσασθαι φάρμακον. εἰ δὴ ταῦθ’ οὕτως ἔχει, καθάπερ οὖν ἔχει προσεπιβλέπειν δεήσει καὶ τὴν τοῦ περιέχοντος ἡμᾶς ἀέρος κρᾶσιν· οἷον γὰρ φάρμακόν τι καὶ οὗτος ἔξωθεν προσπίπτων τοῖς σώμασιν, ἐπειδὰν ἀμέτρως ἔχῃ θερμότητος ἢ ψύξεως, ἐμποδὼν ἵσταται τῇ θεραπείᾳ. χρὴ τοίνυν ἀντιπεπονθέναι τὰ φάρμακα ταῖς ἀμετρίαις αὐτοῦ. καὶ διὰ τοῦτο καὶ Ἱπποκράτης ψυχροτέροις μὲν τῇ δυνάμει χρῆται κατὰ τὰς θερμὰς ὥρας, θερμοτέροις δὲ κατὰ τὰς ψυχράς. οἶσθα δὲ δήπου κᾀνταῦθα τῶν ἀναισθήτων τινὰ μεθοδικῶν ὁμολογήσαντα μὲν ἐπιβλέπειν ὅπως ἔχει θερμότητος ἢ ψύξεως ὁ περιέχων ἀὴρ τὸν κάμνοντα, μὴ μέντοι τὰς ὥρας τοῦ ἔτους ἐπισκέπτεσθαι συγχωροῦντα, ὥσπερ τῶν ὀνομάτων τῶν κατὰ τὰς ὥρας βλαπτόντων ἢ ὠφελούντων, ἀλλ’ οὐ τῆς κράσεως αὐτῶν, ἢ οὐ διὰ ταύτην ἀποβλεπόντων εἰς αὐτὰς τῶν παλαιῶν ἰατρῶν. ἀλλὰ γὰρ ὅτι μὲν ἀναγκαῖόν ἐστι τῷ μέλλοντι μεθόδῳ τινὶ θεραπεύσειν ἕλκος, ἐπί τε τὰ στοιχεῖα πρῶτα καὶ μάλιστα παραγίνεσθαι καὶ τὰς ὥρας τοῦ ἔτους καὶ τὰς κράσεις τῶν σωμάτων ὅλων τε καὶ κατὰ τὰ μόρια ἐπιβλέπειν ἱκανῶς οἶμαι δεδεῖχθαι. πάλιν δ’ ἀναμνηστέον κᾀνταῦθα τὸ καὶ πρόσθεν εἰρημένον ἐπὶ τῆς κατὰ τὸ ξηρόν τε καὶ ὑγρὸν ἐνδείξεως· ὡς γὰρ ἐπ’ ἐκείνων ἡ μὲν ὑγροτέρα φύσις ὑγροτέρων ἐδεῖτο τῶν φαρμάκων, ἡ δὲ ξηροτέρα ξηροτέρων, οὕτως καὶ νῦν ἡ μὲν θερμοτέρα θερμοτέρων, ἡ δὲ ψυχροτέρα ψυχροτέρων δεήσεται, ἔμπαλιν δὴ τῆς ἐνδείξεως γιγνομένης ἀπὸ τῶν παρὰ φύσιν τε καὶ κατὰ φύσιν· τὰ μὲν γὰρ κατὰ φύσιν ὁμοίων ἑαυτοῖς ἐστὶν ἐστὶν ἐνδεικτικὰ, τὰ δὲ παρὰ φύσιν ἐναντίων, εἴ γε τὰ μὲν φυλάττεσθαι, τὰ δὲ διαφθείρεσθαι χρή.

Τὸ μὲν οὖν καὶ τὰς κράσεις τῶν σωμάτων καὶ τὰς ὥρας τοῦ ἔτους καὶ τὰς φύσεις τῶν μορίων ἐπιβλέπειν χρῆναι τὸν μέλλοντα καλῶς ἕλκος ἰάσασθαι δεδεῖχθαί μοι νομίζω σαφῶς· καὶ ὡς μὲν πρῶτος σκοπὸς τῆς ἰάσεως ἐκ τῆς διαθέσεως λαμβάνεται μόνης, ἐξευρεῖν δὲ οὐκ ἔτι ἐντεῦθεν ἐγχωρεῖ τὰ βοηθήματα, πρὶν ἐπί τε τὰ στοιχεῖα τῶν σωμάτων ἀναβῆναι καὶ τοῦ κάμνοντος ἐπισκέψασθαι τὴν κρᾶσιν, ὅλου τε τοῦ σώματος καὶ τοῦ πεπονθότος μέρους, εὐθὺς αὐτῷ καὶ τὴν τοῦ περιέχοντος κρᾶσιν συνεπισκεπτομένους· ἥτις ἐκτείνεται κᾀπὶ τὰς ἐπιδήμους καταστάσεις καὶ προσέτι τὰς χώρας. ὅτι δὲ πολλάκις ἐναντίαι ἐνδείξεις γίγνονταί κατὰ μίαν θεραπείαν, ὅπως τε χρὴ μεταχειρίζεσθαι τὰς τοιαύτας, εἰρήσεται μὲν ἐπιπλέον ἐν τοῖς ἐφεξῆς, εἴη δ’ ἂν οὐκ ἄπο, τρόπου καὶ νῦν ἐπὶ βραχὺ διελθεῖν ὑπὲρ αὐτῶν. οὐδὲν γὰρ οἶμαι θαυμαστὸν ὑγροτέραν μὲν ὑπάρχειν τὴν κρᾶσιν τοῦ κάμνοντος, αὐτὸ δὲ τὸ πεπονθὸς μόριον ξηρότερον, ἢ τοῦτο μὲν ὑγρότερον, ἅπασαν δὲ τὴν κρᾶσιν ξηροτέραν· ὡσαύτως δὲ καὶ κατὰ θερμότητα καὶ ψύξιν ὑπεναντίως ἔχειν τῇ κράσει τὸ μόριον πρὸς τὸ ὅλον. ὥσπερ οὖν εἰ τὸ πᾶν σῶμα τῆς μέσης ὑπῆρχε κράσεως, ἣν ἀρίστην ἐδείκνυμεν, οὐδὲν ἂν ἕνεκά γε τῆς τοῦ κάμνοντος φύσεως ἐνεωτερίζομεν ἐν τοῖς φαρμάκοις, οὕτως ἐπειδὰν ἤτοι ξηρότερον ἢ ὑγρότερον, ἢ ψυχρότερον ἢ θερμότερον ᾖ τοῦ δέοντος, ἐπιτείνειν εἰς τοσοῦτον χρὴ τὰς δυνάμεις τῶν φαρμάκων, εἰς ὅσον καὶ τὸ σῶμα φυσικῆς ἐπείληπται δυσκρασίας. οὐ γὰρ δὴ ἐπιλελήσμεθά γε, τίς μὲν ἡ φυσικὴ δυσκρασία, τίς δ’ ἡ παρὰ φύσιν. εἴρηται γὰρ ὑπὲρ αὐτῶν ἐν ἄλλοις καὶ μάλιστ’ ἐν τῷ περὶ τῆς ἀνωμάλου δυσκρασίας γράμματι. φέρε τοίνυν ὅλην τὴν κρᾶσιν τοῦ κάμνοντος σώματος ὑγροτέραν εἶναι καὶ διὰ τοῦτο δεῖσθαι τῶν ἧττον ξηραινόντων φαρμάκων, αὐτὸ δὲ τὸ πεπονθὸς μόριον τῶν φύσει ξηροτέρων ὑπάρχειν, οἷά περ ἐλέγομεν εἶναι τὰ ἧττον σαρκώδη. τοιαῦτα δ’ ἐστὶ τά τε κατὰ τοὺς δακτύλους καὶ τὰ ἄρθρα καὶ τὰ ὦτα καὶ τὴν ῥῖνα καὶ τοὺς ὀφθαλμοὺς καὶ τοὺς ὀδόντας, ἁπλῶς δ’ εἰπεῖν ἵνα χόνδροι πολλοὶ καὶ ὑμένες καὶ σύνδεσμοι καὶ ὀστᾶ καὶ νεῦρα, πιμελὴ δὲ καὶ σὰρξ ἢ οὐδ’ ὅλως, ἢ ἐλαχίστη, διάφορος δ’ ἐν τούτοις ἡ ἔνδειξις ἀπό τε τοῦ πεπονθότος μέρους ἐστὶ καὶ τῆς φύσεως τοῦ κάμνοντος. ὥστε εἰ μὲν ὅσῳ τοῦ κάμνοντος ἡ κρᾶσις ὑγροτέρα πέφυκε τοῦ συμμέτρου, τοσούτῳ καὶ τὸ μόριον εἴη ξηρότερον τοῦ συμμέτρου, μήτε προστιθέναι τι μήτ’ ἀφαιρεῖν τοῦ φαρμάκου, τοιοῦτον δὲ προσφέρειν, οἷον ἂν ἐπὶ τοῦ συμμέτρου τῇ κράσει σώματος ἐν συμμέτρῳ τῇ κράσει μορίῳ γεγονότος ἕλκους παρελάβομεν. εἰ δὲ πλέον εἴη τὸ μόριον τοῦ μετρίου ξηρότερον, ἢ ὅσῳ τοῦ σώματος ἡ κρᾶσις ὑγροτέρα, τοσοῦτον ἐπιτείνεσθαι χρὴ ξηρότητι τὸ φάρμακον, ὅσον ὑπερβάλλει τὸ μόριον τῆς ὅλης κράσεως. οἷον εἰ τέσσαρσι μὲν ἀριθμοῖς εἴη τὸ ἡλκωμένον μέρος ξηρότερον τοῦ συμμέτρου, τρισὶ δ’ ἀριθμοῖς ἡ φύσις τοῦ νοσοῦντος ὑγροτέρα τῆς εὐκράτου, πρόδηλον ὡς ἑνὶ τοῦ συμμέτρου μορίου τὸ νῦν ἡλκωμένων ἔσται, ξηροτέρου δεόμενον φαρμάκου. ὅτι δὲ ἅπαντα ταῦτα στοχασμῷ λαμβάνεται καὶ ὅτι κάλλιστα δυνατός ἐστι στοχάζεσθαι ὁ γεγυμνασμένος ἐν τοῖς. περὶ τούτων λογισμοῖς ἄντικρυς δῆλον. ἐπὶ μὲν δὴ τῶν τοιούτων ἁπάντων ἐναντίαι πολλάκις ἐνδείξεις καθ’ ἕνα γίνονται χρόνον· οὐδὲν γὰρ ἔτι δέομαι λέγειν ὑπὲρ τῶν κατὰ θερμόν τε καὶ ψυχρὸν ἐνδείξεων ἀνάλογον τοῖς εἰρημένοις νοεῖσθαι δυναμένων· ἐφ’ ἑτέρων δὲ καὶ τοῖς χρόνοις ἐφ’ οἷς εὐθὺς αἱ ἐνδείξεις τέμνονται, καὶ χρὴ τὴν μὲν ἡσυχάσαι κατά γε τὴν ἀρχὴν τῆς θεραπείας, ἐνεργῆσαι δὲ ἑτέραν· οἷον ὅταν ἕλκος ᾖ κοῖλόν τε ἅμα καὶ ἱκανῶς ῥυπαρόν· αἱ μὲν γὰρ διαθέσεις αἱ παρὰ φύσιν ἐν τούτοις τρεῖς εἰσιν, ἕλκος καὶ κοιλότης καὶ ῥύπος. ἡ δὲ τῆς ἰάσεως τάξις ἀπὸ τῆς ἀναιρέσεως τοῦ ῥύπου τὴν ἀρχὴν ἔχει, τῷ μήτε κολληθῆναί τι, μήτε σαρκωθῆναι δύνασθαι, πρὶν καθαρὸν γενέσθαι. δευτέραν δὲ χώραν ἡ τῆς κοιλότητος ἴασις ἕξει· εἰ γὰρ ἤτοι κολλήσαιμεν, ἢ ἐπουλώσαιμεν, ἢ καθόλου φάναι θεραπεύσαιμεν τὸ ἕλκος, οὐκέτι ἐγχωρεῖ πληρῶσαι τὴν κοιλότητα. φέρε τοίνυν μὴ μόνον ταῦτ’ εἶναι τὰ τρία περὶ τὸ μέρος, ἀλλὰ καὶ φλεγμονὴν, ἢ ἐρυσίπελας, ἢ γάγγραναν, ἤ τινα δυσκρασίαν ἁπλῆν ἢ σύνθετον, ἆρ’ οὐκ ἐνταῦθα πρόδηλον ὡς εἰ μή τις πρότερον ἐκείνην ἰάσαιτο, πληρῶσαι σαρκὶ τὸ κοῖλον ἕλκος οὐκ ἐγχωρεῖ; λέλεκται γὰρ καὶ πρόσθεν ὡς ἡ τῆς σαρκὸς γένεσις ἐκ τῆς ὑποκειμένης ἄρχεται τῆς ὑγιοῦς· ἐκ φλεγμαινούσης δὲ καὶ δυσκράτου καὶ ἁπλῶς εἰπεῖν νοσούσης, οὐκ ἐγχωρεῖ γεννηθῆναι νέαν σάρκα. σκοπὸς οὖν ἐν ἁπάσαις ταῖς τοιαύταις ἐπιπλοκαῖς ἔστω σοι τριττός. εἷς μὲν ὡς ὁ ἐξ αἰτίων τοῦ μέλλοντος ἔσεσθαι λαμβανόμενος· ὁ δὲ ἕτερος ὡς ὅ τὸν ὧν οὐκ ἄνευ λόγον ἔχων· ὁ δὲ τρίτος ὡς ὁ τῶν ἐπειγόντων τε καὶ κατεπειγόντων ὀνομαζόμενος. ἡ μὲν γὰρ εὐκρασία τῆς ὑποκειμένης σαρκὸς αἰτίας λόγον ἔχει, συμφύουσά τε τὸ ἡλκωμένον αὐτῇ καὶ ἀναπληροῦσα τὸ κοῖλον. ἡ δὲ καθαρότης· τοῦ ἕλκους τὸν ὧν οὐκ ἄνευ λόγον· καὶ ταύτην ὁ ῥύπος διακόπτων κωλύει τὴν θεραπείαν. ἔχει δὲ καὶ αὐτὸ τὸ ἕλκος ὡς πρὸς τὴν κοιλότητα τὸν ὧν οὐκ ἄνευ λόγον. εἰ γὰρ εἰς οὐλὴν ἀχθείη τὸ ἕλκος, οὐκέθ’ οἷόν τε σαρκῶσαι τὴν κοιλότητα. πρὸς ταῦτ’ οὖν ἀποβλέπων ἐξευρήσεις τὴν τάξιν τῆς ἰάσεως· οἷον ἡ φλεγμονὴ καὶ κοιλότης καὶ ἕλκος καὶ ῥύπος ἅμα κατὰ ταὐτὸν ὑπάρχει μόριον· ὅτι χρὴ πρῶτον μὲν τὴν φλεγμονὴν, δεύτερον δὲ τὸν ῥύπον, τρίτον δὲ ἰάσασθαι τὴν κοιλότητα, καὶ τέταρτον τὸ ἕλκος. ἐν μὲν δὴ τοῖς εἰρημένοις ἥ τε τάξις καὶ ἡ τῶν σκοπῶν εὕρεσις ἐντεῦθεν. ὁ δὲ τοῦ κατεπείγοντος σκοπὸς ἐν τούτοις μὲν οὐκ ἔστιν, ἐν ἄλλοις δ’ ἐστίν· ἀφ’ ἧς γὰρ κινδυνεύει πρώτης καὶ μάλιστα διαθέσεως ὁ ἄνθρωπος, ἐκείνην πρῶτον ἰατέον. ἐνίοτε δὲ οὐ πρώτην μόνον, ἀλλὰ καὶ μόνην αὐτὴν· οἷον εἰ νυγείσης κεφαλῆς μυὸς ἀκολουθήσειε σπασμὸς, εἶτα πρὸς μηδενὸς τῶν οἰκείων ἰαμάτων καθίσταιτο· διατεμὼν γὰρ ὅλον τὸν μῦν ἐγκάρσιον, ἰάσῃ μὲν τὸν σπασμὸν, ἀλλὰ πηρώσεις τινὰ τῶν τοῦ μορίου κινήσεων. οὕτω δὲ καὶ φλεβὸς ἢ ἀρτηρίας αἱμοῤῥαγούσης ἀμέτρως ὁ διατεμὼν ὅλον ἐγκάρσιον τὸ ἀγγεῖον οὐκέτι μὲν ἰάσασθαι δύναται τὸ ἕλκος αὐτοῦ· τὸν δ’ ἐκ τῆς αἱμοῤῥαγίας κίνδυνον ἐπέσχεν. ἀλλὰ καὶ νεῦρον νυγὲν ἀναγκαζόμεθα πολλάκις ἐγκάρσιον διακόπτειν, ὅταν ἤτοι σπασμοὺς, ἢ παραφροσύνας, ἢ ἀμφότερα μεγάλα καὶ δυσίατα βλέπωμεν ἑπόμενα τῇ τρώσει. κατὰ δὲ τὸν αὐτὸν τρόπον ἐξάρθρημα μεθ’ ἕλκους ἐπειδὰν γένηται κατά τι τῶν μειζόνων ἄρθρων, τὸ μὲν ἕλκος ἰώμεθα, τὸ δὲ ἐξάρθρημα καταλείπομεν ἀνίατον· ὅτι καὶ τοῦτ’ ἐγχειρούντων ἰάσασθαι, σπασμοὶ τοὐπίπαν ἕπονται. τρίτος οὖν οὗτος σκοπός ἐστιν ὁ πρὸς τὸ κατεπεῖγον γιγνόμενος, ἕτερος ἐκείνων τῶν δύο τῶν ὀλίγον ἔμπροσθεν εἰρημένων. οὐ γὰρ ταὐτόν ἐστιν ἢ ὡς αἴτιόν τι σκοπεῖν, ἢ ὡς τὸν ὧν οὐκ ἄνευ λόγον ἔχον, ἢ ὡς κατεπεῖγον. ἀλλὰ καὶ ὡς τὸ κατεπεῖγον ἐνίοτε τοιοῦτόν ἐστιν, ὡς ἀνίατον ἀναγκάζειν ἑτέραν ἀπολιπέσθαι διάθεσιν, εἴρηται, καὶ ὡς ἡ διάθεσις αὕτη πολλάκις ὑφ’ ἡμῶν αὐτῶν γίνεται, τοῦτο μὲν ἐπὶ τῶν νενυγμένων νεύρων, ἢ τενόντων, ἢ αἱμοῤῥαγούντων ἀγγείων, τοῦτο δὲ ἐπὶ τῶν κατὰ τὰς κεφαλὰς τετρωμένων μυῶν· ἐπὶ μὲν γὰρ ἐξαρθρήματος ἅμα καὶ ἕλκους οὐκ αὐτὸ ποιοῦμεν, ἀλλὰ μόνον οὐκ ἰώμεθα τὸ γενόμενον. εἰρήσεται δὲ κᾀν τοῖς ἑξῆς ἔτι περὶ τούτων ἐπιμελέστερον.

Ἐν γὰρ τῷ παρόντι συγκεφαλαιώσασθαι βούλομαι τὸν ἐνεστῶτα λόγον ἐπὶ τὰς οἰκείας διαφορὰς τῶν ἑλκῶν ἐπανελθών· ἵν’ εἴ τις κᾀντεῦθεν ἔνδειξις ἰαμάτων ἐστὶ, μηδὲ ταύτην παραλίπωμεν. τὸ μὲν οὖν φλεγμαῖνον ἕλκος καὶ τὸ σηπόμενον ἀναβιβρωσκόμενόν τε καὶ γαγγραινούμενον ἐρυσιπελατῶδες τε καὶ καρκινῶδες ἀνώδυνόν τε καὶ ὀδυνῶδες, τά τ’ ἄλλα τοιαῦτα λέγουσιν ὡς διαφορὰς ἑλκῶν, εἰ μὲν ἄλλως τις διέρχοιτο θεραπείαν ἐμπειρικὴν ἀναγράφων, οὐκ ἀμφισβητητέον αὐτῷ διαφορὰς ἑλκῶν ὀνομάζοντι· μυριάκις γὰρ εἴρηται τὸ μὴ δεῖν ὑπὲρ τῶν ὀνομάτων ἐρίζειν· εἰ δ’ ὡς ἐντεῦθεν μέλλων ἐρεῖν τι τεχνικὸν ὑπὲρ ἐνδείξεων, ἐπιδεικτέον αὐτῷ τὰς μὲν εἰρημένας ἁπάσας διαθέσεις ὑπάρχειν συνθέτους, ἄλλας δ’ εἶναι διαφορὰς ἕλκους ἁπλοῦ καὶ μόνου, χωρὶς ἑτέρας τινὸς ἐπιπεπλεγμένης αὐτῷ διαθέσεως. εἰ γὰρ ἁπλῶς διαιρέσεως γενομένης ὑπό τινος ὀξέος τὸ σχῆμα τοῦ τρώσαντος ἐναπομαχθείη τῷ διῃρημένῳ, γένοιντ’ ἂν οὕτω ἑλκῶν διαφοραὶ πάμπολλαι, λοξῶν, εὐθειῶν, ἑλικοειδῶν, ἀγκιστροειδῶν, ἄλλως ὁπωσοῦν ἐχόντων. αὗται μὲν οὖν αἱ διαφοραὶ πᾶσαι παρὰ τὸ σχῆμα. παρὰ δ’ αὖ τὸ μέγεθος ἐν τῷ μᾶλλόν τε καὶ ἧττον ἕτεραι μυρίαι· καὶ γὰρ μικρὸν καὶ μέγα καὶ μεῖζον καὶ μικρότερον ἕλκος ἕλκους λέγεταί τι καὶ γίνεται· καὶ μὲν δὴ καὶ βραχὺ καὶ μακρὸν ἐπιπολῆς τε καὶ βαθὺ, καὶ καθ’ ἕκαστον αὐτῶν τὸ μᾶλλόν τε καὶ ἧττον ἐν τῇ κατὰ τὸ μέγεθος, ἢ τὸ πηλίκον, ἢ τὸ ποσὸν, ἢ ὅπως ἂν ἐθέλοι τις ὀνομάζειν διαφορᾷ. καὶ εἴπερ ταῦτα οὕτως ἔχει, πάντως δήπου καὶ ὁμαλὲς καὶ ἀνώμαλον ἕλκος ἐν τῷ βάθει τῆς διαιρέσεως ἔσται. κατὰ μῆκος γὰρ, εἰ οὕτως ἔτυχεν, ἀνεσχισμένου τοῦ μηροῦ τὸ μὲν ἄνω μέρος τῆς διαιρέσεως ἐνδέχεται βαθὺ, τὸ κάτω δὲ ἐπιπόλαιον ὑπάρχειν, ἢ ἔμπαλιν ἐπιπολῆς μὲν τὸ ἄνω, βαθὺ δ’ εἶναι τὸ κάτω. καὶ μὲν δὴ καὶ τὸ διεσπάσθαι κατά τι, ἢ τοὐπίπαν καὶ διατετμῆσθαι καὶ τοῦ τρώσαντος ὑποδύντος ὑπὸ τὸ δέρμα λοξὸν, μέρος μέν τι τοῦ ἕλκους φαίνεσθαι, μέρος δ’ ἕτερον ὑπὸ τῷ δέρματι κατακεκρύφθαι, καὶ τοῦτο ἢ ἐκ τῶν ἄνωθεν εἶναι μερῶν, ἢ ἐκ τῶν κάτωθεν, ἢ ἐκ τῶν πλαγίων, ἅπαντα καὶ ταῦθ’ ἑλκῶν εἰ διαφοραί. παρὰ δ’ αὖ τὸν χρόνον ἕτεραι διαφοραὶ τῶν ἑλκῶν, παλαιὸν καὶ ἔναιμον ἢ πρόσφατον ὀλιγοχρόνιόν τε, καὶ πολυχρόνιον, ἐν ἅπασι δ’ αὐτοῖς τὸ μᾶλλόν τε καὶ ἧττον πάμπολυ. κατὰ μὲν αὐτὴν τοῦ ἕλκους τὴν φύσιν αὗται διαφοραὶ, κυριώταται μὲν αἱ κατὰ τὴν οὐσίαν τοῦ πράγματος ἥ τε παρὰ τὸ σχῆμα καὶ ἡ παρὰ τὸ ποσὸν τῆς διαιρέσεως, ἤτοι κατὰ τὸ μῆκος, ἢ βάθος, ἢ κατ’ ἀμφοτέρας τὰς διαστάσεις, ὁμαλότητά τε καὶ ἀνωμαλίαν τὴν ἐν τούτοις. ἔξωθεν δὲ προσιοῦσαι τὸν ὧν οὐκ ἄνευ λόγον ἔχουσαι· παρά τε τὸν χρόνον ἐν ᾧ τὸ ἕλκος, οὕτω γὰρ τὸ μὲν πρόσφατον καλεῖται, τὸ δὲ παλαιὸν, καὶ παρὰ τὸ φαίνεσθαί τε καὶ μὴ φαίνεσθαι πᾶν ἢ μέρος. ἤδη δὲ καὶ παρὰ τὸν τῆς γενέσεως τρόπον ἐν τῷ τμηθῆναι πᾶν ἢ διασπασθῆναι πᾶν· ἤ τι μὲν τετμῆσθαι μέρος αὐτοῦ, διεσπάσθαι δ’ ἕτερον. εἰ δὲ καὶ τὰς παρὰ τὸν τόπον ἐν ᾧ γέγονε τὸ ἕλκος ἐκλογίζοιο διαφορὰς, οἷον εἰ πέρας μυὸς, εἰ ἀρχὴ μυὸς, εἰ τὸ μέσον τοῦ μυὸς, εἰ δέρμα ἐστὶ τὸ ἡλκωμένον, εἰ ἧπαρ ἢ γαστὴρ, εἶεν ἂν δήπου καὶ αὗται διαφοραὶ τῶν ἑλκῶν. ταῦτα μὲν οὖν οὕτως ἔχει, οὐκ ἀπὸ τῆς οἰκείας αὐτῶν φύσεως, ἀλλ’ ἀπὸ τῶν χωρίων ἐν οἷς συνίστανται τὴν γένεσιν ἔχουσα. ὅταν δ’ εἴποι τις ἤτοι φλεγμαῖνον ἕλκος, ἢ ὑπερσαρκοῦν, ἢ κοῖλον, οἴεται παραπλησίας εἰρηκέναι διαφορὰς ἑλκῶν, ἃς νῦν ἤδη· πέπαυμαι λέγων, οὗτος ἐξ ἀνάγκης ἐν τῇ θεραπευτικῇ μεθόδῳ σφαλήσεται. τὸ γὰρ φλεγμαῖνον ἕλκος οὑτωσὶ λεγόμενον ὅμοιον μὲν ἔχει τὸ τῆς ἑρμηνείας σχῆμα τῷ μικρὸν ἕλκος, οὐ μὴν τό γε δηλούμενον ὅμοιον ὑπάρχει. τὸ μὲν γὰρ ἐπιπολῆς ἢ βαθὺ κατηγορήσαντες τοῦ ἕλκους, οἰκείαν αὐτοῦ διαφορὰν ἐμηνύσαμεν· τὸ φλεγμαῖνον δ’ οὐδ’ ὅλως ἐστὶν ἕλκους διαφορά· δύναται γὰρ φλεγμῇναι μόριον καὶ χωρὶς ἕλκους. ὅθεν οἶμαι καὶ τὴν λέξιν ἐνταυθοῖ μὲν ὑπαλλάξαι δυνατόν· εἰ γὰρ εἴποις ἕλκος τῷδέ τινι γεγονέναι μετὰ φλεγμονῆς, οἰκειότερόν γε τῷ πράγματι καὶ σαφέστερον ἑρμηνεύσεις· οὐ μὴν εἰ φαίης μετὰ μεγέθους μὲν τῷδε, μετὰ σμικρότητος δὲ ἄλλῳ γεγονέναι. καὶ γὰρ οἰκειότερόν τε τῷ πράγματι καὶ σαφέστερον ἑρμηνεύσεις, εἰ τῷδε μέν τινι φαίης ἕλκος μέγα γεγονέναι, τῷ δὲ αὖ μικρόν. ὅθεν εἰ οἷόν τ’ ἦν καὶ τὴν λέξιν ὑπαλλάττειν ὡς καὶ τῷ λεγομένῳ πράγματι πρεπωδεστέραν ἐργάζεσθαι καὶ τοῖς ἀκούσουσι σαφεστέραν, οὐ χρὴ κατοκνεῖν οὕτω ποιεῖν· ἀρχὴ γὰρ τοῦ μὴ σοφίζεσθαι περὶ τὰ πράγματα τὸ καὶ τῇ λέξει χρῆσθαι διωρισμένῃ. τίς οὖν ἐν τοῖς τοιούτοις ἡ μέθοδος; εἰπεῖν γὰρ χρὴ παράγγελμά τι καὶ οἷον σκοπὸν ᾧ προσέχοντες τὸν νοῦν ἀεὶ δυνησόμεθα διορίζεσθαι ταχέως εἴτε διαφορὰν εἴρηκέ τις ἡστινοσοῦν διαθέσεως, εἴτ’ ἐπιπλοκὴν ἑτέρας. ἔστω δή σοι διορισμὸς ὅδε· τὸ δυνάμενον ἰδίᾳ ποτὲ καὶ καθ’ ἑαυτὸ συστῆναι, τοῦτ’ οὐκ ἄν ποτε γένοιτο τῶν ἄλλων οὐδενὸς διαφορά. μέγεθος μὲν οὖν καὶ σμικρότης, ὁμαλότης τε καὶ ἀνωμαλία καὶ χρόνος καὶ σχῆμα τῶν ἑτέροις συμβεβηκότων ἐστίν. ἕλκος δὲ καὶ φλεγμονὴ καὶ γάγγραινα καὶ σηπεδὼν ἕκαστον ἰδίᾳ τε καὶ καθ’ αὐτὸ δύναται συστῆναι, διαθέσεις γὰρ τινές εἰσι τοῦ σώματος ἡμῶν παρὰ φύσιν, οὐ τὰ ταῖς διαθέσεσιν ἐξ ἀνάγκης συμβεβηκότα. πᾶσι μὲν γὰρ τοῖς εἰρημένοις ἐξ ἀνάγκης συμβέβηκεν ἤτοι μικροῖς ἢ μεγάλοις ὑπάρχειν, ἢ ὁμαλέσιν, ἢ ἀνωμάλοις, ἢ προσφάτοις, ἢ παλαιοῖς, ἢ φαίνεσθαι προχείρως, ἢ κεκρύφθαι καὶ μὴ βλέπεσθαι· τὸ φλεγμαίνειν δ’ οὐκ ἔστι τῶν συμβεβηκότων ἕλκει, καθάπερ οὐδὲ τὸ σήπεσθαι καὶ γαγγραινοῦσθαι. πάντα γὰρ ταῦτ’ ἐστὶν ἐκ τοῦ τῶν νοσημάτων γένους, εἴ γε παρὰ φύσιν εἰσὶ διαθέσεις καὶ βλάπτουσιν ἐνέργειαν. ἑτέρῳ δ’ αὖ πάλιν τρόπω ἕλκος ὀδυνώμενον ἢ ἕλκος ῥυπαρὸν λέγεται μὲν ὥς τις ἕλκους διαφορὰ, σύνθετον δέ τι δηλοῦται κᾀνταῦθα πλὴν ἕτερον τρόπον ἢ ὡς φλεγμαῖνον ἕλκος ἐλέγετο καὶ σηπομένου. ἐκεῖ μὲν γὰρ διάθεσις ἡ φλεγμονὴ καὶ ἡ σηπεδών· ἐνταυθοῖ δὲ ὅ τε πόνος καὶ ὁ ῥύπος ἐκ τοῦ τῶν συμπτωμάτων γένους. οὕτω δὲ κᾀπειδὰν εἴπῃ τις ἕλκος, ἢ κακόχυμον, ἢ ῥευματικὸν, ἢ ἀναβιβρωσκόμενον, αἰτίαν συνεμφαίνει τῇ διαθέσει. καὶ δῆλον ἐκ τῶν τοιούτων ὡς οἷον στοχεῖά τινα τῆς θεραπευτικῆς ἐστι μεθόδου τὰ πρῶτά τε καὶ ἁπλᾶ καὶ ἀσύνθετα νοσήματα, καὶ διὰ τοῦτ’ ἐν τῷ περὶ τῆς διαφορᾶς τῶν νοσημάτων ὑπομνήματι πάντ’ ἐξηριθμησάμεθα ταῦτα. διοίσει δ’ οὐδὲν ἢ πρῶτα λέγειν, ἢ ἁπλᾶ· καὶ γὰρ εἰ πρῶτον, ἁπλοῦν, καὶ εἰ ἁπλοῦν, πρῶτον ὥστε καὶ στοιχειῶδες. ἔνδειξις δὲ ἰάσεως ἀπὸ τῶν διαφορῶν οὐχ ἁπασῶν γίνεται. τὸ γὰρ πρόσφατον ἢ παλαιὸν ἕλκος οὐδὲν ἐνδείκνυται, καίτοι δοκεῖ τισιν, ἀλλὰ παραλογίζονται σφᾶς αὐτοὺς, ὡς κᾀν τοῖς κατὰ δίαιταν ἑτέραν μὲν ἀρχῆς, ἑτέραν δ’ ἐπιδόσεως, ἄλλην δ’ ἀκμῆς τε καὶ παρακμῆς ἔνδειξιν εἶναι λέγοντες· ὑπὲρ ὧν ἐπὶ πλέον ἐν τοῖς ἑξῆς ἐρεῖν μέλλοντες, οὐ δεόμεθα νῦν μηκύνειν τὸν λόγον· ἀλλ’ ὅσον εἰς τὰ παρόντα μόνον αὔταρκες ἐροῦμεν. τὸ ἕλκος τὸ πρόσφατον, ἐπειδὴ τοὐπίπαν ἄνευ τε διαθέσεως ἑτέρας ἐστὶ καὶ σύμπτωμα μηδὲν μηδέπω ἔχει συνὸν, ἑτέραν οἷόν τε ποιεῖσθαι τὴν ἔδειξιν τοῦ παλαιοῦ· τὸ δ’ οὐχ οὕτως ἔχει. τὸ γὰρ αὐτὸ τοῦτο μόνον ἕλκος· ἔστι δὲ τοιοῦτον ᾧ μήτε κοιλότης τις σύνεστι μήτ’ ὀδύνη μήτε ῥύπος, ἁπασῶν τε τῶν ἄλλων ἀπήλλακται διαθέσεων, αὐτῆς δὲ μόνης δεῖται τῆς ἰδίας ἰάσεως, ἧς ὁ σκοπὸς ἕνωσις, ἢ κόλλησις, ἢ σύμφυσις, ἢ συνέχεια. μυριάκις γὰρ εἴρηται τὸ καλεῖν ὡς ἂν ἐθέλῃ τις, ἔνθα μηδὲν βλάπτεται τὸ πρᾶγμα. εἴτ’ οὖν πρόσφατον εἴη τὸ τοιοῦτον ἕλκος εἴτε παλαιὸν, ἀεὶ τῆς αὐτῆς δεῖται θεραπείας, οὐδὲν τῆς ἀπὸ τοῦ χρόνου διαφορᾶς ἴδιον ἐνδεικνυμένης. εἰ μέντοι κοιλότητα βαθεῖαν ἔχει κατακεκρυμμένην ὑπὸ τῷ δέρματι, σκέπτεσθαι πότερον ἐκ τῶν ἄνωθεν μερῶν εἴη, ὡς ὑποῤῥεῖν ἐξ αὐτῆς τοὺς ἰχῶρας κατάντεις, ἢ κάτωθεν, ὡς αὐτόθι συνίστασθαι. τῶν μὲν οὖν ὑποῤῥύσεις ἐχόντων ἡ αὐτὴ θεραπεία τοῖς ἄλλοις, τῶν δ’ οὐκ ἐχόντων ἡμᾶς χρὴ μηχανᾶσθαί τινας ἐκροάς, διττὴ δ’ ἡ μηχανή· ποτὲ μὲν ἀνατέμνοντί σοι τὴν κοιλότητα σύμπασαν, ἐνίοτε δὲ ἀντιδιαιροῦντι μόνον ἐν τῷ πυθμένι. τὸ δ’ ὅτε χρὴ τούτων ἑκάτερον δρᾷν ἥ τε τῶν χωρίων ἐνδείξεται φύσις καὶ τὸ τοῦ ἕλκους μέγεθος. εἰ μὲν γὰρ καὶ τὰ χωρία σφαλερὰν ἔχει τὴν διαίρεσιν καὶ τὸ ἕλκος εἴη μέγα, βέλτιον ἀντιδιαιρεῖν, εἰ δὲ τἀναντία, τὸ ἀνατέμνειν ἄμεινον. ἡ δ’ ἐπίδεσις ἀρχέσθω μὲν ἐκ τῶν ἄνωθεν, τελευτάτω δὲ κάτω ἵναπερ ἡ ἐκροή. ὅτι δὲ καὶ ἡ παρὰ τὰ τετρωμένα μόρια σύμπαντα διαφορὰ τῶν ἑλκῶν ἐπικαιροτάτη πρὸς ἔνδειξιν τῆς ἰάσεως ἔμπροσθεν εἴρηται. ἀλλ’ ἐκείνη μὲν ὡς ὁμοιομερῶν, ἧς δὲ νῦν ἐμνημονεύσαμεν, ὡς ὀργανικῶν ἐστιν ἔνδειξις. εἰρήσεται μὲν δὴ καὶ περὶ τῆς ἢ ὡς ὁμοιομερῶν, ἢ ὡς ὀργανικῶν σωμάτων ἐνδείξεως ἐπὶ πλέον ἐν τοῖς ἑξῆς· ἐν δὲ τῷ παρόντι πάλιν ἐπὶ τὰς οἰκείας διαφορὰς τῶν ἑλκῶν ἰτέον· εἶτ’ ἐγκάρσιον ἢ εὐθὺ, καὶ μέχρι βάθους ἢ ἐπιπολῆς, καὶ μικρὸν ἢ μέγα διοριστέον. τὰ μὲν γὰρ ἐγκάρσια διὰ τὸ τὰ χείλη μᾶλλον αὐτῶν διεστηκέναι τε καὶ ἀφεστηκέναι τῆς συναγωγῆς ἀκριβεστέρας δεῖται· ὥστε καὶ ῥαφαῖς καὶ ἀγκτῆρσιν ἐπὶ τούτων χρηστέον. ὅσα δὲ κατὰ τὰ μῆκος τῶν μυῶν ἐγένετο, ταῦτ’ ἐκ δυοῖν ἀρχῶν ἐπιδῶν οὔτε ῥαφῶν οὔτε ἀγκτήρων δεήσῃ. εἰ δ’ ἄλλως ἐπιδεῖν ἐθελήσαις ἢ ἀγκτῆρσιν καὶ ῥαφαῖς, ἀρκέσουσιν ἢ ἐλάχισται παντελῶς αἱ ῥαφαί. καὶ τὰ μὲν μεγάλα τῶν ἑλκῶν ἐπὶ μᾶλλον ξηραίνουσι θεραπεύσεις φαρμάκοις, εἴ τι τῶν ἔμπροσθεν εἰρημένων μέμνησαι· τὰ δὲ σμικρὰ καὶ τὸ μετρίως ξηραῖνον αὐτάρκως ἰάσεται. τὰ δ’ εἰς βάθος διήκοντα πάντως μὲν ἤδη καὶ μεγάλα, δεῖται δὲ τῆς ἐκ δυοῖν ἀρχῶν ἐπιδέσεως καὶ τοῦ μὴ προπετῶς κολληθῆναι τὰ χείλη· τὰ δ’ εἰς βάθος τε καὶ μῆκος ἐπὶ πολὺ προήκοντα διχῇ τ’ ἂν εἴη μεγάλα καὶ διττὴν ἔχει τὸν ἔνδειξιν, ὡς καὶ τῶν πάνυ ξηραινόντων δεῖσθαι φαρμάκων, καὶ μὴ συνάγεσθαι προπετῶς τὰ χείλη καὶ ἐκ δυοῖν ἀρχῶν ἐπιδεῖσθαι καὶ ῥάπτεσθαι διὰ βάθους. οὕτω δὲ κᾂν εἰ πολλὰς ἐπιπεπλεγμένας ἴδοις διαφορὰς, ἑκάστην ἰδίαν ἔνδειξιν ἔχουσαν, εἰ μὲν μὴ μάχοιντο, πάσαις χρῆσθαι κράτιστον· εἰ δέ πῃ καὶ διαφέροιντο, πῶς χρὴ διορίζεσθαι περὶ τῶν τοιούτων εἴρηται μέν που κᾀν τοῖς ἔμπροσθεν, εἰρήσεται δὲ κᾀν τοῖς ἐφεξῆς ἐπιπλέον. ἤδη γάρ μοι καιρὸς εἶναι δοκεῖ καταπάνειν ἐνταυθοῖ τὸ τρίτον τῶνδε τῶν ὑπομνημάτων. ἐν δὲ τῷ αὐτὸ τετάρτῳ περὶ τῶν ἅμα τοῖς ἕλκεσιν ὡς τὸ πολὺ γινομένων διαθέσεων ὁ λόγος ἡμῖν ἔσται. συναναγράψομεν δ’ αὐταῖς καὶ τὰς τῶν προηγουμένων αἰτίων θεραπείας.

ΓΑΛΗΝΟΥ ΘΕΡΑΠΕΥΤΙΚΗΣ ΜΕΘΟΔΟΥ ΒΙΒΛΙΟΝ Δ.

Ἕν τι γένος ἦν νόσου καὶ ἡ τῆς συνεχείας, λύσις, ἐν ἅπασι μὲν τοῦ ζώου τοῖς μέρεσι γινομένη, προσαγορευομένη δ’ οὐχ ὡσαύτως ἐν ἅπασιν. ἕλκος μὲν γὰρ ἐν σαρκώδει μορίῳ, κάταγμα δ’ ἐν ὀστῷ, σπάσμα δ’ ἐν νεύρῳ καλεῖται. τούτου δὲ τοῦ γένους ἐστὶ καὶ τὸ ἀπόσπασμα καὶ τὸ ῥῆγμα καὶ τὸ θλάσμα, τὸ μὲν ἐν συνδέσμῳ γινόμενον, τὰ δ’ ἐν ἀγγείοις τε καὶ μυσὶν ἐκ βιαίας πληγῆς ἢ καταπτώσεως ἤ τινος ἑτέρας ἰσχυρᾶς κινήσεως. ἡ δ’ ἐκχύμωσις ὡς τὰ πολλὰ μὲν ἅμα τῷ θλασθῆναί τε καὶ ῥαγῆναι γίνεται, συμπίπτει δέ ποτε καὶ κατὰ ἀναστόμωσιν ἀγγείων καὶ τὴν καλουμένην ὑπό τινων διαπήδησιν, ἕτερόν τι γένος συνεχείας λύσεως ὑπάρχουσαν τηνικαῦτα. καὶ μὴν καὶ κατὰ ἀνάβρωσιν ἐνίοτε διαφθείρεται τὸ συνεχὲς ἐν τοῖς τοῦ ζώου μέρεσιν· ἀλλ’ ἤδη μικτὴ διάθεσις τοῦτο· συνεφάπτεται γὰρ ἑτέρου γένους νοσήματος, ὑπὸ τὸ ποσὸν τῶν μορίων πεπτωκότος· ὥσπερ ἐπὶ τῶν κοίλων ἑλκῶν ἔμπροσθεν ἐδείκνυμεν. ἔστι γὰρ οὖν καὶ αὐτῶν τούτων ἡ γένεσις διττὴ, ποτὲ μὲν ἐκ περιαιρέσεως ἀποτελουμένη, ποτὲ δὲ ἐξ ἀναβρώσεως· ἀλλ’ ἡ μὲν περιαίρεσις ὅπως γίνεται πρόδηλον· ἡ δὲ ἀνάβρωσις εἰ μὲν ἔνδοθεν ἐξ αὐτοῦ τοῦ ζώου τὴν γένεσιν ἔχει, χυμῶν ἐστι μοχθηρῶν ἔγγονος· εἰ δὲ ἔξωθεν, ἐπὶ φαρμάκοις ἢ πυρὶ συνίσταται. καὶ δὴ καὶ προσέχειν χρὴ τὸν νοῦν, ὥσπερ καὶ πρόσθεν ἐλέγετο, καὶ διορίζεσθαι τὰς ἁπλᾶς διαθέσεις τῶν ἐπιπεπλεγμένων· ἁπλῆν μὲν γὰρ ἐφ’ ἁπλῷ νοσήματι καὶ τὴν θεραπείαν, οὐχ ἁπλῆν δὲ ἐπὶ συνθέτῳ ποιεῖσθαι προσῆκον. ἥτις μὲν οὖν ἐστι μέθοδος ἐπὶ ταῖς τῶν συνθέτων ἰάσεσιν ἔμπροσθεν εἴρηται. χρὴ δ’ οὐ τὸ καθόλου μόνον αὐτῆς ἐκμαθεῖν, ἀλλὰ κᾀν τοῖς κατὰ μέρος γεγυμνάσθαι. καὶ γὰρ οὖν κᾀν τούτοις ἑτέρων ἐστὶ χρεία μεθόδων πολλῶν ὡς ἄν εἴποι τις μερικῶν· ἐφ’ ἑκάστου γὰρ εἴδους νοσήματος ἴδιον εἶδός ἐστι μεθόδου. πάλιν οὖν ὅσον ὑπόλοιπόν ἐστι τῆς τῶν ἑλκῶν ἰάσεως, ἐν τῷδε τῷ γράμματι λεγέσθω τὴν ἀρχὴν ἡμῖν ἐνθένδε ποιησαμένοις. ἕλκος ἅπαν ἤτοι μόνον ἐστὶν αὐτὸ καθ’ ἑαυτὸ, μήτε συνεισβαλούσης αὐτῷ διαθέσεως ἑτέρας μήτε προηγησαμένης μήτε ἀκολουθησάσης, ἢ μετά τινος ἑτέρας ἤτοι μιᾶς ἢ καὶ πλειόνων συνίσταται. καὶ τούτων τῶν διαθέσεων ἔνιαι μὲν οὐ μόνον εὐθὺς ἐξ ἀρχῆς ἐποιήσαντο ἕλκος, ἀλλὰ καὶ νῦν ἔτι καὶ μεῖζον ἐργάζονται· τινὲς δὲ τὸν ὧν οὐκ ἄνευ λόγον ἔχουσιν ὡς πρὸς τὴν ἴασιν· ἀλλὰ περὶ μὲν τούτων εἴρηται πρόσθεν, ὑπὲρ δὲ τῶν μεῖζον ἐργαζομένων τὸ ἕλκος ἐν τῷδε λεχθήσεται. διττὸς μὲν οὖν ὁ ἐπ’ αὐτῶν σκοπὸς, ἢ ἐκκόψαι τελείως ἐκ τοῦ σώματος τὰς τοιαύτας διαθέσεις, ἢ νικῆσαι τὴν ἀπ’ αὐτῶν βλάβην. ἀλλὰ τοῦτο μὲν ἐπειδὰν σμικρὰ παντελῶς ἡ διάθεσις ὑπάρχῃ, δυνατὸν ἐργάσασθαι· μεγάλης δ’ οὔσης. τὸ ἕλκος εἰς οὐλὴν ἀγαγεῖν οὐκ ἐνδέχεται, πρὶν ἐκείνην ἰάσασθαι. τίνες οὖν αἱ τοιαῦται διαθέσεις καὶ πόσαι σκεπτέον ἡμῖν ἀκριβῶς ἐνθένδε ποθὲν ἀρξαμένοις ὅθεν κᾀν τοῖς ἔμπροσθεν ἠρξάμεθα. πᾶν ἕλκος, εἴτε μετὰ κοιλότητος εἴτε καὶ μόνον ὑπάρχει, τῆς θ’ ὑποκειμένης σαρκὸς δεῖται κατὰ φύσιν ἐχούσης καὶ μηδενὸς μεταξὺ παρεμπίπτοντος εἰς τὰ κολληθησόμενα χείλη, καθάπερ πολλάκις γίνεται, τρίχα καὶ ψάμμον καὶ ῥύπον, ἔλαιόν τε καί τι τοιοῦτον ἕτερον ἐμποδίσαι τὴν κόλλησιν, ἀλλὰ ταῦτα μὲν οἷον συμπτώματά τινα τῶν ἑλκῶν ἐστι, κωλῦσαι μὲν ὁπότε παρείη τὴν ἴασιν δυνάμενα, ποιῆσαι δ’ , εἰ μὴ παρείη, μὴ δυνάμενα. τῆς δ’ ὑποκειμένης σαρκὸς ἡ διάθεσις αἰτίας λόγον ἔχει πρὸς τὸ γινόμενον· ἐξ αὐτῆς γὰρ καὶ διὰ αὐτὴν ἥ τε κόλλησις τῶν διεστώτων καὶ ἡ σάρκωσις τῶν κοίλων γίνεται. χρὴ τοίνυν ταύτην ἀκριβῶς κατὰ φύσιν ἔχειν, ἵν’ ἑκάτερον ἐκείνων ἀμέμπτως ἐπιτελῆται· τὸ καλῶς δ’ ἔχειν αὐτὴν κατὰ τὴν οἰκείαν ὑπάρχει κρᾶσιν; ὥσπερ καὶ τοῖς ἄλλοις ἅπασιν. εὔκρατον μὲν οὖν ἀκριβῶς εἶναι προσήκει τὴν ὑποκειμένην σάρκα πρὸς κόλλησίν τε καὶ σάρκωσιν ἑλκῶν. ἆρ’ οὖν ἀρκεῖ τοῦτο μόνον, ἢ καὶ τὸ ἐπιῤῥέον αἷμα χρηστὸν καὶ σύμμετρον εἶναι χρή; ἐμοὶ μὲν καὶ τοῦτο παντὸς μᾶλλον ἀληθὲς εἶναι δοκεῖ· τό τε γὰρ διεφθαρμένον αἷμα τοσοῦτον ἀποδεῖ πρὸς κόλλησιν ἢ γένεσιν σαρκὸς ἐπιτήδειον ὑπάρχειν, ὥστ’ αὐτὸ πολλάκις ἀναβιβρώσκειν καὶ ἑλκοῦν τὸ σῶμα· τό τε πολὺ πλάδον ἐν τοῖς ἡλκωμένοις περιττὸν ἐργαζόμενον ἐμποδὼν ἴσταται ταῖς ἰάσεσιν, ὥς που καὶ πρόσθεν ἐδείκνυτο. καὶ τρεῖς οὗτοι τρόποι τῶν δυσιάτων ἑλκῶν ἐοίκασιν ὑπάρχειν· ὅ τ’ ἐκ τῆς δυσκρασίας τῆς ὑποκειμένης σαρκὸς καὶ ὁ ἐκ τῆς μοχθηρίας τοῦ τ’ ἐπιῤῥέοντος αἵματος, καὶ τρίτος ὁ ἐκ τῆς ποσότητος. ἢ οὐχ ὧδε χρὴ τὴν διαίρεσιν, ἀλλ’ ὡδὶ ποιήσασθαι μᾶλλον; ὡς τῶν δυσιάτων ἑλκῶν τὰ μὲν διὰ τὴν δυσκρασίαν τῆς ἡλκωμένης σαρκὸς, τὰ δὲ διὰ τὸν ἐπιῤῥέοντα χυμὸν γίνεται τοιαῦτα καὶ ὡς τῆς μὲν δυσκρασίας δύο ἔστωσαν διαφοραὶ, ποτὲ μὲν ταῖς ποιότησι μόναις οὐ κατὰ φύσιν ἐχούσης τῆς ὑποκειμένης σαρκὸς, ἐνίοτε δὲ καὶ μετ’ ὄγκου τινὸς ἐπικτήτου. τῆς δ’ ἐπιῤῥοῆς ἕτεραι δύο, τό τε ποσὸν καὶ τὸ ποιὸν τῶν ἐπιῤῥεόντων χυμῶν· ἐνίοτε δὲ καὶ μίγνυσθαι συμβέβηκέ τινας τῶν εἰρημένων διαθέσεων, ἢ καὶ πάσας ἅμα. χρὴ δ’ οὐ πασῶν δήπουθεν ἅμα λέγεσθαι τὴν μέθοδον τῆς ἰάσεως, ἀλλ’ ἑκάστης ἰδίᾳ.

Τῆς μὲν οὖν σαρκὸς αὐτῆς ἰάσῃ τὴν δυσκρασίαν, εἰ μὲν αὐχμώδης καὶ ξηρὰ φαίνοιτο, τέγγων εὐκράτῳ πολλάκις ὕδατι. καθ’ ἑκάστην δὲ χρῆσιν ὁ σκοπὸς ἔστω σοι τῆς καταντλήσεως, ὅταν πρῶτον εἰς ἔρευθός τε καὶ ὄγκον αἴρηται τὸ μόριον, ἀφίστασθαι τηνικαῦτα· διαφορήσεις γὰρ ὃ εἵλκυσας καταιονῶν ἐπιπλέον· ὥστ’ οὐδὲν ἔσταί σοι πλέον. ἀλλὰ καὶ τῶν φαρμάκων ἡ δύναμις ὑγροτέρα τις ἔστω τῆς ἔμπροσθεν ἐπὶ τῆς ὑγιοῦς σαρκὸς παρῃνημένης· εἰ δ’ ὑγροτέρα τοῦ κατὰ φύσιν ἡ σὰρξ φαίνοιτο, τὰ ἐναντία ποιητέον, ἐπιτείνοντα μὲν τῶν φαρμάκων τὴν δύναμιν ἐπὶ τὸ ξηρότερον, ὕδατι δὲ μηδ’ ὅλως χρώμενον· ἀλλ’ εἰ καὶ ἀποπλῦναι δέοι τὸ ἕλκος, οἶνος, ἢ ὀξύκρατον, ἢ ἀφέψημα πόας αὐστηρᾶς παρασκευαζέσθω. κατὰ ταὐτὰ δὲ τὴν μὲν θερμοτέραν τοῦ δέοντος σάρκα ψυκτέον, τὴν δὲ ψυχροτέραν θερμαντέον. ἔσται δὲ ἑκατέρα δήλη καὶ χροιᾷ καὶ ἁφῇ καὶ τῇ τοῦ κάμνοντος αἰσθήσει· ποτὲ μὲν γὰρ πυρώσεως ὁμολογοῦσιν αἰσθάνεσθαι, ποτὲ δ’ ἐπιδήλου τινὸς ψύξεως κατὰ τὸ μόριον· καὶ χαίρουσιν ἢ τοῖς ψυχροῖς φαρμάκοις ἢ τοῖς θερμοῖς· καὶ τοῖς μὲν ἐρύθημα λεπτὸν ἐπανθεῖ, τοῖς δὲ ἐπὶ τὸ λευκότερον ἡ χροιά. ταυτὶ μὲν οὖν οὐ τῆς παρούσης ἐστὶ πραγματείας διορίζειν· οὐ γὰρ διαγνωστικὴν μέθοδον, ἀλλὰ θεραπευτικὴν ἐνεστησάμεθα· τῇ δὲ ἀκολουθίᾳ πως τοῦ λόγου συνεξέδραμεν· αὖθις οὖν ἐπανέλθωμεν ἐφ’ ἅπερ ἐξ ἀρχῆς προὐθέμεθα. τῶν σὺν ὄγκῳ τινὶ παρὰ φύσιν ἡλκωμένων μορίων ἰᾶσθαι χρὴ πρότερον τὸν ὄγκον· ἥτις δὲ τῶν παρὰ φύσιν ἐστὶν ὄγκων ἁπάντων ἴασις ἐν τοῖς ἑξῆς εἰρήσεται· νυνὶ δ’ ὅσον ἐξ αὐτῶν συνῆπται τῆ τῶν ἑλκῶν θεραπείᾳ ῥητέον. ἐπειδὰν τὰ χείλη μόνα τῶν ἑλκῶν ἐπὶ πλέον ἀχροίας ἢ σκληρότητος ἥκοι, περιτέμνειν αὐτὰ χρὴ μέχρι τῆς ὑγιοῦς σαρκός· ἐπειδὰν δὲ καὶ μέχρι πλέονος ἡ διάθεσις ἐκτείνηται, σκέψις ἐνταῦθα γίνεται πότερα περικοπτέον ἅπαν τὸ παρὰ φύσιν ἐστὶν, ἢ θεραπευτέον ἐν χρόνῳ. καὶ δῆλον ὡς καὶ τῇ τοῦ κάμνοντος εἰς τοῦτο προσχρῆσθαι δεῖ προθυμίᾳ· τινὲς μὲν γὰρ ἐν χρόνῳ πλείονι θεραπεύεσθαι βούλονται χωρὶς τομῆς· ἔνιοι δὲ πᾶν ὁτιοῦν ὑπομένειν εἰσὶν ἕτοιμοι τοῦ θᾶττον ὑγιᾶναι χάριν. οὕτω δὲ κᾀπὶ τῶν ἐπιῤῥεόντων τοῖς ἡλκωμένοις μέρεσι μοχθηρῶν χυμῶν ἡ μὲν ὡς ἡλκωμένων ἴασις ἐν τῷδε λελέξεται, ἡ δ’ ὡς κακοχυμίας ἢ πλήθους ἐν τοῖς ἰδίοις ἐκείνων λογισμοῖς. ὅταν οὖν ὀλίγῳ τε πλείω καὶ μὴ πολλῷ φαυλότερος ᾖ τοῦ κατὰ φύσιν ὁ ἐπιῤῥέων τοῖς ἡλκωμένοις χυμὸς, ἀποτρέπειν αὐτὸν καὶ ἀναστέλλειν προσήκει, στύφοντά τε καὶ ψύχοντα τὰ πρὸ τῶν ἡλκωμένων χωρία. χρὴ δὲ καὶ τὴν ἐπίδεσιν ἄρχεσθαι μὲν ἀπὸ τοῦ πεπονθότος, ἐπινέμεσθαι δὲ ἐπὶ τὸ ὑγιὲς, ὡς ἐν τοῖς κατάγμασιν ἐκέλευσεν ὁ Ἱπποκράτης. ἀλλὰ καὶ τὰ τοῖς ἕλκεσιν αὐτοῖς προσαγόμενα φάρμακα ξηραντικώτερα τῶν τοῖς ἁπλοῖς ἕλκεσι προσαγομένων ὑπαρχέτω. μὴ δυναμένης δὲ ὑπὸ φαρμάκων κρατηθῆναι τῆς ἐπιῤῥοῆς, τὴν αἰτίαν αὐτῆς ἐπισκεψάμενον, ἐκείνην ἐκκόπτειν πρότερον. εἰ μὲν οὖν δι’ ἀτονίαν τινὰ τοῦ δεχομένου τὸ ῥεῦμα μορίου τοῦτο συμβαίνει, ταύτην ἰατέον· εἴη δ’ ἂν ἔτι τοῦτο τῶν ἡλκωμένων μορίων οἰκεία τις ἴασις· εἰ δὲ διὰ πλῆθος ἢ κακοχυμίαν ἤτοι παντὸς τοῦ σώματος ἤ τινος τῶν ὑπαρκειμένων μορίων, ἐκεῖνα πρότερον ἐπανορθωτέον. ἡ μὲν οὖν ἀτονία τοῦ μέρους, δι’ ἣν ἐπ’ αὐτὸ πλείους τοῦ δέοντος ἀφικνοῦνται χυμοὶ, πάντως μὲν ἐπὶ δυσκρασίᾳ γίνεται, οὐ μὴν ἁπάσῃ γε ἕπεται ἀτονία δυσκρασίᾳ· καὶ διὰ τοῦτο πολλάκις μὲν αὐτὸ τοῦτο μόνον ἡ ἡλκωμένη σὰρξ δύσκρατός ἐστιν, οὐ μὴν καὶ ἄτονος· ἐνίοτε δ’ ἄμφω, δύσκρατός τε ἅμα καὶ ἄῥῥωστος· αἱ γὰρ ἐπιπλέον ἐκτροπαὶ τῆς δυσκρασίας ἀτονίας εἰσὶν αἰτίαι τοῖς πεπονθόσιν. ἰατέον δὲ ταύτας, ὡς καὶ πρόσθεν εἴρηται, τὰς μὲν θερμὰς ψύχοντα, τὰς δὲ ξηρὰς ὑγραίνοντα, καὶ τὰς μὲν ψυχρὰς θερμαίνοντα, τὰς δὲ ὑγρὰς ξηραίνοντα· καὶ δὴ καὶ κατὰ συζυγίαν εἰ ψυχρότερός τε ἅμα καὶ ὑγρότερος ὁ τόπος εἴη, θερμαίνοντά τε καὶ ξηραίνοντα· κᾀπὶ τῶν ἄλλων ὡσαύτως, ἀεὶ ταῖς κρατούσαις ποιότησι τὰς ἐναντίας προσάγοντα. λογισμὸς δὲ τούτου τοιόσδε τὸ κατωρθωμένον ἅπαν οὐκ ἐν ζώοις μόνον ἢ φυτοῖς, ἀλλὰ καὶ τοῖς ἄλλοις ἅπασι σύμμετρόν τί ἐστι καὶ μέσον ἁπάντων τῶν διημαρτημένων· ὅτου γὰρ ἂν μήτ’ ἀφελεῖν ἔστιν μήτε προσθεῖναι μηδὲν ἢ μόριον ἢ ποιότητα πάντῃ τοῦτ’ ἀμέμπτως ἔχει· τὸ δ’ ἀφαιρέσεως τινὸς ἢ προσθήκης χρῇζον ἐκπέπτωκε μὲν ἤδη τῆς ἀρίστης κατασκευῆς, ἐπανελθεῖν δ’ αὐτὴν ἑτέρως ἀμήχανον αὐτῷ χωρὶς τοῦ τὸ μὲν περιττὸν ἀφελεῖν, τὸ δὲ ἐλλεῖπον προσθεῖναι. περὶ μὲν δὴ τῶν μορίοις τισὶν ἐλλειπόντων ἢ πλεοναζόντων ἕτερος λόγος· ἐν οἷς δὲ ἐπικρατεῖ τις ποιότης, εὐθὺς μὲν ἐνταῦθα νενικῆσθαι τὴν ἐναντίαν ἀναγκαῖον, εὐθὺς δὲ καὶ τὴν ἐπανόρθωσιν ἐκ τῆς τέως κεκρατημένης, αὖθις ἀντεισαγομένης ἀνάγκη γίνεσθαι. ψύχων γὰρ τὸ τεθερμασμένον ἅμα μὲν ἀντεισάξεις τὸ λοιπὸν, ἅμα δὲ καὶ καθαρεῖς τὸ πλεονάζον. ὥστε ἀνάγκη πᾶσα τῶν κατὰ δυσκρασίαν τινὰ τοῦ κατὰ φύσιν ἐξεστηκότων τὴν ἴασιν γίνεσθαι διὰ τῶν ἐναντίων τῇ δυνάμει· οὕτω μὲν ἡ δι’ ἀτονίαν ὑπὸ ῥεύματος ἐνοχλουμένη σὰρξ, ἤ τι μόριον ἕτερον σαρκῶδες· ἐπειδὰν τὴν τῆς δυσκρασίας πρότερον ἰαθῇ διάθεσιν, ἐφεξῆς δηλονότι καὶ τὴν τῆς ἑλκώσεως ἰαθήσεται, οὐκ ἄλλως μὲν νῦν θεραπευθεῖσα τὴν δυσκρασίαν, ἄλλως δ’ εἰ χωρὶς ἕλκους ἐπεπόνθει. ᾧ καὶ δῆλον ὡς οὐχ ἕλκους ἐστὶν, ἀλλὰ δυσκρασίας ἴδιος ἡ τοιαύτη πᾶσα θεραπεία. κατὰ δὲ τὸν αὐτὸν τρόπον, εἰ δι’ ἕτερόν τι μόριον ἢ καὶ τὸ σύμπαν σῶμα πληθωρικὸν ἢ κακόχυμον ὑπάρχον ἐπιῤῥέον τι τοῖς ἡλκωμένοις μέρεσι μοχθηρὸν ἰάσασθαι χρὴ πρότερον ἢ τὸ τοῦ ῥεύματος αἴτιον ἢ καὶ τὸ σύμπαν σῶμα. κατὰ τοῦτ’ οὖν καὶ κιρσοὺς πολλάκις ὑπερκειμένους τῶν ἡλκωμένων μορίων ἰασώμεθα πρότερον, ἵν’ ἐφεξῆς ἰασώμεθα τὸ ἕλκος, καὶ τῶν σπληνωδῶν τὸν σπλῆνα καὶ τῶν ἄλλό τι μόριον ἐπίσημον πεπονθότων ἐκεῖνο πρότερον ἐκθεραπεύσαντες, οὕτως ἐπὶ τὴν τῶν ἑλκῶν ἴασιν ἀφικόμεθα. ἀλλ’ οὐδεμία τῶν ἰάσεων τούτων αὐτοῦ τοῦ ἕλκους ἐστὶν, ἀλλά τινος ἑτέρας διαθέσεως ἤτοι γεννώσης ἢ αὐξανούσης τὸ ἕλκος.

Καὶ γὰρ αὖ καὶ τοῦτο καιρὸς διορίσασθαι ἤδη, τὸ μηδὲν τῶν προκαταρξάντων τῆς διαθέσεως· αἰτίων ἐνδείκνυσθαι τὴν θεραπείαν, ἀλλὰ τὴν μὲν ταύτης ἔνδειξιν ἀπ’ αὐτῆς ἄρχεσθαι τῆς διαθέσεως, ἐξευρίσκεσθαι δὲ τὰς κατὰ μέρος ἐνεργείας ἀπό τε τοῦ πρώτου σκοποῦ καὶ τῆς τοῦ πεπονθότος μορίου φύσεως καὶ τῆς τοῦ περιέχοντός κράσεως, ὅσα τε ἄλλα τούτοις ἐστὶν ὁμογενῆ. συνελόντι γὰρ εἰπεῖν ἀπ’ οὐδενὸς τῶν μηκέτι ὄντων ἔνδειξιν τοῦ συμφέροντος ἔνεστι λαβεῖν. ἀλλ’ ἐπεὶ πολλάκις εἰς διάγνωσιν τῆς διαθέσεως, ἀδήλου παντάπασιν ὑπαρχούσης καὶ τῷ λόγῳ καὶ ταῖς αἰσθήσεσιν, ἀναγκαζόμεθα πυνθάνεσθαι περὶ τοῖ προκατάρξαντος αἰτίου, δόκησις τοῖς πολλοῖς γίνεται κᾀκεῖνο συνενδείκνυσθαι τὴν ἴασιν· τὸ δ’ οὐχ οὕτως ἔχει. μαθήσῃ δ’ ἐναργῶς ἐφ’ ὧν ἐγχωρεῖ ἀκριβῶς γνῶναι τὴν διάθεσιν. εἴτε γὰρ ἐκχύμωσις, εἴθ’ ἕλκος, εἴτε ἐρυσίπελας, εἴτε σηπεδὼν, εἴτε φλεγμονὴ κατά τι μέρος ὑπάρχει, περιττὸν ζητεῖν τὸ αἴτιον ποιῆσαν, εἰ μὴ καὶ νῦν ἔτι ποιεῖ· οὕτως γὰρ ἅμα τε τὸ γεγονὸς θεραπεύσομεν ἤδη ἅμα τε τὸ ποιοῦν ἔτι ποιεῖν διακωλύσομεν. εἰ δ’ ἐποίησε μὲν, ἀπηλλάγη δὲ, τὸ μὲν γεγονὸς ἰασόμεθα, τὸ δὲ οὐκέτι ὂν οὐδ’ ἂν ἐκκόπτειν προαιρώμεθα, δυνησόμεθα· τῶν μὲν γὰρ ὄντων αἱ θεραπεῖαι, τῶν δὲ ἔσεσθαι μελλόντων αἱ προφυλακαί· τὰ δὲ μήτ’ ὄντα μήτε βλάψαι προσδοκώμενα καὶ τοῦ θεραπευτικοῦ καὶ τοῦ προφυλακτικοῦ μέρους τῆς τέχνης ἐκπέπτωκεν. ὥστε οὔτε ἔνδειξις ἀπ’ αὐτῶν ἐστιν εἰς θεραπείαν οὔτε προφυλακή τις, ἀλλ’ ἢ μόνον, ὡς εἴρηται, πρὸς τὰς ἐκπιπτούσας τὴν ἡμετέραν ἐπίγνωσιν διαθέσεις ἡ γνῶσις τοῦ προκατάρξαντος αἰτίου χρησίμη, τοῖς δ’ ἀπὸ τῆς ἐμπειρίας ἰατροῖς ὡς μέρος τῆς ὅλης συνδρομῆς, ἐφ’ ᾗ τετηρήκασι τὴν θεραπείαν καὶ τὸ προκατάρξαν αἴτιον ἐνίοτε προλαμβάνεται, καθάπερ ἐπί τε τῶν λυττώντων κυνῶν καὶ τῶν ἰοβόλων ἁπάντων θηρίων, ἤδη δὲ καὶ τῶν δογματικῶν ἐκείνων, ὅσοι χωρὶς ἐνδείξεως λογικῆς ἀπὸ τῆς ἐμπειρίας μόνης ὁμολογοῦσι θεραπεύειν τὰ τοιαῦτα. καὶ γὰρ καὶ τούτοις ὡς ἓν μέρος τῆς ὅλης συνδρομῆς τὸ προκατάρξαν αἴτιον ζητεῖται, τοῖς δ’ ἐκ μὲν τῆς ἔμπροσθεν πείρας ἐγνωκόσι τῶν ἰοβόλων θηρίων τὰς δυνάμεις, ἔνδειξιν δὲ θεραπείας ἀπ’ αὐτῶν λαμβάνουσιν, οὐκ εἰς ἔνδειξιν ἰάσεως τὸ προκατάρξαν αἴτιον γνωσθὲν, ἀλλ’ εἰς τὴν τῆς παρούσης διαθέσεως ἐπίγνωσιν συντελεῖ. φέρε γὰρ ἐπίστασθαι μὲν τὸν ἰὸν τοῦ σκορπίου ψυχρὸν εἶναι τῇ δυνάμει καὶ λαμβάνειν ὡς ἀπὸ ψυχροῦ τὴν τῆς ἰάσεως ἔνδειξιν, ἔχειν δὲ μηδὲν μή πω σημεῖον ὅτι τοιαύτη τις ἐν τῷδε τῷ σώματι διάθεσις ὑπάρχει, δῆλον γὰρ ὡς εἰ πυθοίμην ὅτι σκορπίος ὁ πλήξας, ἐκθερμαίνειν πειράσομαι τό τε σύμπαν σῶμα καὶ τὸ νενυγμένον ὑπ’ αὐτοῦ μόριον, οὐκ ἀναμείνας ἔτι τὴν πεῖραν, ἀλλ’ ἀπ’ αὐτῆς τοῦ πράγματος τῆς φύσεως λαβὼν τὴν ἔνδειξιν. ἐδείχθη γὰρ ἐν τοῖς περὶ φαρμάκων ὑπομνήμασιν, ἐν οἷς ἠξίωσα γεγυμνάσθαι πρότερον, ὅτῳ μέλλει τι καὶ τῶν νῦν λεγομένων ὄφελος ἔσεσθαι, μηδεμίαν ἄνευ πείρας εὑρίσκεσθαι δύναμιν· ἦν γὰρ ἂν δήπου μακάριον εἴ τις ἐκ τοῦ θεάσασθαι λιθάργυρον, ἢ καστόριον; ἢ κανθαρίδας εὐθέως ἐγίνωσκεν αὐτῶν τὰς δυνάμεις. ἀλλ’ ὥσπερ ἐν ἅπασιν αἱ διαμαρτίαι τοῖς ὑπερβάλλουσι τοῦ μέτρου καὶ τοῖς ἐλλείπουσιν, οὕτω κᾀνταῦθα γίνονται· καὶ δὶς διὰ πασῶν, οὐχ ἅπαξ, ὡς ἔοικεν ἀντᾴδουσιν ἀλλήλοις οἵ τε μηδέ πω καὶ τήμερον ὁμολογοῦντες ἐπίστασθαί γε τὰς δυνάμεις τῶν φαρμάκων ἐπὶ τοσαύτῃ πείρᾳ, οἵ τε καὶ πρὸς τῆς μιᾶς πείρας ἀξιοῦντες ἐπίστασθαι καὶ γὰρ καὶ τοῦτο προπετὲς, εἰ χρὴ προπετὲς εἰπεῖν τὸ ἀδύνατον, καὶ θάτερον ἢ τελέως ἀναισθήτων ἐστὶν ἢ φανερῶς ἐριζόντων. ἀλλὰ γὰρ, ὡς ἔφην, οὐ χρὴ νῦν περὶ τούτων ἀκούειν ποθεῖν, εἰρημένων ἐπὶ πλέον ἔν τε τῷ τρίτῳ τῶν περὶ κράσεων κᾀν τοῖς περὶ φαρμάκων ὑπομνήμασιν· ἀλλ’ εἰς διάγνωσιν τῶν διαθέσεων ἔνια τῶν προκαταρξάντων αἰτίων συντελεῖ· ἔνθα δ’ οὐδὲν λανθάνει τῆς παρούσης διαθέσεως, οἴχεται καὶ τοῦ προκατάρξαντος ἡ χρεία· εἴρηται μὲν οὖν μοι κᾀν τοῖς ἔμπροσθεν ὡς οὐ δεῖ συνάπτειν ἐς ταὐτὸν ἀμφοτέρας τὰς διδασκαλίας, ἀλλ’ ἰδίᾳ μὲν τὴν ἐμπειρικὴν, ἰδίᾳ δὲ ποιεῖσθαι τὴν λογικήν. ἀναμεμνήσθω δὲ κᾂν νῦν ὡς ἐπειδὴ πρόκειται μόνην τὴν λογικὴν ἐν τοῖσδε τοῖς ὑπομνήμασι διελθεῖν, εἰ δὲ καὶ μὴ προσκέοιτό που περί τινος τῶν λεγομένων, ὡς οὐχ ἁπλῶς ἐστιν ἀληθὲς, ἀλλὰ μόνοις τοῖς κατὰ μέθοδον ἰατρεύουσιν, ἀκόλουθον αὐτῶν λογίζεσθαί τινα τοῦτο καὶ προστιθέναι παρ’ ἑαυτοῦ. νυνὶ μὲν γὰρ ἡμεῖς προσεθήκαμεν ὡς οὐδὲν τῶν προκαταρξάντων αἰτίων εἰς ἔνδειξιν θεραπείας ἐστὶ χρήσιμον, ἀλλὰ εἰς διάγνωσιν ἐνίοτε διαθέσεως, ὁμολογοῦντες ὡς ἐν τοῖς ἐμπειρικῶς ἰωμένοις ὁτιοῦν, ἕν τι τῶν τῆς ὅλης συνδρομῆς μορίων ἐστὶ καὶ τὸ προκατάρχον αἴτιον, εἴτ’ οὖν λογικῶς τἄλλα θεραπεύοιεν εἴτε δι’ ἐμπειρίας ἅπαντα· κατὰ δὲ τὸν ἐφεξῆς λόγον οὐκ ἀναγκαῖον ἂν εἴη προσγράφειν τοῦτο. πάλιν οὖν ἐπὶ τὸ προκείμενον ἐπανέλθωμεν, ἀρχὴν ὁμολογουμένην λαβόντες ᾗ κᾀν τοῖς ἔμπροσθεν ἤδη κεχρήμεθα φάσκοντες, τὴν τῆς θεραπείας δεομένην διάθεσιν αὐτὴν εἶναι τὴν τὸν πρῶτον σκοπὸν ἐνδεικνυμένην· ἐκ δὲ τούτου τἄλλα πάντα λαμβάνεσθαι. τούτῳ δ’ ὅτι τῷ σκοπῷ κοινωνίαν οὐδεμίαν ἔχει τῶν προκαταρχόντων αἰτίων οὐδὲν ἐξ αὐτῶν μάλιστα τῶν ἑλκῶν, ὅθεν περ ὁ λόγος ὡρμήθη, μαθήσῃ. γεγενήσθω γοῦν ἕλκος ἐξ ἀποστήματος· ἀλλ’ εἰ τοῦτο, δῆλον ὡς ἐκ μοχθηρῶν χυμῶν· οὕτω γὰρ εἴωθεν ἡ φύσις ἐν νόσοις ἐκκαθαίρουσα τὸ σῶμα τὸ περιττὸν ἅπαν ὠθεῖν ἐπὶ τὸ δέρμα· καὶ τούτῳ μὲν οὖν ἑλκωθῆναι συμβαίνει, τῷ δ’ ὅλῳ σώματι ἐκκεκαθάρθαι. τίς οὖν ἡ τῶν τοιούτων ἑλκῶν ἴασις; οἵα περ καὶ ἡ τῶν ἄλλων ἁπάντων οἷς οὐκ ἐπιπλέκεται διάθεσις οὐδεμία κακοήθης. ἀλλ’ εἴ περ τοῦθ’ οὕτως ἔχει, δῆλον ὡς οὐδεμία παρὰ τῆς ποιησάσης τὸ ἕλκος αἰτίας ἔνδειξις εἰς τὴν θεραπείαν ἐγένετο. καὶ μὴν εἴ περ ἔμενεν ἡ κακοχυμία, πάντως ἄν που καὶ παρ’ αὐτῆς τὴν ἔνδειξιν ἐλάβομεν. ἀλλὰ καὶ ἄλλως ἄτοπον ἦν δεῖσθαι θεραπείας τὸ μηκέτ’ ὂν, ἢ ἐνδείκνυσθαι θεραπείαν τὸ μὴ δεόμενον αὐτῆς· ὥστε παντοίως ἄτοπον ἐκ τοῦ προκατάρξαντος αἰτίου ἔνδειξιν λέγειν γίνεσθαι θεραπείας. ἐπεὶ τοίνυν οὐ τοῦτο, δῆλον ὡς τὸ παρὸν αἴτιον ἔνδειξιν ποιήσεται. τίς οὖν ἡ ἔνδειξις; ἀκριβολογουμένῳ μὲν ἡ προφυλακτικὴ προσαγορευομένη, καταχρωμένῳ δ’ ἡ θεραπευτική· καὶ γὰρ καὶ αὐτῶν τῶν ἑλκῶν τῆς ἰάσεως, εἴθ’ ἁπλῶς ἕλκη μόνον εἴτε καὶ μετὰ κοιλότητος ὑπάρχει κατὰ τὸν ἀκριβῆ λόγον ἡ ἴασις ἐκ τοῦ φεύγειν τε καὶ προφυλάττεσθαι τὰ λυπήσοντα τὴν φύσιν ἀποτελεῖται. καὶ ὅλως ἐφ’ ὧν τὸ γινόμενον αὐτῆς τῆς φύσεως ἔργον ἐστίν· ὡς κόλλησις ἕλκους καὶ σάρκωσις, ἐκ τοῦ προφυλακτικοῦ γένους ἐστὶν ἡ τῶν τοιούτων ἐπιμέλεια· ἀλλ’ ὅμως ἴασις λέγεται πρὸς ἁπάντων ἀνθρώπων. καὶ τούτῳ διώρισται τοῦ προφυλακτικοῦ μέρους τῆς τέχνης, τῷ διάθεσιν μὲν ὑπάρχουσαν ἤδη τινὰ νοσερὰν ἐκκόπτεσθαι, κατὰ τὸ ἕτερον εἶδος τῆς προφυλακτικῆς, κωλύεσθαι δὲ γίνεσθαι τὴν μηδέπω γεγενημένην κατὰ τὸ ἕτερον. ὥστε κᾀνταῦθα περὶ ὀνομάτων ἐρίζοντες ἀγνοοῦσιν οἱ νεώτεροι τῶν ἰατρῶν. ἐχρῆν δ’ αὐτοὺς, εἰ περὶ πραγμάτων ἐσπούδαζον, ἐξευρεῖν ὡς δύο εἰσὶν αἱ πρῶται διαφοραὶ τῶν ἐνεργειῶν τοῖς ἰατροῖς. ἢ γὰρ τὰς οὔσας ἤδη διαθέσεις ἐξ ὧν πράττουσι θεραπεύουσιν, ἢ τὰς οὐκ οὔσας γενέσθαι κωλύουσι. τὸ μὲν δὴ τὰς οὔσας ἐκκόπτειν, εἴτε τὰ διακόπτοντα τὰς ἐνεργείας τῆς φύσεως ἐκποδὼν ποιουμένους εἴτε καὶ αὐτούς τι διὰ τῶν φαρμάκων ἐργαζομένους, ἅπαντες ἄνθρωποι θεραπεύειν ὀνομάζουσι, τὸ δὲ κωλύειν γενέσθαι προφυλάττεσθαι. καὶ δὴ καὶ τὰ μετὰ κακοχυμίας ἡλκωμένα θεραπεύουσιν οἱ λόγῳ τε καὶ μεθόδῳ τῇ τέχνῃ προσιόντες, ἅμα μὲν ἐκείνην ἐκκαθαίροντες, ἅμα δὲ τὰ διακόπτοντα τὰς κινήσεις τῆς φύσεως ἀναιροῦντες. ἄμφω δ’. ἐστὶν ἀκριβολογουμένῳ ταῦτα προφυλακτικά. κωλύει γὰρ, ὡς κᾀν τῷ πρὸ τούτου δέδεικται λόγῳ, πάντα τὰ τοιαῦτα ῥύπον ἐπιτρέφεσθαι τοῖς ἕλκεσιν, ἢ ὑγρότητα πολλὴν, ἢ μοχθηράν.

Οὐκ οὖν ἐν ὀνόμασι μικρολογεῖσθαι καλὸν, ἀλλ’ ἄμεινον εἰπεῖν τινα μέθοδον ἰάσεως ἑλκῶν, οἵαν ἡμεῖς ἔν τε τῷ πρὸ τούτου λόγῳ κᾀν τῷδε διεξῇμεν. ἐγὼ μὲν γὰρ καὶ θαυμάζω τὴν ἀναισθησίαν τοῦ Θεσσαλοῦ, γράφοντος ὡδί πως ὑπὲρ τῆς τῶν κακοηθῶν ἑλκῶν ἰάσεως· εἰσὶ δὲ σφόδρα ἀναγκαῖαι καὶ αἱ κοινότητες αἱ τῶν χρονίων ἑλκῶν καὶ μὴ ὑγιαζομένων, ἢ κατουλουμένων καὶ πάλιν ἀναλυομένων· πρὸς τῷ ἐπὶ μὲν τῶν μὴ συμφυομένων σκέπτεσθαι τί ἐστι τὸ ἐμποδίζον καὶ τοῦτ’ αἴρειν, τὸ δ’ ἐπουλούμενον καὶ ἀναξαινόμενον ἀναγκάζειν κρατεῖν τῆς οὐλῆς, μετασυγκρίνοντας τὸ πάσχον μέρος, ἢ καὶ κοινῶς ὅλον τὸ σῶμα καὶ δυσπαθὲς τοῦτο ποιεῖν διὰ τῶν τοῦτο δρώντων βοηθημάτων. ταυτὶ μὲν οὖν ὁ Θεσσαλὸς ἐν τῷ περὶ χειρουργίας βιβλίῳ κατ’ ἀρχὰς εὐθὺς προειπὼν ἐν τοῖς ἐφεξῆς ἐπὶ πλέον ᾧδέ πως ὑπὲρ αὐτῶν τούτων γράφει· τὰ δὲ χρόνια τῶν ἑλκῶν καὶ μὴ ὑγιαζόμενα, ἢ κατουλούμενα καὶ ἀναξαινόμενα ἐμφαίνει· τὰ μὲν εἰς οὐλὴν μὴ συνερχόμενα ἐκκόπτειν τὰ κωλύοντα τὴν σύμφυσιν γίνεσθαι καὶ νεωτεροποιεῖν τοὺς πεπονθότας τόπους καὶ παραπλήσια ποιήσαντας τοῖς νεοτρώτοις πάλιν ἐναίμως ἰᾶσθαι, κᾂν μὴ κρατηθῇ, παρηγορεῖν τὴν φλεγμονὴν καὶ τὴν λοιπὴν προσάγειν ἐπιμέλειαν· τὰ δ’ εἰς οὐλὴν ἐρχόμενα. καὶ ἀναλυόμενα, κατὰ μὲν τοὺς παροξυσμοὺς καὶ τὰς ἑλκώσεις ὁμοίως θεραπεύειν τοῖς προσφάτως φλεγμαίνουσι, καταπλάσμασι τοῖς παρηγοροῦσιν, ἕως ἂν παύσηται ἡ ἀγανάκτησις· ἐνδούσης δὲ συνεργεῖν εἰς ἐπούλωσιν· μετὰ δὲ ταῦτα φοινίσσειν τὰ κύκλῳ μέρη, πλατὺν περιλαμβάνοντας τόπον τῷ διὰ τοῦ νάπυος μαλάγματι, ἤ τινι ἑτέρῳ μεταβάλλειν δυναμένῳ, καὶ τὴν εὐπάθειαν ἀναιρεῖν. μὴ ληγόντων δὲ καὶ κοινῶς ὅλου τοῦ σώματος ἐπιμέλειαν ποιεῖσθαι, μετασυγκρίνοντας αὐτὸ διὰ γυμνασίων ποικίλων καὶ αἰώρας καὶ ἀναφωνήσεως παρόντων ἐμπείρων, καὶ διαίτης κατὰ πρόσθεσιν αὐξανομένης τε καὶ μειουμένης, ἀρχῆς ἐντιθεμένης διὰ τὸν ἀπὸ ῥαφανίδων ἔμετον. χρῆσθαι δὲ καὶ τῇ τοῦ λευκοῦ ἐλλεβόρου δόσει καὶ τοῖς ἄλλοις ἅπασιν οἷς χρώμεθα ἐπὶ τῶν ὑπαγομένων διαίτῃ χρονίων καὶ δυσαποτρίπτων παθῶν. αὕτη μὲν ἡ τοῦ Θεσσαλοῦ ῥῆσις. ἄξιον δὲ θαυμάσαι τἀνθρώπου τὴν ἀναισθησίαν ἢ τὴν τόλμαν· εἰ μὲν αὐτὸς ἑαυτὸν ἀνέπεισεν ὡς ὀρθῶς λέγει, τὴν ἀναισθησίαν· εἰ δ’ ἐπιστάμενος ὡς οὐδὲν λέγει παρακρούεσθαι τοὺς ἀναγινώσκοντας ἅπαντας ἤλπικε, τὴν τόλμαν. ἐκ τῶν χρονίων ἑλκῶν, ὦ γεναιότατε, τίς ἔνδειξις γίνεται θεραπείας; ἐγὼ μὲν γὰρ οὔτ’ ἐκ τῶν προσφάτων οὔθ’ ὅλως ἐκ χρόνου κατ’ οὐδὲν τῶν νοσημάτων ἐξεῦρον οὐδεπώποτε τὴν θεραπείαν, ἀλλ’ ἐξ αὐτῆς τῆς διαθέσεως, ἣν ἰᾶσθαί μοι πρόκειται. καθόλου γὰρ ἐὰν εἰς τὸν χρόνον ἀποβλέπῃ τις, ὡς ἔνδειξιν παρ’ αὐτοῦ λαμβάνειν, ἑτέραν μὲν πάντως ἡ δευτέρα τῶν ἡμερῶν, ἑτέραν δ’ ἡ τρίτη παρέξει τὴν ἔνδειξιν· οὕτως δὲ καὶ ἡ τετάρτη τῆς πέμπτης ἑτέραν· καὶ τούτων ἁπασῶν ἡ ἕκτη καὶ τῶν ἄλλων ἑκάστη τῶν μετὰ ταύτας. ὥστ’ οὐκέτι τὰς διαθέσεις ἃς θεραπεύομεν, ἐπισκεψόμεθα καὶ παρ’ αὐτῶν ἔνδειξιν ληψόμεθα; καίτοί γε τούτου ἀλογώτερον οὐδ’ ἐπινοῆσαι δυνατόν ἐστι. πῶς οὖν ἀναγκαῖαι αἱ κοινότητες αἱ τῶν χρονίων ἑλκῶν εἰσιν, οὐδέν γε ἐνδείκνυσθαι δυναμένου τοῦ χρόνου καθ’ ἑαυτόν; οὐ δήπου γὰρ ἐπειδὰν ὑπὸ κακοχυμίας ἕλκος ἀναβιβρώσκηται, διάφορον ἔνδειξιν ἀπ’ αὐτοῦ ληψόμεθα μετὰ τέτταρας μῆνας ἧς εὐθὺς ἐξ ἀρχῆς ἐλάβομεν. ἐγὼ μὲν οὐδ’ ἂν ἐάσαιμι χρονίσαι τὸ τοιοῦτον ἕλκος, ἀλλ’ εὐθέως ἀπὸ τῆς ἀρχῆς ἐκκόψαιμι τὴν αἰτίαν αὐτοῦ. καὶ γὰρ καὶ γνωρίζειν δυνατόν ἐστι τὴν διάθεσιν ἀπὸ τῆς ἀρχῆς ὡς τὰ πολλὰ, καὶ τὴν ἔνδειξιν ἀπὸ τῆς διαθέσεως λαμβάνειν ἀναγκαῖον. ὁ χρόνος δὲ τί πλέον ἡμᾶς διδάξει τοῦ τῶν ἡμερῶν ἀριθμοῦ μὰ τοὺς θεοὺς οὐκ ἔχω συμβαλεῖν, πλὴν εἰ τοῦτο λέγειν ἠβουλήθη ὁ Θεσσαλὸς, ὡς εἰς διάγνωσιν τῶν τοιούτων ἑλκῶν ἀναγκαῖον ἀναμεῖναι τὸν χρόνον. ἀλλ’ οὕτω γε πρῶτον μὲν ἂν ἰδιώτης εἴη παντάπασιν, εἰ μηδέποτε πρὸ τοῦ χρονίσαι τὸ ἕλκος ὁμολογεῖ διαγνῶναι δύνασθαι τὴν διάθεσιν. ἔπειτα δὲ σαφῶς ἂν ἔτι καὶ τοῦθ’ ὁμολογήσειεν, ὡς ἐξ ἄλλου μὲν ἡ τῆς ἰάσεως ἔνδειξις, ἐξ ἄλλων δὲ ἡ διάγνωσις γίνεται τῆς διαθέσεως. ἔστω γάρ τι συμβάλλεσθαι τὸν χρόνον εἰς τὴν διάγνωσιν· ἀλλ’ ἥ γε ἔνδειξις τῆς ἰάσεως οὐκ ἐκ τοῦ χρόνου. τί γὰρ ἄν εἴη πρὸς ἔπος, εἴ τι χρονίζει τῶν ἑλκῶν, ἐκκόπτειν τὰ κωλύοντα τὴν σύμφυσιν γίνεσθαι καὶ νεωτεροποιεῖν τοὺς πεπονθότας τόπους; εἰ γὰρ διὰ ῥεῦμα κακόηθες, ὦ γενναιότατε, τὰ χείλη τοῦ ἕλκους ἐν διαθέσει τινὶ γέγονε, τί πλέον ἕξομεν, ἂν περικόψωμεν αὐτὰ πρὶν ἰάσασθαι τὸ ῥεῦμα; μεῖζον ἐργασόμεθα δηλονότι τὸ ἕλκος, ὥσπερ καὶ ποιοῦσιν ἔνιοι τῶν ὁμοίως ἐκείνῳ θεραπευόντων ἕλκη. τῆς γὰρ αἰτίας μενούσης τῆς καὶ πρότερον αὐτὰ σκληρὰ καὶ τυλώδη ποιησάσης οὐδὲν ἔσται πλέον ἐκ τοῦ περιτέμνειν ἄλλο γε ἢ μέγεθος ἕλκους· πάλιν γὰρ ἐκεῖνα τὰ περιτμηθέντα τοῖς πρότερον ὁμοίως ἔσται τυλώδη καὶ σκληρά. καίτοί γ’ οὐδ’ αὐτὸ τοῦτο προσέθηκεν ὁ σοφώτατος Θεσσαλὸς, ὡς ἐκκοπτέον ἐστὶ τὰ τυλώδη καὶ σκληρὰ καὶ κακόχροα τῶν ἡλκωμένων μορίων, ἀλλ’ ἁπλῶς ἐκκόπτειν κελεύει τὰ κωλύοντα τὴν σύμφυσιν καὶ νεωτεροποιεῖν. εἰ μὲν οὖν ἐκκόπτειν τὰ κωλύοντα τὴν σύμφυσιν αἴτια συνεβούλευε, παλαιός τ’ ἂν ἦν ὁ τοιοῦτος λόγος, ἐγώ τε οὐδὲν ἂν ἐμεμφόμην αὐτῷ, παρῄνηται γὰρ ὑπὸ πάντων σχεδὸν τῶν παλαιῶν ἰατρῶν, ὅσοι γε λόγῳ τινὶ καὶ μεθόδῳ περὶ θεραπείας ἑλκῶν ἔγραψαν, ὡς ἐκκοπτέον ἐστὶ τὰς ἐργαζομένας αἰτίας αὐτὰ, καθάπερ, οἶμαι, καὶ τῶν ἄλλων ἁπάντων νοσημάτων. οὐ γὰρ δὴ ἐπὶ μὲν τῶν ἑλκῶν ἔτι μενούσης τῆς ποιούσης αὐτὰ αἰτίας κάλλιον ἐκείνην πρότερον ἐκκόπτειν, ἐπὶ δὲ τῶν ἄλλων νοσημάτων οὐ κάλλιον, ἀλλ’ ἐπὶ πάντων ἁπλῶς ὧν τὸ ποιοῦν ἔτι πάρεστιν ἀπ’ ἐκείνου τῆς θεραπείας ἀρκτέον. εἰ δὲ τὰ κωλύοντα τὴν σύμφυσιν οὐκ ἐπὶ τῶν αἰτίων ἁπάντων ὅσα τοῦτο πέφυκε δρᾷν, ἀλλ’ ἐπὶ τῶν χειλῶν εἴρηκε μόνον, ὡς ἐξ ὧν ἐπιφέρει δῆλός ἐστιν, πλέον ἀγνοεῖν ἔοικεν ἢ γινώσκειν εἰς ἑλκῶν ἴασιν. εἴη μὲν γὰρ ἄν ποτε καὶ τοῦτο μόνον αἴτιον τοῦ μὴ θεραπεύεσθαι τὸ ἕλκος· εἴη δ’ ἂν οὐδὲν ἧττον, ὡς εἴρηται, καὶ ἡ χωρὶς ὄγκου παρὰ φύσιν ἐν τοῖς ἡλκωμένοις μέρεσι δυσκρασία καὶ ἡ μετ’ ὄγκου μέν τινος, ἀλλ’ οὐ πάντως τοῦ γε περιτομῆς δεομένου· καὶ πρὸς τούτοις ἔτι σκιῤῥὸς ὑπερκείμενος, ἢ σπλὴν μέγας, ἤ τις ἐν ἥπατι κακοπραγία καὶ χωρὶς τούτων ἁπάντων ἀτονία τοῦ μέρους αὐτοῦ τοῦ πεπονθότος, ἐπίτασις οὖσα δυσκρασίας καὶ ἥδε· καὶ μὲν δὴ καὶ ἡ καθ’ ὅλον τὸ σῶμα κακοχυμία μέγιστον τῶν αἰτίων ὅσα λυμαίνεσθαι τοῖς ἕλκεσι πέφυκεν. ἐνοχλεῖ δ’ οὐδὲν ἧττον αὐτοῖς καὶ ἡ καλουμένη πληθώρα. τούτων ἕκαστον εἰ κελεύοι ἐκκόπτειν Θεσσαλὸς, ἐπαινῶ τὸν ἄνθρωπον, ὡς ἑπόμενον τοῖς παλαιοῖς· εἰ δὲ τὰ χείλη μόνον, ἓν ἐκ πολλῶν ἔγνωκε, ὃ μηδὲ τοὺς αἰπόλους λανθάνει. εἰ γὰρ σκληρὰ καὶ τετυλωμένα καὶ πελιδνὰ καὶ μέλανα καί τινα ἄλλην ἐπίσημον ἄχροιαν ἔχοντα θεάσαιτό τις αἰπόλος ἕλκους χείλη, πάντως τολμήσει περικόπτειν αὐτά. καὶ γάρ τοι καὶ προχειρότατόν ἐστι τὸ περικόψαι· μεῖζον δέ γε καὶ τεχνικώτερον ἰᾶσθαι φαρμάκοις. Θεσσαλὸς δὲ οὔτε τῶν ὑπὸ φαρμάκων δυναμένων μαλαχθῆναι χειλῶν εἰς γνῶσιν ἧκέ ποτε, καὶ γὰρ καὶ λέγουσιν αὐτὸν ἀποστῆναι τελέως τοῦ τοιούτου μέρους τῆς τέχνης, ὥσπερ οὖν ἐμφαίνει καὶ αὐτὸς, οὔθ’ ὅλως ἐμπειρίαν ἢ λογικὴν ἐπιστήμην ἔοικεν ἔχειν οὐδενὸς φαρμάκου· καθότι καὶ τοῦτο διὰ τοῦ περὶ φαρμάκων ἐνδείκνυται βιβλίου. ἀλλὰ περὶ μὲν τῶν ἐν ἐκείνοις οὐκ ὀρθῶς εἰρημένων ἐπὶ προήκοντι τῷ λόγῳ διαλέξομαι· περὶ δὲ τῆς τῶν χρονίων ἑλκῶν ἰάσεως, ἣν ἐν τῇ προγεγραμμένῃ ῥήσει Θεσσαλὸς ἐποιήσατο, πρόκειταί μοι τό γε νῦν εἶναι διελθεῖν. ἄμεινον μὲν ἦν δήπου μὴ χρόνια καλεῖν, ἀλλὰ κακοήθη ταῦτα, καὶ τὴν φύσιν αὐτῶν ἐκδιηγήσασθαι καὶ τὰς αἰτίας τῆς γενέσεως εἰπεῖν καὶ τὴν θεραπείαν ἑκάστου, τὴν μὲν ὡς ἐφ’ ἕλκει κοινὴν ἁπάντων αὐτῶν οἴαν ἐν τῷ τρίτῳ γράμματι διῆλθον· ἰδίαν δ’ ἐφ’ ἑκάστου, κατὰ τὸ τῆς ἐργαζομένης αἰτίας εἶδος, ὡς ἐν τούτῳ τῷ λόγῳ διωρισάμην. ὁ δὲ οὐδὲν τούτων ποιήσας καὶ νεωτεροποιεῖν τοὺς ἡλκωμένους τόπους ἀξιοῖ καὶ παραπλήσια τοῖς νεοτρώτοις ἀπεργασάμενος ἐναίμους ἰᾶσθαι. τοῦτο μέν γε ναὶ μὰ τὸν Ἀσκληπιὸν ἐναργῶς ἄν τις γνωρίσειε τοῖς ἔργοις τῆς τέχνης ἐγγεγυμνασμένος, ὡς ὑπ’ ἀνθρώπου γέγραπται ταῦτα μηδέποτε προνοήσαντος ἕλκους. ἐναίμως ἰᾶσθαι δύναταί τις, ἕλκος χρόνιον ὅμοιον τοῖς νεοτρώτοις ἐργασάμενος, ἀγκτῆρσι συναγαγὼν, ἢ ῥάψας αὐτοῦ τὰ χείλη· ἢ τούτων μὲν οὐδενὶ, ἐναίμῳ δέ τινι φαρμάκῳ καὶ μόνῃ σὺν αὐτῷ θαῤῥήσας ἐπιδέσει; τίς οὐκ οἶδεν ὡς πᾶν ἕλκος κακόηθες εὐθὺς καὶ κοῖλόν ἐστιν, ὡς ἂν ἐξ ἀναβρώσεως γενόμενον; ἆρ’ οὖν, ὦ σοφώτατε Θεσσαλὲ, πρὶν σαρκωθῆναι τὸ κοῖλον ἕλκος, εἰς σύμφυσιν ἀχθῆναι δύναται; ἢ οὐ τοῦτ’ ἔστι τὸ ἐναίμως ἰᾶσθαι; μάτην τοίνυν αὐτὸς σὺ τῶν κοίλων ἑλκῶν τὸν σκοπὸν οὐ κόλλησιν, ἀλλὰ πλήρωσιν ἔγραψας. εἰ δὲ καὶ μὴ δι’ ἑαυτὸ κοῖλον ἦν ἅπαν ἕλκος κακόηθες, ἀλλά τοί γ’ ἐν τῷ νεωτεροποιεῖν, αὐτοῦ τὰ χείλη περικόπτοντας ὡς σὺ κελεύεις, ἐξ ἀνάγκης οἶμαι καὶ κοῖλον γίνεται καὶ πλείστην ἴσχει τῶν χειλῶν τὴν διάστασιν· ὥστ’ οὐκ οἶδα πῶς ἔτι κολλήσεις αὐτὸ καὶ συμφύσεις ἐναίμως. εἰ γὰρ προσάγειν ἐπιχειρήσεις βιαίως τὰ διεστῶτα πάμπολυ χείλη, φλεγμανεῖ μὲν ἐξ ἀνάγκης, οὐ συμφύσεται δέ. τούτου καὶ μόνου συνιέναι μοι δοκεῖ καὶ Θεσσαλός· ἐπιφέρει γοῦν, κᾂν μὴ κρατηθῇ, παρηγορεῖν τὴν φλεγμονήν. ἄμεινον δὲ ἦν γράψαι καὶ μὴ κρατηθέντων παρηγορεῖν τὴν φλεγμονὴν, ἐξ ἀνάγκης γὰρ οὐ κρατηθήσεται. ἀλλ’ εἰ καὶ τοῦτο συγχωρηθείη τῷ Θεσσαλῷ καὶ παρέλθοιμεν αὐτὸ καὶ μὴ λίαν ἀκριβῶς ἐξετάζοιμεν, ὅτι γε τελέως ἀποκεχώρηκε τῆς κοινότητος ἧς αὐτὸς ὑπέθετο πρόδηλον παντί. εἰ γὰρ τὸ ἐμποδίζον ἐξαιρήσομεν, οὐδὲν ἔτι περὶ τῆς τῶν χρονίων ἑλκῶν ὡς χρονίων κοινότητος ληψόμεθα. ἀλλ’ ἔστω καὶ τοῦτο. θεασώμεθα δὲ τὰ ἐφεξῆς, γράφει γοῦν ὧδε· τὰ δ’ εἰς οὐλὴν ἐρχόμενα καὶ ἀναλυόμενα κατὰ μὲν τοὺς παροξυσμοὺς καὶ τὰς ἑλκώσεις ὁμοίως θεραπεύειν τοῖς προσφάτως φλεγμαίνουσι. μετὰ δὲ ταῦτα φησί· φοινίσσειν τὰ κύκλῳ μέρη τῷ διὰ τοῦ νάπυος μαλάγματι. τί φῄς, ἄνθρωπε, κᾂν δριμὺ, κᾂν θερμὸν ῥεῦμα τὸ φερόμενον ᾖ, φοινίσσειν χρὴ νάπυϊ τὸ μόριον; ἵν’ ὅπερ ἐν πολλῷ χρόνῳ πάσχειν ὑπὸ τοῦ ῥεύματος ἔμελλεν, ὑπὸ τοῦ Θεσσαλείου ταχέως πάθοι φαρμάκου, πᾶν ἑλκωθέν τε καὶ ἀναβρωθέν; τὰς γὰρ διὰ ψύξιν ἢ ὑγρότητα πολλὴν ἄνευ θερμασίας ἐπιφανοῦς ἀτονίας τῶν μερῶν φοινιγμοῖς ἐθεράπευον οἱ παλαιοί. σὺ δ’ ἑξῆς ἐπὶ πάντων χρᾷ, πρῶτον μὲν αὐτὸ τοῦτο μὴ διορισάμενος, εἴτε δι’ ἀτονίαν τοῦ μέρους, εἴτε διὰ κακοήθειαν τοῦ ῥεύματος, οὐ θεραπεύεται τὸ ἕλκος. ἔπειτα δ’ ὑπαλλάττων τὴν τάξιν. ὅταν γὰρ κατακαύσας τῷ νάπυϊ τὸ μέρος ἀνύσῃς μηδὲν, ἐπὶ τὴν τοῦ παντὸς σώματος ἔρχῃ θεραπείαν ἔμπαλιν δ’, οἶμαι, καὶ τῷ λόγῳ καὶ τῇ πείρᾳ περὶ τούτων ἔγνωσται, τὸ σύμπαν σῶμα πρότερον ἀπέριττον ἐργασαμένους τολμᾷν ἐπιφέρειν τι τῷ μορίῳ θερμαῖνον καὶ δριμὺ φάρμακον. ἕλκειν γὰρ ἐφ’ ἑαυτὰ πέφυκεν ἐξ ὅλου τοῦ σώματος ἅπαντα τὰ τοιαῦτα δίκην σικύας. ἐὰν μὴ φθάσῃς κενώσας αὐτὸ, χορηγίαν ῥεύματος ἐγκαταλείψεις τῷ δριμεῖ φαρμάκῳ. τοῦτο καὶ τοῖς ἐμπειρικοῖς ἰατροῖς ὡμολόγηται καὶ τοῖς δογματικοῖς· τοῦτο καὶ τοῖς ἀρίστοις ἐδόκει τῶν φιλοσόφων· ἐπειδὴ γὰρ κᾀκείνων μέμνηται Θεσσαλὸς, οὐ χεῖρον αὐτοὺς ἐπικαλέσασθαι μάρτυρας, ὡς ὀφθαλμὸν οὐκ ἐγχωρεῖ καλῶς ἰάσασθαι πρὸ τῆς ὅλης κεφαλῆς, οὐδὲ ταὐτὴν ἄνευ τοῦ παντὸς σώματος. οὕτως Ἀριστοτέλης καὶ Πλάτων ἐγίνωσκεν ὑπὲρ νοσημάτων ἰάσεως· οὕτω δὲ καὶ Ἱπποκράτης καὶ Διοκλῆς καὶ Πραξαγόρας καὶ Πλειστόνικος καὶ πάντες οἱ παλαιοί. Θεσσαλὸς δὲ μόνος ἔμπαλιν ἐπὶ τὸ διὰ τοῦ νάπυος ἥκει φάρμακον πρῶτον· εἶθ’ ὕστερον ἐπιμελεῖται τοῦ παντὸς σώματος· οὔκουν οὐδ’ ἐνταῦθα φρονίμως οὐδὲν ὑποτιθέμενος. ἐνὸν γὰρ ἅπαξ ἐκκενώσαντα τὸ σῶμα καθαίροντι φαρμάκῳ, μετὰ τοῦτο χρηστῶς ἀνατρέφειν, ἀναφωνήσεώς τε μέμνηται καὶ γυμνασίων αἰωρήσεών τε καὶ διαίτης ἐκ περιόδου μεταβαλλομένης καί τινος ἀπὸ ῥαφανίδων ἐμέτου· κᾄπειτα τὸν κολοφῶνα τούτοις ἐπάγει, τὸν ἐλλέβορον αὐτὸν, ὁ χωρὶς περιεργίας ἐπαγγειλάμενος ἅπαντα θεραπεύειν. ἐγὼ δ’ οὐδ’ ἐπινοῆσαι δύναμαι πῶς ἄν τις χεῖρον, ἢ μακρότερον, ἢ περιεργότερον ἕλκος ἰάσαιτο. φέρε γὰρ, ἵν’ ὥσπερ ἔργῳ πολλάκις ἑωράκαμεν, οὕτω καὶ τῷ λόγῳ πλάσωμεν ἄνθρωπον ἰάσεως ἕλκους κακοήθους δεόμενον. ἔστω τις ὑγιαίνων μὲν τἄλλα, κνησάμενος δ’ ἐξαίφνης ὁτιοῦν μόριον, εἰ βούλει πῆχυν, ἐγειράτω παραχρῆμα φλύκταιναν· εἶτ’ αὖθις καὶ αὖθις κνησμῶδες γιγνέσθω ταὐτὸ τοῦτο μόριον· ἐκραγείσης δὲ τῆς φλυκταίνης ἕλκος κακόχρουν, ἀνωμάλως ἀναβιβρωσκόμενον γενέσθω· καὶ ταῦτ’ ἐν τρισὶν ἢ τέτταρσιν ἡμέραις ἀπὸ τῆς ἀρχῆς συμπιπτέτω. λεγέτω δή τις ἐνταῦθά μοι τῶν Θεσσαλείων ἰατρῶν ὅντινα χρὴ τρόπον ἰᾶσθαι τὸ τοιοῦτον ἕλκος. ἐγὼ μὲν γάρ φημι κακόηθές τε πάντως ὑπάρχειν αὐτὸ καὶ διὰ τοῦτο συνεπισκέψομαι παραχρῆμα τὴν τοῦ παντὸς σώματος διάθεσιν, ὁποία τίς ἐστιν. εὑρήσω γὰρ ἔκ τε τῶν περὶ τὸ ἕλκος συμπτωμάτων κᾀκ τῶν περὶ σύμπαν τὸ σῶμα φαινομένων σημείων, ὁποῖος μάλιστα τὴν ἰδέαν ἐστὶν ὁ πλεονάζων χυμός· καὶ τοῦτον ἐκκενώσω φαρμάκῳ παραχρῆμα· καὶ οὐκ ἀναμενῶ τὸν πῆχυν ὅλον τἀνθρώπου διάθεσίν τινα κακοήθη καὶ δυσίατον σχεῖν. οἱ δ’ ἀπὸ τοῦ Θεσσαλοῦ, τὰς ἐκείνων δηλονότι φυλάττοντες ὑποθήκας, πρῶτον ἀναμενοῦσι χρόνιον γενέσθαι τὸ ἕλκος, ἵν’ εἰς τὴν θαυμαστὴν ἐμπέσῃ κοινότητα νῶν χρονίων ἑλκῶν, ὥσπερ οὐκ ὂν ἄμεινον μακρῷ κακοηθῶν ἑλκῶν, ἀλλὰ μὴ χρονίων ἐνδεικτικὴν θεραπείας ὑποθέσθαι κοινότητα. εἶτα δυοῖν θάτερον, ἢ ἐκκόψουσι καὶ νεωτεροποιήσουσι καὶ συνάξουσιν ὡς εἰς κόλλησιν, ἢ πρῶτον μὲν τῷ διὰ τοῦ νάπυος χρήσονται φαρμάκῳ, τούτου δ’ ἀνύσαντος μηδὲν ἐπὶ τὰς ἀναφωνήσεις τε καὶ τὰς αἰωρήσεις καὶ τὰ ἄλλα γυμνάσια καὶ τὰς τῆς διαίτης κατὰ περιόδους μεταβολὰς ἀφίξονται· κᾄπειτα καὶ τοῖς ἀπὸ ῥαφανίδων ἐμέτοις χρήσονται, καὶ μηδὲ τούτων ἰασαμένων τὸ ἕλκος ἐλλέβορον δώσουσιν· ἂν δὲ μηδ’ οὗτος ἀνύσῃ μηδὲν, ἀποπέμψουσιν εἰς Λιβύην τὸν ἄνθρωπον· ἔτι γὰρ τοῦτ’ ἔδει προσγεγραφέναι τὸν Θεσσαλὸν ἐπὶ τῇ θαυμαστῇ τῶν ἑλκῶν τῶν κακοηθῶν ἰάσει. κατατρίβει γοῦν ἐν ἀναφωνήσεσιν, αἰώραις τε καὶ τοῖς τοιούτοις ὥσπερ καχεξίαν, ἀλλ’ οὐ κακοχυμίαν θεραπεύων. καὶ τί θαυμαστὸν, εἰ μήτε γνωρίζειν ὁμολογοῦσιν ἄρτι συνιστάμενον ἕλκος κακόηθες, ἀναμένουσί τε χρόνιον αὐτὸ γενέσθαι καὶ πολλάκις μὲν ἐπουλωθῆναι, πολλάκις δ’ ἀναλυθῆναι πρὸ τοῦ γνῶναι τί ποιητέον ἐστὶν, ὅπου καὶ τοὺς ὁπωσοῦν πυρέξαντας ὑπερβάλλειν ἀξιοῦσι τὸν διὰ τρίτης ἡμέρας ἤτοι γενησόμενον ἢ μὴ γενησόμενον παροξυσμόν· οὕτως ἀκριβῶς ἄρα τὴν περὶ κρίσεων ἐκμεμαθήκασι θεωρίαν, ἢ τῆς μελλούσης ἀκμῆς τοῦ νοσήματος ὑπάρχουσι προγνωστικοὶ. τί δὴ συμβαίνει πολλάκις; ἐπὶ τῆς κλίνης κατασήπεσθαι τοὺς ἀνθρώπους ὑπ’ αὐτῶν, ἀπηλλάχθαι δυναμένους εὐθὺς ἐν τῇ δευτέρᾳ τῶν ἡμερῶν. οὐχ ἅπαξ γὰρ ἡμεῖς, ἢ δὶς, ἢ τρὶς, ἀλλὰ μυριάκις αὐτοί τε πολλοὺς τῶν πυρεξάντων ἐλουσάμεθα, ἅμα τῷ παύσασθαι τὸν πρῶτον παροξυσμόν· τούς τε διδασκάλους ἡμῶν ἐθεασάμεθα ταὐτὸ τοῦτο ποιοῦντας· ἀδεῶς τε τοῦ λοιποῦ διαιτᾶσθαι συνεχωρήσαμεν, ὡς οὐκ ἂν ἔτι πυρέξοντας, οὓς ὁ σοφώτατος Θεσσαλὸς, ὁ τὴν πρώτην διάτριτον ἐξευρὼν, ἐταρίχευσεν ἂν ὅλαις, οἶμαι, τρισὶ λιμοκτονήσας ἡμέραις· εἶθ’ οὕτως ἔθρεψεν ἂν, οἶμαι, δηλαδὴ μετρίως τεταρταίους. εἶτα κατ’ ὀλίγον ἀνακομίζων μόλις ἑκταίους ἢ ἑβδομαίους ἀπέλυσεν ἂν ἐπὶ τὰ συνήθη τοὺς ἅπαξ πυρέξαντας. οὕτως ἀεὶ κατασήπουσι τοὺς ἀνθρώπους ἐν τοῖς πάθεσι, κᾂν ἀπαλλαγῆναι ῥᾳδίως αὐτῶν ἦν δυνατόν. ὀλιγίσταις οὖν ἡμέραις οἷόν τε θεραπευθῆναι κακόηθες ἕλκος ἀρχόμενον ὁ Θεσσαλὸς εἰς ἐνιαυτὸν ἢ καὶ πλείονα χρόνον ἐκπίπτειν ἐᾷ. τὸ γὰρ ἀναμένειν πολλάκις μὲν αὐτὸ συνουλωθῆναι, πολλάκις δ’ ἀναλυθῆναι, ἵν’ εἰδῇ εἰ κακόηθες, κᾄπειτα τῆς θεραπείας ἀρξάμενον. οὐδ’ οὖν οὐδὲ τότε καθαίρειν εὐθὺς, ἀλλὰ τῷ διὰ τοῦ νάπυος μὲν πρῶτον, εἶτ’ αἰώραις ἀναφωνήσεσί τε καὶ διαίταις χρῆσθαι, κᾄπειτα ῥαφανῖσιν, εἶθ’ οὕτως ἐλλεβόρῳ, τί ἄλλο ἢ ἐνιαυτὸν ἀναμένοντός ἐστιν; εἶτ’ ὦ πρὸς θεῶν ἓξ ἡμερῶν, ἢ τὸ πλεῖστον ἑπτὰ, δυναμένου τἀνθρώπου τεθεραπεῦσθαι, μῆνας ἀναμενοῦμεν πολλοὺς; ἵνα δηλαδὴ πρῶτον μὲν γνῶμεν εἰ χρόνιόν ἐστιν, ἔπειτα δ’ ἀρξώμεθα τῆς θεραπείας; καὶ τίς ἦν ἀνάγκη χρονίων ἑλκῶν ἰδίαν ὑποθέσθαι κοινότητα, μηδὲν εἰς τὰς ἰάσεις ἡμᾶς ὠφελοῦσαν; ἐνὸν μὴ χρονίων, ἀλλὰ κακοηθῶν, οὐ κοινότητα μὰ Δία οὐδὲ τούτων ἐνδεικτικὴν, ἀλλὰ θεραπείαν γράψαι. συμβέβηκε μὲν γάρ τισιν ἕλκεσί τε καὶ νόσοις κακοήθεσιν ὑπάρχειν, οὐ μὴν ἀπὸ τούτου γε ἡ τῆς θεραπείας ἔνδειξις, ἀλλ’ ἡ μὲν διάθεσις αὐτὴ τὸν πρῶτον τῆς ἰάσεως. ὑπαγορεύει σκοπόν· ἐξ ἐκείνου δ’ εὑρίσκεται τὰ ποιητέα καθ’ ὃν ἐγὼ διελήλυθα τρόπον. ὥστε τοῦτ’ ἔστι τὸ μεθόδῳ θεραπεύειν, ὃ ποιοῦμεν ἡμεῖς ἑπόμενοι τοῖς παλαιοῖς· εἴ γε χρὴ τὴν μέθοδον ὁδόν τινα εἶναι καθόλου μίαν ἁπάντων κοινὴν τῶν κατὰ μέρος. ὁ δέ γε κᾀν τούτῳ σφάλλεται καὶ τὸ πάντως ὑπάρχον τοῖς ὁτιοῦν μεθόδῳ ποιοῦσι, τοῦτο τὴν μέθοδον αὐτὴν εἶναι νομίζει. γνῶσιν μὲν γὰρ ἔχειν ἀναγκαῖόν ἐστι τὸν μεθόδῳ πᾶν ὁτιοῦν ἐργαζόμενον ὁμοιότητός τε καὶ ἀνομοιότητος, οὐ μὴν αὐτό γε τοῦτ’ ἔστιν ἡ μέθοδος, ὁμοίου τε καὶ ἀνομοίου γνῶσις. οὐδὲ τοῦτο λέγει Πλάτων ἢ Ἀριστοτέλης, ὧν τολμᾷ καταψεύδεσθαι Θεσσαλός· ἀλλὰ γὰρ οὐ τοῦ παρόντος καιροῦ ταῦτ’ ἐξελέγχειν. αὖθις οὖν ἐπὶ τὴν θεραπευτικὴν μέθοδον ἐπάνειμι καὶ δείξειν ἐπαγγέλλομαι τήν τε ἀρχὴν αὐτῆς μίαν ἐν ἁπάσαις ταῖς ἰάσεσι, τήν τε ἀπὸ τῆς ἀρχῆς ὁδὸν ἕως τοῦ τέλους ὁμοίαν ἐν ἅπασι τοῖς κατὰ μέρος. ὥστ’ εἰ καὶ καθ’ ἕκαστον πάθος ἰδία τις φαίνοιτο μέθοδος ἰάσεως, ἀλλὰ τό γε κοινὸν ἐφ’ ἁπάσαις γένος ἓν ὑπάρχει. ἄρχεσθαι μὲν γὰρ ἀεὶ χρὴ τῆς ἐνδείξεως ἀπὸ τῆς διαθέσεως, ἣν θεραπεύειν ἐπιχειροῦμεν· ἐπισκέπτεσθαι δὲ καὶ διορίζεσθαι πότερον ἤδη πέπαυται τὸ ποιῆσαν αἴτιον τὴν διάθεσιν, ἢ καὶ νῦν ἔτι συνεπαύξει τε καὶ ποιεῖ· κᾄπειτα πεπαυμένου μὲν ἐπὶ τὴν ἐν τῷ τρίτῳ τῶνδε τῶν ὑπομνημάτων εἰρημένην μέθοδον ἰτέον· ἔτι δὲ ποιοῦντος ἐπὶ τὴν ἐν τῷδε. τῇ γὰρ αὐτῇ μεθόδῳ τῇδε καὶ φλεγμονῆς καὶ πυρετοῦ καὶ πάντων ἁπλῶς τῶν νοσημάτων τὰς ἰάσεις ἐξευρήσομεν, εἰ μὲν μηκέτι γίγνοιτο μηδὲν, μὴ προσχρώμενοι τοῖς προηγησαμένοις αἰτίοις, ἀλλ’ ἐξ αὐτῆς μόνης τῆς διαθέσεως ὁρμώμενοι· εἰ δέ τι καὶ νῦν γίγνοιτο, καὶ διττὸν σκοπὸν τῆς θεραπείας ὑποτιθέμενοι καὶ τἄλλ’ ἑξῆς ὡς εἴρηται ποιοῦντες. ἀλλὰ γὰρ καὶ τῆς ἀναισθησίας τῶν ἑπομένων τῷ Θεσσαλῷ θαυμάζειν ἄξιον· οὐκ ἐπειδὰν ἐν τοῖς τοιούτοις ἁμαρτάνωσιν, ἀλλ’ ὅτι δυσπαθείας τε καὶ μετασυγκρίσεις, ἀτονίας τε καὶ ῥώσεις καὶ πολλὰ τοιαῦθ’ ἕτερα λέγοντες ὀνόματα σημαινόμενα πρὸς αὐτῶν, οὐδέπω καὶ νῦν ἐρωτηθέντες, ἀποκρίνασθαι δύνανται. τί γάρ ἐστι τὸ μετασυγκρίνειν τὴν ἕξιν ἐπὶ τῶν χρονιζόντων ἁπάντων οὔθ’ ὡσαύτως ἀλλήλοις οὔτε σαφῶς οὔτε νουνεχῶς ἀποκρίνονται. εἰ μὲν οὖν ἢ παλαιὸν ἢ παρά τινι τῶν Ἑλλήνων ἦν γεγραμμένον τοὔνομα, τάχ’ ἂν ἴσως ἐξ ὧν ἐκεῖνοι γράφουσιν ἐνοήσαμεν ἐφ’ ὅτου πράγματος ἐπιφέρουσιν αὐτό· νυνὶ δὲ, τῆς γὰρ τούτων ἐμπληξίας ἐστὶν οἰκεῖον, ἀπὸ τῆς Ἀσκληπιάδου γεγεννημένον ὑποθέσεως, ὥσπερ καὶ τἄλλα αὐτῶν δόγματα δίκαιοι δήπουθεν εἰσὶ τοὺς ἰδίους ὀνείρους ἐξηγεῖσθαι· ὅθεν συγκρίνεσθαι τὰ σώματα καὶ διακρίνεσθαι τοῖς ὄγκους καὶ πόρους ὑποθεμένοις, ἢ ἄτομα καὶ κενὸν, ἢ ὅλως ἀπαθῆ καὶ ἀναλλοίωτα τὰ πρῶτα στοιχεῖα, μόνοις ἐγχωρεῖ λέγειν, ὥσπερ οὖν καὶ λέγουσι καὶ συνεχῶς αὐτοῖς χρῶνται τοῖς ὀνόμασι. καὶ δῆτα καὶ ὁ Θεσσαλὸς ἐν τῷ κανόνι ταύτας κατασκευάζων τὰς ἀρχὰς νεωτεροποιεῖ μέν τε κᾀκεῖ παρὰ τὰ Θεμίσωνί τε καὶ Ἀσκληπιάδῃ δοκοῦντα· διδάσκει δ’ οὖν ὅμως τὴν ἑαυτοῦ γνώμην οὐκ ἀσαφῶς. οὐ γὰρ ἁπλῶς ὡς Ἀσκληπιάδης ἐν συμμετρίᾳ μέν τινι πόρων τὸ ὑγιαίνειν ἡμᾶς ὑποθέμενος, ἐν ἀμετρίᾳ δὲ τὸ νοσεῖν, ἐπάνοδον εἶναι τὴν θεραπείαν εἰς τὴν ἀρχαίαν συμμετρίαν τῶν πόρων ὑπέλαβεν, οὕτω καὶ ὁ Θεσσαλὸς, ἀλλὰ τὸν τρόπον τῆς ποροποιΐας ὅλον ὑπαλλάττεσθαι νομίζει, κᾀκ ταύτης τῆς ὑπολήψεως ἥκει τὸ μετασυγκρίσεως ὄνομα, ταὐτὸν δηλοῦν δυνάμει τῷ τῆς μεταποροποιήσεως. οὐκ ἐχρῆν δ’ αὐτὸν ἐν οἷς ἀποχωρεῖν τῶν ἀδήλων κελεύει καὶ μόναις προσέχειν τὸν νοῦν ταῖς ἐναργῶς φαινομέναις κοινότησιν, ἐν τούτοις ἔτι δογματικοῖς χρῆσθαι τοῖς ὀνόμασιν. ἀλλὰ μὴ δογματικῶς ἄκουε λέγοντος αὐτοῦ, φασὶν, ἀλλ’ ἀφελῶς· εἰώθασι γὰρ οὕτως ἀντιλαμβάνεσθαί τινες τῶν ἀπ’ αὐτοῦ, πάλιν ἐφ’ ἕτερον ἡμᾶς ἄγοντες ὄνομα τὴν ἀφέλειαν, ἣν οὐδ’ αὐτὴν ἐγὼ γοῦν ἔχω νοῆσαι τί δηλοῖ. εἰ μὲν γὰρ ὡς αὐτοὶ καὶ τοῦτ’ ἐξηγοῦνται, πάλιν εἰς ἕτερον ὄνομα μεταλαμβάνοντες ληρωδέστερον τὸ βιωτικῶς, εἶτ’ αὖθις καὶ τοῦτ’ ἐξηγούμενοι φασὶ δηλοῦσθαι πρὸς αὐτοῦ τὸ τοῖς πολλοῖς τῶν ἀνθρώπων ὡσαύτως, ἴσον ἂν εἴη δήπου τὸ ἀφελῶς τῷ μὴ διηρθρωμένως μηδ’ ἀκριβῶς, ἀλλ’ ἀτέχνως τε καὶ χωρὶς ἐπιστήμης ἁπάσης· φθέγγονται μὲν γὰρ οἱ προπετέστεροι τῶν ἀνθρώπων ὀνόματα τεχνικὰ μετά τινων ὑπονοιῶν οὐδὲν ἐχουσῶν ἔρεισμα, τοῖς δ’ ἐρωτήσασιν ὅ τι ποτὲ δηλοῦσιν οὐκ ἔχουσιν ἀποκρίνασθαι σαφῶς. εἰ δὲ τοῦθ’ ὁμολογοῦσι καὶ οἱ Θεσσάλειοι πεπονθέναι, φθέγγεσθαι μέν τινα, μὴ γινώσκειν δ’ ἀκριβῶς ἃ λέγουσιν, αὐτὸ δήπου προσίενται τὸ πρὸς ἡμῶν αὐτοῖς ὀνειδιζόμενον. ἡ γοῦν μετασύγκρισις εἰ μὲν ἐπὶ τοῦ τὴν ποροποιίαν ἐναλλάττεσθαι λέγοιτο, νοῦν μὲν ἕξει τινὰ καὶ δηλώσει τι πρᾶγμα, ληρώδης δ’ ἔσται πολυειδῶς. οὔτε γὰρ ἐξ ὄγκων καὶ πόρων τὰ σώματα ἡμῶν συνέστηκεν οὔτ’ εἰ καὶ τοῦτ’ ἀληθὲς ἦν, ἔχει τις δεῖξαι πῶς ἐξαλλάττει τὸ νᾶπυ τὴν ποροποιίαν, οὔτ’ εἰ καὶ τοῦτ’ εἶχέ τις δεῖξαι, κατὰ τὴν ἀκολουθίαν ἦν τῆς αἱρέσεως αὐτῶν, ἀρκεῖσθαι φασκόντων ταῖς φαινομέναις κοινότησι. μὴ τοίνυν μηδὲ χρήσθωσαν τῷ ὀνόματι, μηδὲ πράγμαθ’ ἡμῖν παρεχέτωσαν· ἔνεστι γὰρ δήπου καὶ χωρὶς τοῦ χρήσασθαι τῷ τῆς μετασυγκρίσεως ὀνόματι τὴν θεραπείαν εἰπεῖν τῶν χρονιζόντων ἑλκῶν ἑτέροις ὀνόμασιν, ὥσπερ καὶ οἱ ἐμπειρικοὶ ποιοῦσιν. ὅτι δὲ καὶ ἡ τῆς ἀτονίας προσηγορία κατὰ τὸν αὐτὸν τρόπον αὐτοῖς φλυαρεῖται δέδεικται πρόσθεν ἐν τῷ δευτέρῳ λόγῳ. εἰ μὲν γὰρ ὡς ἐμπειρικοὶ προσφέρονται τοὔνομα, πλέον οὐδὲν δηλοῦσι τοῦ μὴ σώζεσθαι τὴν ἐνέργειαν· εἰ δέ τινας ὑποτίθενται δυνάμεις τὸ ζῶον διοικεῖν, οἵας ἡμεῖς τε λέγομεν ἅπαντές τε σχεδὸν οἱ παλαιοὶ, πρὸς τῷ τοῖς Ἀσκληπιάδου δόγμασιν ἐναντία τίθεσθαι καὶ τῶν ἀδήλων τε καὶ διαπεφωνημένων ἐφάψονται, καίτοι φεύγειν ταῦτα παρακελευόμενοι. τί λέγεις ὦ ἄνθρωπε; τὸ μετασυγκρίνειν ἀποσαφήνισον ἡμῖν. εἰ μὲν γὰρ τὸ τοὺς πόρους ὑπαλλάττειν, καὶ ψεύδῃ καὶ τῶν ἀδήλων ἐφάπτῃ· εἰ δ’ αὐτὸ τοῦτο τὸ ῥώννυσθαί τε καὶ ὑγιάζεσθαι τὸ μόριον τοῦ σώματος, ἢ τὸν ἄνθρωπον ὅλον, οὐδὲν ἂν πλέον ἐνταῦθα τῶν ἐμπειρικῶν ἀποφαίνῃ, πλὴν ὀνόματος. γιγνώσκουσι γὰρ δήπου κᾀκεῖνοι τῶνδέ τινων προσαγομένων τῶν βοηθημάτων ὑγιάζεσθαι τὸν ἄνθρωπον, ἀλλὰ τί ποιούντων αὐτῶν οὐκ ἴσασιν. οὔτε γὰρ εἰ τοὺς πόρους ὑπαλλάττουσιν αἱ δυνάμεις τῶν βοηθημάτων, οὔτ’ εἰ συμμετρίαν αὐτοῖς ἐκπορίζουσιν, οὔτ’ εἰ σύμπαν ἀλλοιοῦσι κατὰ ποιότητα τὸ θεραπευόμενον μόριον, ἔχει τις εἰπεῖν τῶν ἐμπειρικῶν. ἐκεῖνοι μὲν οὖν σωφρονοῦσιν, ἓν μόνον ἐπίστασθαι λέγοντες, ὡς τῷ τοιῷδε νοσήματι κατὰ τόνδε τὸν καιρὸν προσφερομένου τοῦ διὰ νάπυος φαρμάκου, πολλάκις ἐτήρησαν ὠφέλειαν ἀκολουθοῦσαν. οὐ μὴν μεθόδους γε φθέγγονται καὶ τὰς ὀφρῦς ἀνατείνουσι καὶ σεμνύνονται τῇ τοιαύτῃ γνώσει καὶ τοῖς παλαιοῖς λοιδοροῦνται καὶ τὸν Ἱπποκράτην τὸ μηδὲν ὑπειλήφασιν, ἀλλ’ αὐτὸν τοὐναντίον ἐπαινοῦσί τε καὶ σχεδὸν ἅπαντά φασιν ἀληθεύειν αὐτόν, ὁ δὲ καὶ τούτου καὶ τῶν ἄλλων ἰατρῶν ἁπάντων καταφρονήσας Θεσσαλὸς ἕλκους κοκοήθους ἐμπειρικὴν ἀναγράφων διδασκαλίαν οὐκ αἰσθάνεται· καίτοι γ’ εἰ καὶ τοῦτο δεόντως ἐποίησεν, ἦν ἄν, τι πλέον ἐξειργασμένος· ἀλλὰ γὰρ οὐδὲ τοῦτο ποιεῖν ἔοικεν, ὑπαλλάττων τὴν τάξιν τῶν βοηθημάτων καὶ πρότερον χρώμενος τῷ τοῦ πεπονθότος μέρους, πρὶν ἂν τὸ σύμπαν σῶμα παρασκευάσαι. τοῦτο γὰρ ὑπερβολὴν ἀμαθίας ἔχει· μόνον γοῦν σχεδόν τι τοῖς ἰατροῖς ἅπασιν ὡμολόγηται καίτοί γε τῶν πλείστων διαπεφωνημένων, τὸ πᾶν σῶμα κενὸν καὶ ἀπέριττον ἐργάζεσθαι, πρὶν ὁτιοῦν μόριον ἰσχυροῖς ὑποβάλλειν βοηθήμασιν. εἴτε γὰρ τῇ πείρᾳ κρίνειν ἐθέλει τις ἂν, εἶτε καὶ τῷ λογισμῷ, τρίτον γὰρ οὐδὲν ἕτερον κριτήριον οὔτε κατ’ ἄλλην τέχνην οὔτε καθ’ ὅλον τὸν βίον ἔχομεν, εὑρήσει μέγιστον κακὸν ὑπάρχον, ὅταν τοῦ παντὸς σώματος ἐπικουρίας δεομένου, πρὶν ἐκείνου προνοήσασθαι, τῷ πεπονθότι μορίῳ προσφέρει τις ὁτιοῦν δριμὺ καὶ θερμὸν φάρμακον· ἕλκει γὰρ ἐφ’ ἑαυτὸ δίκην σικύας ἐξ ὅλου τοῦ σώματος τὰ περιττώματα καὶ στηρίζει δυσλύτως κατὰ τὸ πεπονθὸς μέρος. ἄξιον οὖν ἐρέσθαι τοὺς Θεσσαλείους, πόθεν ἐπῆλθε τῷ Θεσσαλῷ τοιαῦτα φλυαρεῖν ὑπὲρ ἑλκῶν κακοηθῶν ἰάσεως· οὔτε γὰρ ἐμπειρικὸς οὐδεὶς τῶν πρόσθεν οὔτε λογικὸς ἀνὴρ οὕτως ἔγραψεν· ἀλλὰ μὴν οὐδ’ αὐτὸς ὁ Θεσσαλὸς, οὐδὲ τῶν ἀπ’ αὐτοῦ τις τολμήσειεν εἰπεῖν ἢ τῇ πείρᾳ συμφωνεῖν ἢ τῷ λογισμῷ τὴν τοιαύτην τάξιν τῶν βοηθημάτων. οὐ μὴν οὐδὲ δεῖξαι δύνανται, πῶς ὁ χρόνος, οὐχ ἡ διάθεσις ἐνδείκνυται· καὶ τὸ τούτου μεῖζόν ἐστι, πῶς αὐτὸς ὁ Θεσσαλὸς, ἀξιῶν σκέπτεσθαι τί τὸ ἐμποδίζον ἐστὶ τὴν συνούλωσιν τῶν ἑλκῶν, καὶ τοῦτ’ ἐκκόπτειν, οὐχὶ τελέως ἐστὶν ἀναίσθητος; ἅμα μὲν οὐκ εἰδὼς ὡς τοῦτ’ ἀρκεῖ μόνον, ἡ χρονιότης δὲ τῶν ἑλκῶν οὐδέν ἐστι πρὸς ἔπος, ἅμα δὲ ὡς οὐκ ἐφ’ ἑλκῶν μόνον, ἀλλὰ κᾀπὶ τῶν ἄλλων ἁπάντων νοσημάτων τοῦτο ποιητέον ἐστὶν, ὡς οἱ παλαιοὶ παραινοῦσιν. ἀλλὰ πρὸς ταῦτα μὲν ἡμῖν οὐδὲν ἀποκρίνονται· παρακοὰς δὲ ἑκάστοτε λέγοντες ὡς δῆθεν ἀκριβῶς μεμαθηκότες ἢ τὴν Ἱπποκράτους, ἢ τὴν ἄλλου τινὸς τῶν παλαιῶν γνώμην, ὀρθῶς φασι τὸν Θεσσαλὸν ἀποφῄνασθαι χρονίων ἑλκῶν εἶναί τινα κοινότητα μίαν. οὕτω γοῦν καὶ Ἱπποκράτην γινώσκειν ἐν τῷ περὶ ἑλκῶν ὧδέ πως γράψαντα· καὶ ἀπὸ τῶν πεπαλαιωμένων ἑλκέων ξυμφέρει αἷμα ποιέειν ἀποῤῥέειν πυκινὰ, ὅπως ἂν δοκέῃ καιρὸς εἶναι. τάχα οὖν ἄμεινον ἂν εἴη, καίτοι μὴ προῃρημένον με περὶ τῆς Ἱπποκράτους γνώμης ἐνταυθοῖ διέρχεσθαι, δηλῶσαί τι κᾂν διὰ κεφαλαίων ὑπὲρ αὐτῆς· εἴη δ’ ἂν οὐδὲν ἧττον καὶ τῆς τῶν παλαιῶν διανοίας ἐξήγησις ὅδε ὁ λόγος. ἐκεῖνοι γὰρ οἱ ἄνδρες, ἅτε μήπω δουλεύοντες αἱρέσει δογμάτων, ἀλλὰ καθαρᾷ καὶ ἁπλῇ τῇ διανοίᾳ σπουδάζοντες ἐξευρίσκειν τι χρηστὸν εἰς τὰς ἰάσεις, ἔμελλον δήπου τὰ μὲν ἐκ τῆς πείρας εὑρήσειν, τὰ δὲ ἐκ τοῦ λόγου· καὶ γράψειν γε τὰ εὑρημένα πολλαχόθι μὲν χωρὶς τοῦ προσθεῖναι τὸν τρόπον τῆς εὑρέσεως, ἐνίοτε δὲ καὶ σὺν τούτῳ· καὶ τοῦτό γε ποιήσειν αὐτὸ τῆς ὠφελείας ἕνεκα τῶν ἀναγινωσκόντων· εἰ μὲν γὰρ εἰς τὴν ἐπιδέξιον χρῆσιν τῶν εὑρημένων ἤλπιζόν τι συντελέσειν τοῖς ἔπειτα τὸν τρόπον τῆς εὑρέσεως γνωσθέντα, τηνικαῦτα μὲν ἀκριβῶς ἔγραφον· εἰ δὲ μὴ, περιττόν τε λέγειν ἡγοῦντο καὶ παρέλειπον. ὅτι γὰρ εἴ πέρ τι καὶ ἄλλο, καὶ ἡ βραχυλογία τοῖς παλαιοῖς ἐτετίμητο, πάντες ἤδη τοῦτο γινώσκουσι κᾂν ἐγὼ μὴ λέγω· καὶ διά γε ταύτην τὴν αἰτίαν οὐχ Ἱπποκράτης μόνον, ἀλλὰ καὶ οἱ ἄλλοι παλαιοὶ τὸ μέσον ὑπερβαίνοντες ἐνίοτε τῷ πρώτῳ τὸ τρίτον συνάπτουσιν. εἰ γὰρ σημεῖον μὲν εἴη τὸ πρῶτον τοῦ δευτέρου, τούτῳ δ’ ἐξ ἀνάγκης ἕποιτο τὸ τρίτον, οὕτως ἐπιφέρουσι τῷ πρώτῳ τὸ τρίτον ὑπερβαίνοντες τὸ δεύτερον. ἔδειξα δὲ πολλάκις τοιαῦτα τούς τ’ ἄλλους παλαιοὺς καὶ μάλιστα πάντων τὸν Ἱπποκράτην γράψαντα, καὶ χρὴ τὸν βουλόμενον ἐθάδα γενέσθαι παλαιᾶς ἐρμηνείας ἐν ἐκείνοις γυμνάσασθαι. νυνὶ δ’ αὐτὸ τὸ προβεβλημένον ἐξηγήσομαι μόνον.

Ὅσα γὰρ τῶν ἑλκῶν, ἁπάντων ὀρθῶς καὶ δεόντως γιγνομένων ὅμως οὐ θεραπεύεται, καλεῖται μὲν ὑπὸ τῶν ἰατρῶν κακοήθη, χρονίζει δὲ πάντως ὅταν τὴν ὡς ἑλκῶν μόνην αὐτοῖς τις ἐπάγει θεραπείαν. ἥτις δ’ ἐστὶ τῶν ἑλκῶν ὡς ἑλκῶν ἴασις ἐν τῷ πρὸ τούτου λόγῳ διώρισται. ταῦτα γοῦν τὰ ἕλκη καὶ κακοήθη καὶ πεπαλαιωμένα καὶ χρονίζοντα καλοῦσιν, ἀδιαφόρως χρώμενοι τοῖς ὀνόμασιν ἐπ’ αὐτῶν. καὶ δὴ καὶ πρὸς τὸ διαγνῶναι τὴν διάθεσιν, ὅτι κακοήθης, ἅμα τοῖς ἄλλοις γνωρίσμασι καὶ τὸ χρονίζειν αὐτὰ πάντων τῶν δεόντων γιγνομένων ἔχει τινὰ μοῖραν. οὐ μὴν τοῦτό γε αὐτὸ χρονίζειν ἢ χρόνια καλεῖσθαί τε καὶ εἶναι, τὴν προσήκουσαν ἐνδείκνυται θεραπείαν· ἀλλ’ ἐκ μὲν τούτου τὸ μοχθηρῶς διακεῖσθαι τὸ ἡλκωμένον μόριον ἔνεστι συλλογίσασθαι· τούτου δ’ εὑρεθέντος εὐπορῆσαι τῆς θεραπείας. πῶς καὶ τίνα τρόπον; εἰ μὲν μόνα τὰ περιέχοντα μόρια τὴν ἕλκωσιν οὕτως εἴη διακείμενα, ταῦτ’ ἐξιασάμενον· εἰ δὲ σύμπαν τὸ σῶμα κακοχυμίας τινὸς εὑρίσκοιτο μεστὸν, ἐκείνην ἐκκενώσαντα. σημεῖον μὲν οὖν τῆς κακοχυμίας. τὸ χρονίζειν. τὰ ἕλκη· τοῦ συμφέροντος δ’ ἡ εὕρεσις, οὐκ ἐκ τοῦ χρονίζειν, ἀλλ’ ἐκ τῆς κακοχυμίας. ὥστ’ εἶναι τρία ταῦτ’ ἐφεξῆς ἀλλήλων, τὸ σημεῖον, τὴν διάθεσιν, τὴν θεραπείαν· σημεῖον μὲν τὸ χρονίζειν· διάθεσιν δὲ τὴν κακοχυμίαν· θεραπείαν δὲ τὴν ταύτης κένωσίν. καὶ κατὰ τοῦτο πολλάκις τοὺς παλαιοὺς ὑπερβαίνοντας τὸ μέσον ἐπὶ τὸ τρίτον εὐθέως ἀπὸ τοῦ πρώτου παραγίνεσθαι, ὥσπερ καὶ Ἱπποκράτης ἐποίησεν εἰπών· καὶ ἀπὸ τῶν πεπαλαιωμένων ἑλκῶν ξυμφέρει αἷμα ποιέειν πυκινὰ, ὅπως ἂν δοκέῃ καιρὸς εἶναι· οὐ τῆς παλαιότητος δήπουθεν ἐνδειξαμένης τὴν θεραπείαν, ἀλλὰ τῆς μοχθηρίας τοῦ αἵματος. ἐπιφέρων γοῦν αὐτὸς ἐρεῖ· κωλύει γὰρ μάλιστα μὲν τὰ τοιαῦτα ἕλκεα ὑγιαίνεσθαι, ἔπειτα δὲ καὶ τἄλλα σύμπαντα αἵματος σηπεδὼν, καὶ ὅ τι ἐξ αἵματος μεταστάσιος γεγένηται. καὶ δὴ καὶ μετ’ ὀλίγον αὖθις ὑπὲρ τῶν μὴ συνιόντων εἰς οὐλὴν ἑλκῶν διεξιὼν, οὐδ’ ἢν, φησὶ, τὰ περιέχοντα τοῦ ἕλκεος μελανθῇ αἵματος σηπεδόνι, ἢ καὶ κιρσοῦ παρέχοντος τὴν ἐπιῤῥοὴν, οὐδὲ ταῦτα ἐθέλει συνιέναι, ἢν μὴ τὰ περιέχοντα τοῦ ἕλκεος ὑγιέα ποιήσῃς. εἶτα καὶ περὶ τῶν κιρσῶν τῆς ἰάσεως γράφει. καὶ πρὸς τούτοις ἔτι καθάρσεως μέμνηται τοῦ σύμπαντος σώματος ἐπί τε ἄλλοις τισὶ τρώμασι καὶ οἷς σφακελίσαι κίνδυνος, ἕρπησί τε καὶ πᾶσι τοῖς ἐσθιομένοισιν· οὕτω δ’ ὀνομάζειν εἴωθε τὰ ἀναβιβρωσκόμενα. καὶ μὲν δὴ κᾀν τοῖς ἐφεξῆς πάλιν ὧδέ πώς φησιν· ἐπὶ παντὶ ἕλκει, ἐρυσιπέλατος ἐπιγενομένου, κάθαρσιν ποιέεσθαι παντὸς τοῦ σώματος. καὶ ὅλως εἰ θελήσαις ἐπιμελῶς διελθεῖν τὸ περὶ τῶν ἑλκῶν βιβλίον, εὑρήσεις αὐτὸν ἀεὶ μὲν ἀπὸ τῶν διαθέσεων τὴν ἔνδειξιν λαμβάνοντα· προσχρώμενον δέ ποτε τῷ χρόνῳ πρὸς τὴν τῆς διαθέσεως διάγνωσιν. ὅτι δ’ οὕτω ταῦτ’ ἔχει μάθοις ἂν ἐκ πρώτης μὲν ἀρχῆς τοῦ συγγράμματος, ἐχούσης ὧδε· ἕλκεα ξύμπαντα οὐ χρὴ τέγγειν πλὴν οἴνῳ· ὅτι πολλάκις ἑτέρα διάθεσις ἐπιπλακεῖσα τῷ ἕλκει κωλύει τὴν ὡς ἕλκους προσφέρεσθαι θεραπείαν. καὶ τὴν αἰτίαν διδάσκων φησί τὸ γὰρ ξηρὸν τοῦ ὑγιέος ἐγγυτέρω ἐστὶ, τὸ δ’ ὑγρὸν τοῦ μὴ ὑγιέος. εἶθ’ ἑξῆς τὸ γὰρ ἕλκος ὑγρόν ἐστι· τὸ δὲ ὑγιὲς ξηρόν ἐστι. καὶ διὰ τοῦτο καθ’ ὅλον τὸ σύγγραμμα τῆς θεραπείας τῶν ἑλκῶν ἁπάσης σκοπὸν ποιησάμενος τὸ ξηραίνειν, οὕτως ἤδη τὰ κατὰ μέρος ἐξευρίσκει, σὺν τῷ καὶ πολλάκις ἀναμιμνήσκειν ἡμᾶς τοῦ σκοποῦ. ἔν τε γὰρ τῷ γράψαι, τῶν δὲ ἑλκέων ὅ τι μὲν ἂν ὀξεῖ βέλει ἢ διατμηθῇ, ἢ διακοπῇ, ἐνδέχεται καὶ ἔναιμον φάρμακον τὸ κωλῦον διαπύειν καὶ ἀναξηραῖνον· γίνεται γὰρ ἀποῤῥέοντος τοῦ αἵματος ξηρότερον. καὶ πάλιν· ὁκοῖα δ’ ἂν καθαρθέντα καλῶς καὶ ἐς τὸ δέον ἀεὶ ἐπὶ τὸ ξηρότερον θεραπεύεται, πλὴν εἰ θλασθῇ. καὶ πάλιν, ὅ τι δ’ ἂν μὴ δύνηται προσθεῖναι, ἡ σὰρξ ὑγρὴ ἐοῦσα αἰτίη ἐστίν· ἐν τοῖς τοιούτοις ἅπασιν ἀναμιμνήσκει τοῦ πρώτου σκοποῦ τῶν ἑλκῶν τῆς ἰάσεως. ἕλκους γὰρ ᾗ ἕλκος ἐστὶν ἴαμα τὸ ξηραίνεσθαι μετρίως· εἴρηται δ’ ἡ ἀπόδειξις ἐν τῷ πρὸ τούτου βιβλίῳ. τοῦ μέντοι μεθ’ ἑτέρας διαθέσεως ἧς πρώτης χρὴ ποιήσασθαι τὴν ἐπιμέλειαν, οὐκ ἔθ’ ὡς ἕλκους ἐστὶν ἡ θεραπεία μόνου, ἀλλὰ πρώτη μὲν ἐκείνης τῆς διαθέσεως, ἐφεξῆς δὲ τοῦ ἕλκους· εἴτε γὰρ φλεγμονή τις, εἴτε μελανότης, εἴτ’ ἐκχύμωσις, εἴτ’ ἐρυσίπελας, εἴτ’ οἴδημα περὶ τὴν ἡλκωμένην συσταίη σάρκα, πρώτης ἐκείνης χρὴ ποιεῖσθαι τὴν θεραπείαν. ἀλλ’ ὅτι γε τὸ ἕλκος ἐν τούτῳ τῷ χρόνῳ μὴ ὅτι θεραπεύεται προσηκόντως, ἀλλὰ καὶ πολὺ μεῖζον ἑαυτοῦ γίνεται, παντί που δῆλον· εἴτε γὰρ θλασθείη τὰ πέριξ χωρία τοῦ ἕλκους, εἴτε φλεγμονή τις, εἴτ’ ὄγκος ἕτερος ἐν αὐτοῖς συσταίη, τὴν οἰκείαν ἐκείνης τῆς διαθέσεως ἴασιν ἐξευρήσομεν, εὖ εἰδότες ὡς οὐχ οἷόν τ’ ἐστὶν ἰαθῆναι τὸ ἕλκος πρὶν ὑγιᾶναι τὸ χωρίον ἐν ᾧ συνέστη. διὰ τοῦτ’ οὖν καὶ αὐτὸς ὁ Ἱπποκράτης ἀναμιμνήσκων ἡμᾶς ὧν εὐθὺς ἐν ἀρχῇ τοῦ συγγράμματος ἀπεφήνατο, τά τ’ ἄλλα τὰ μικρῷ πρόσθεν εἰρημένα προσέγραψε καὶ μέντοι καὶ τάδε· τῶν δ’ ἑλκέων ὅ τι μὲν ἂν ὀξεῖ βέλει ἢ διατμηθῇ, ἢ διακοπῇ, ἐνδέχεται καὶ ἔναιμον φάρμακον τὸ κωλῦον διαπύειν καὶ ἀναξηραῖνον. εἴ τις δ’ ὑπὸ τοῦ βέλους ἐθλάσθη τε καὶ διεκόπη σὰρξ, ταύτην ἰατρεύειν, ὅπως διάπυος ὡς τάχιστα γένηται· ἧττόν τε γὰρ φλεγμαίνει καὶ ἀνάγκη τὰς σάρκας τὰς θλασθείσας καὶ κοπείσας καὶ σαπείσας καὶ πῦον γεννωμένας ἐκτακῆναι, ἔπειτα βλαστάνειν νέας σάρκας. δηλοῖ γὰρ ἐν τούτῳ τῷ λόγῳ σαφῶς ὡς μόνας ἐκείνας τῶν ἐν τοῖς ἡλκωμένοις μέρεσι γινομένων διαθέσεων οὐ χρὴ ξηραίνειν ἐφ’ ὧν ὅ τι τάχιστα γεννῆσαι βουλόμεθα πῦον, εὐθὺς συνεμφαίνων ὅτι μετὰ σήψεώς τινος γεννᾶται τὸ πῦον. ἅπαντα δὲ τὰ σηπόμενα θερμῷ καὶ ὑγρῷ τοῦτο πάσχει. καὶ τοίνυν καὶ τὰ διὰ τῆς ὠμηλύσεως καταπλάσματα θερμαίνοντά τε καὶ ὑγραίνοντα προσφέρομεν ἐπὶ πασῶν τῶν ἐκπυῆσαι δεομένων διαθέσεων. ὠμήλυσις γὰρ δι’ ὑδρελαίου καὶ ἄρτος δι’ ὑδρελαίου καὶ καταιόνησις δι’ ὕδατος θερμοῦ πολλοῦ καὶ ἡ τετραφάρμακος δύναμις, ἅπαντά τε τὰ θερμαίνοντα καὶ ὑγραίνοντα διαπύϊσκει τάχιστα. διὰ τοῦτο καὶ τοῖς φλεγμαίνουσι μορίοις, ἐπειδὰν ἤδη σφύζῃ σφοδρότερον, ὡς ἀπελπισθῆναι τὴν χωρὶς διαπυήσεως ἴασιν, ἐπ’ αὐτῶν ἅπαντες οἱ παλαιοὶ τὰ τοιαῦτα προσφέρουσι φάρμακα, πρότερον δ’ οὔ. καὶ τοῦτο καὶ αὐτὸς ὁ Ἱπποκράτης ἐναργῶς ἡμᾶς διδάσκει κατά τε τὴν προγεγραμμένην ῥῆσιν, ἐν ᾗ κελεύει τὰ μὲν χωρὶς τοῦ; τεθλάσθαι τετρωμένα μόρια ξηραίνειν ὡς μάλιστα, τὰ δ’ ἅμα θλάσει τινὶ γεγενημένα διαπυΐσκειν ὡς τάχιστα. καὶ μέντοι κᾀπειδὰν εἴπῃ, τὰ δὲ ἕλκεα ὅσα μὴ καλῶς καθαρθέντα ἐς τὸ δέον, ἀεὶ πρότερον ἄρξεται βλαστάνειν, ταῦτα ὑπερσαρκέει μάλιστα· ὁκοῖα δ’ ἂν καθαρθέντα καλῶς καὶ ἐς τὸ δέον ἀεὶ, ἐπὶ τὸ ξηρότερον θεραπεύεται, πλὴν εἰ θλασθῇ, ταῦτα οὐχ ὑπερσαρκέει ὡς ἐπιπολύ. καὶ γὰρ καὶ ἐνταῦθα τὸ πλὴν εἰ θλασθῇ προσκείμενον, ἀναμιμνήσκει τοῦ κατὰ τὴν προγεγραμμένην λέξιν εἰρημένου, τοῦ χρῆναι πάντα ξηραίνεσθαι πλὴν τῶν θλασθέντων. οὐδὲ γὰρ ὁπότε τὰ φλεγμαίνοντα καταπλάσσεται θερμαίνοντι καὶ ὑγραίνοντι καταπλάσματι, κατὰ πρῶτον λόγον γίνεται τοῦτο· τοῦτ’ ἔστιν οὐχ ὡς ἴαμα τῆς διαθέσεως, ἀλλ’ ὡς παρηγορία τοῦ συμπτώματος· ἐπεί τοι τὰ τῶν φλεγμονῶν αὐτῶν ἰάματα τῆς ξηροτέρας ἐστὶ δυνάμεως. ἄκουσον γοῦν λέγοντος τοῦ Ἱπποκράτους, καταπλάσματα οἰδημάτων καὶ φλεγμασίης τῆς ἐν τοῖς περιέχουσιν, εἰ ἑφθῇ φλόμος, καὶ τῆς τριφύλλου τὰ φύλλα ὠμὰ καὶ τοῦ ἐπιπέτρου τὰ φύλλα ἑφθὰ καὶ τὸ πόλιον ἅπαντα γὰρ ταῦτα ξηραίνειν πέφυκε, καθότι κᾀν τοῖς περὶ φαρμάκων ὑπομνήμασιν ἐλέγετο. καὶ ἡ σύντομος θεραπεία τῶν φλεγμαινόντων μορίων, διὰ τῶν τοιούτων ἐπιτελεῖται φαρμάκων, ἃ ἤτοι τελέως ἐξιᾶται τὴν διάθεσιν· ἢ εἰ καὶ καταλείπει τι βραχὺ διαπυΐσκον, ἑτέρου χρῄζει φαρμάκου δριμέος ἐκκενοῦν δυναμένου τὸ πῦον· ἢ εἴπερ λεπτὸν εἴη τὸ περιέχον δέρμα καὶ θᾶττον ἀπαλλάξαι τὸν κάμνοντα βουλόμεθα, τομῆς ἐστι χρεία. ἡ δὲ διὰ τῆς ὠμηλύσεως ἀγωγὴ τῶν φλεγμαινόντων ἐκ τοῦ παρηγορικοῦ τρόπου τῆς τέχνης ἐστίν, οὐ τοῦ θεραπευτικοῦ τε καὶ ἀγωνιστικοῦ· ἀλλὰ περὶ μὲν τῆς τῶν τοιούτων διαφορᾶς ἐν τοῖς ἑξῆς πλέον ἐροῦμεν. ὅτι δὲ τὰ ἕλκη πάντα ξηραίνειν ὁ Ἱπποκράτης κελεύει καὶ ὅτι τὸν σκοπὸν εἶναι τῆς ἰάσεως ἀπεφήνατο τῆς διαθέσεως ἐνδειξαμένης, οὐ τοῦ χρόνου, σαφῶς ἤδη μοι δεδεῖχθαι νομίζω. εἰ δέ τις. ἐπὶ μᾶλλον πεισθῆναι βούλεται, τῷ περὶ τῶν ἑλκῶν βιβλίῳ τἀνδρὸς ἐπιπλέον ὁμιλησάτω πάντα, γνώσεται γὰρ ἐναργῶς αὐτό τε τοῦτο τὸ μίαν εἶναι πάντων ἑλκῶν ἴασιν καθόλου. τὴν ὑφ’ ἡμῶν ἐν τῷ πρὸ τούτου λόγῳ δεδειγμένην, ἔτι τε, πρὸς τούτῳ κᾀκεῖνο μαθήσεται, τὸ μηδεμίαν ὑπάρχειν ἔνδειξιν ἀπὸ τοῦ χρόνου μήτ’ ἐπὶ τῶν ἑλκῶν μήτ’ ἐπὶ τῶν φλεγμονῶν μήθ’ ἁπλῶς ἐπ’ ἄλλης ἡστινοσοῦν διαθέσεως. ἐπεὶ δὲ κατὰ τοῦτο τοῦ λόγου γεγόναμεν, ἐπιδεῖξαι δίκαιον. ὡς οὐ μόνον ὧν ἄρτι διεληλύθαμεν εὑρετὴς ὁ Ἱπποκράτης ἐστὶν, ἀλλὰ καὶ τῶν ἄλλων ἁπάντων ὅσα χρὴ γινώσκειν τὸν μέλλοντα καλῶς ἕλκος ἰάσασθαι. φαίνεται γὰρ οὐ μόνον τῶν ἄνευ τινὸς ἑτέρας διαθέσεως ἑλκῶν ἐξευρὼν τὴν ἴασιν, ὡς ἐν τῷ ξηραίνειν ἐστὶν, ἀλλὰ καὶ τῶν διαθέσεων ἁπασῶν, ἑκάστης ἰδίᾳ κατ’ εἶδος. ἤτοι γὰρ οὐκέτ’ ἐπιῤῥεῖ τῷ δεδεγμένῳ τὴν ἕλκωσιν μορίῳ μοχθηρὸς χυμὸς, ἢ ἐπιῤῥεῖ· μηκέτι μὲν οὖν ἐπιῤῥέοντος, αὐτὸ μόνον ἰᾶσθαι χρὴ τὸ πεπονθός· εἰ μὲν ἤτοι πελιδνὸν, ἢ μέλαν, ἢ ἐρυθρὸν εἴη, σχάζοντάς τε καὶ τοῦ αἵματος ἀφαιροῦντας· εἶθ’ οὕτως παραχρῆμα μὲν ἐπιθέντας, ὡς αὐτὸς ἔλεγε, σπόγγον ξηρότερον μᾶλλον ἢ ὑγρότερον· οὐ γὰρ ἀγνοήσειν οἶμαί τινα τὸ ἢ μόριον ἀποφάσεως ἔχον ἐνταῦθα δύναμιν, ὡς εἰ καὶ οὕτως εἶπε, ξηρότερον, οὐχ ὑγρότερον· ἔπειτα δὲ τοῖς ξηραίνουσι φαρμάκοις χρωμένους, εἶτ’ εἰ πάλιν δεήσειεν, αὖθις αἵματος ἀφαιροῦντας· εἶτ’ αὖθις τὰ τοιαῦτα ποιοῦντας ἄχρις ἂν ἐξυγιασθῇ τελέως· εἰ δὲ τὰ χείλη σκληρὰ καὶ τυλώδη φαίνοιντο, περιτέμνοντας αὐτά. καὶ γὰρ δὴ καὶ περὶ τούτων φησί· τῶν δ’ ἑλκέων τὰ κυκλοτερῆ ἢν ὑπόκοιλα ᾖ, ἐν κύκλῳ περιτέμνειν χρὴ τὰ ἀφεστῶτα, ἢ πάντα, ἢ τὰ ἡμίσεα τοῦ κύκλου, κατὰ μῆκος τοῦ ἀνθρώπου. γέγραφε δὲ καὶ περὶ τῶν ἅμα τοῖς ἕλκεσιν ὄγκων ἁπάντων, ὡς χρὴ θεραπεύειν, ἕκαστον· ὡσαύτως δὲ καὶ περὶ τῶν κιρσῶν· ὅταν καὶ διὰ τούτους ἕλκη δυσίατα γίγνηται, δῆλον ὡς ἐπιῤῥέοντός τινος ἐξ αὐτῶν τοῖς ἡλκωμένοις μορίοις. οὕτως δὲ κᾀπειδὰν ἐξ ὅλου τοῦ σώματος ἡ ἐπιῤῥοὴ γίγνηται, καθαίρειν κελεύει τὸ πᾶν ἐν οὐδενὶ τούτων ἀπὸ τοῦ χρόνου τὴν ἔνδειξιν. λαμβάνων; ἐπεί τοι καὶ γελοῖον ἀπὸ μιᾶς κοινότητος ἐνδείξεις οὕτω πολλὰς καὶ διαφερούσας καὶ πολλάκις ἐναντίας γίγνεσθαι. εἰ γὰρ καὶ συγχωρήσαιμεν ἔνδειξίν τινα περὶ τοῦ χρόνου λαμβάνεσθαι, τίς ποτέ ἐστιν αὐτὴ δίκαιον εἰπεῖν, αὐτὴν ἑνὶ κεφαλαίῳ περιλαβόντα, καθάπερ ἐπὶ τῶν ἄλλων ἁπάντων ποιοῦμεν οὐχ ἡμεῖς μόνον, ἀλλὰ καὶ αὐτὸς ὁ Θεσσαλός. ἓν γοῦν ἐνδείκνυται καθόλου τὸ στεγνὸν πάθος αὐτῷ τὸ χαλᾷν ὥσπερ γε καὶ τὸ ῥοῶδες ἓν ἕτερον τὸ στέλλειν. ἀλλὰ καὶ κατ’ αὐτὰ τὰ ἕλκη τὸ μὲν ῥυπαρὸν καθαίρεσθαι δεῖται, τὸ δὲ κοῖλον πληροῦσθαι· καὶ τὸ μὲν ὁμαλὲς ἐπουλοῦσθαι, τὸ δὲ ὑπερσαρκοῦν καθαιρεῖσθαι, καὶ κατ’ αὐτὸν ἐκεῖνον· λεξάτω τοίνυν ἡμῖν οὕτω κᾀπὶ τοῦ κεχρονισμένου τι τοιοῦτον ἕτερον ἓν, ὡς ἐπ’ ἐκείνων ἑκάστου· ἀλλ’ οὐκ ἔχει· καὶ γὰρ καὶ περιτέμνειν αὐτά φησι χρῆναι. καίτοι τίς ἂν ἔνδειξις αὕτη νοῦν ἔχουσα περὶ τοῦ χρόνου γίγνοιτο; καὶ τῷ διὰ τοῦ νάπυος χρῆσθαι φαρμάκῳ, καθ’ οὗ τὸ κενὸν ὄνομα φθέγγεται, τὴν μετασύγκρισιν· ἔτι τε πρὸς τούτοις, τοῖς ἀπὸ ῥαφανίδων ἐμέτοις· καὶ τελευτῶν ἐπειδὰν μηκέθ’ εὑρίσκῃ μηδὲν, ἐλλεβόρῳ; ἀλλὰ ταῦτα μὲν, ὡς ἔφην, κᾀν τοῖς ἑξῆς ἐπὶ πλέον εἰρήσεται, δεικνύντων ἡμῶν ὡς οὐδὲν ἐπ’ οὐδενὸς νοσήματος ὁ χρόνος ἐνδείκνυται, σημεῖον μέντοι πολλάκις γίγνεται τῆς διαθέσεως.

Ἐπάνειμι δὲ πάλιν ἐπὶ τὸν Ἱπποκράτην· θαυμάζω γὰρ τῆς ἀκριβείας τὸν ἄνδρα κᾀν τοῖς ἄλλοις ἅπασιν, οὐχ ἥκιστα δὲ κᾀν τῷ μὴ παραλιπεῖν εἰς ἔνδειξιν διαφέροντα σκοπὸν οὐκ ἐφ’ ἑνὸς μόνον ἢ δυοῖν, ἀλλ’ ἐπὶ πάντων ἁπλῶς τῶν νοσημάτων. ἔστι δ’ οὗτος ὁ ἀπὸ τῆς ἰσχύος τῆς διαθέσεως λαμβανόμενος· οὐ μόνον οἱ μεθοδικοὶ παρεῖδον, οὐδὲν γὰρ τοῦτό γε θαυμαστὸν, ἀλλὰ καὶ τῶν λογικῶν οἱ πλεῖστοι· καὶ καθ’ ἕτερον τρόπον ἅπαντες οἱ ἐμπειρικοί. ἐπειδὰν γὰρ ἐπὶ τῇ πληθωρικῇ καλουμένῃ συνδρομῇ κένωσιν ἑαυτοῖς τετηρῆσθαι λέγωσιν, ἄντικρυς ὁμολογοῦσιν, ὡς εἰς οὐδὲν ἄλλο τῶν περὶ τὸν κάμνοντα γιγνομένων ἀποβλέποντες, ἐπὶ τὸ κενοῦν παραγίγνονται. καὶ οὐ τοῦτό φημι διότι καὶ αἱ καθάρσεις κενώσεις εἰσὶν, οὐδ’ αὗται πρὸς τῆς πληθωρικῆς διδασκόμεναι συνδρομῆς, ἀλλ’ ὅτι καὶ τὴν φλεβοτομίαν αὐτὴν ἐνίοτε, καίτοι μὴ παρούσης τῆς πληθωρικῆς συνδρομῆς, δίκαιόν ἐστι παραλαμβάνειν. εἰ γὰρ ἰσχυρὸν εἴη τὸ νόσημα καὶ ῥώμη δυνάμεως, οὐκ ἔστιν ὅστις οὐκ ἂν φλεβοτομήσειε τῶν ὡμιληκότων τοῖς ἔργοις τῆς τέχνης. αὐτοὺς γοῦν ὁρῶμεν τοὺς ἐμπειρικοὺς, ἐπειδὰν ἐκ καταπτώσεώς τινος ἢ ἄλλης πληγῆς θλασθῇ μέρη τινὰ τοῦ σώματος ἰσχυρῶς, ἐπὶ τὴν φλεβοτομίαν ἐρχομένους· καίτοι μικρὸν ἔμπροσθεν ὑγιαίνεν ἐκεῖνος, μηδεμίαν ἔχων πληθωρικὴν συνδρομήν. ᾧ δῆλον ὡς οὐχ οὗτός ἐστιν ὁ σκοπὸς τῆς φλεβοτομίας, ἀλλ’ ἥ-τε τοῦ νοσήματος ἰσχὺς καὶ ἡ ῥώμη τῆς. δυνάμεως, ἀφωρισμένων τοῦ λόγου τῶν παιδίων. καὶ γὰρ αὖ καὶ καθ’ ἕτερον τρόπον, εἴ τις ὑγιαίνων ἔτι καὶ μηδὲν μηδέπω βεβλαμμένος ἐν τῇ πληθωρικῇ γένοιτο συνδρομῇ, τοῦτον οὐκ ἀνάγκη φλεβοτομεῖν· ἀλλ’ ἀρκεῖ τῷ μὲν ἀσιτία, τῷ δὲ ὀλιγοσιτία, τῷ δ’ ὑπαγωγὴ γαστρὸς, ἢ κάθαρσις, ἢ πλείω λουτρά· τῷ δέ τινι καὶ γυμνάσιον ἤρκεσε μόνον ἢ τρίψις πολλή· φλεβοτομία δ’ οὐκ ἐξ ἀνάγκης, οὐδ’ ὑπ’ αὐτῶν τῶν ἐμπειρικῶν τοῖς οὕτως ἔχουσι προσάγεται. κατὰ δὲ τὸν αὐτὸν τρόπον οὐδὲ ἡ κάθαρσις ἐπὶ μόνῳ πλήθει χυμῶν μοχθηρῶν δεόντως παραλαμβάνεται· ἀλλ’ ὥσπερ ἡ φλεβοτομία διά τε πλῆθος αἵματος καὶ ἰσχυρὰν νόσον, οὕτω καὶ ἡ κάθαρσις διά τε πλῆθος ἑτέρου τινὸς χυμοῦ καὶ ἰσχὺν νοσήματος. περὶ μὲν τῆς φλεβοτομίας ἐν ἑτέρῳ τέ μοι διῄρηται λόγῳ κᾀν τοῖς ἑξῆς εἰρήσεται· περὶ δὲ τῆς καθάρσεως ἐν τῷδε τῷ λόγῳ δίειμι· χρῄζουσι γὰρ αὐτῆς οἱ κάμνοντες οὐχ ὡς τὸ λυποῦν περίττωμά καθαιρούσης μόνον, ἀλλὰ καὶ ὡς ἀντισπώσης τε καὶ κενούσης καὶ διὰ τοῦθ’ Ἱπποκράτης ἔν τε τοῖς ἄλλοις ἅπασι συγγράμμασι κᾀν τῷ περὶ τῶν ἑλκῶν ἐπισκοπεῖται καὶ τὴν ἰσχὺν τοῦ νοσήματος εἰς ἔνδειξιν καθάρσεως. ὑποκάθαρσις γὰρ, φησὶ, τῆς κάτω κοιλίης ξυμφέρει τοῖς πλείστοισι τῶν ἑλκέων καὶ ἐν τρώμασιν ἐν κεφαλῇ ἐοῦσι καὶ ἐν κοιλίῃ καὶ ἐν ἄρθροισι καὶ ὅσα σφακελίσαι κίνδυνος καὶ ὅσα ῥάπτεται καὶ τοῖς ἐσθιομένοισι καὶ ἕρπησι καὶ τοῖσιν ἄλλοισι τοῖσι πεπαλαιωμένοισι τὰ ἕλκεα καὶ ὁκοῖα δ’ ἂν μέλλῃ τις. ἐπιδέειν, ὑποκαθαίρειν τὴν κάτω κοιλίην. ἐν τούτῳ τῷ λόγῳ σαφῶς ἡμᾶς ἐδίδαξεν ὅτι τοῖς ἕλκεσιν ἅπασι καὶ τοῖς τρώμασιν, ὅταν ἰσχυρὰ γένηται κάθαρσις, συμφέρει. τριχῶς γὰρ οὐ μόνον τούτων, ἀλλὰ καὶ τῶν ἄλλων παθῶν ἁπάντων ἰσχυρῶν γιγνομένων, ἢ διὰ τὸ κύριον τοῦ πεπονθότος μέρους, ἢ διὰ τὸ μέγεθος τῆς διαθέσεως, ἢ διὰ τὴν κακοήθειαν, ἑκάστου τούτων ἰδία φαίνεται μεμνημένος, ὁ Ἱπποκράτης ἐπὶ μὲν τῶν ἐν τῇ κεφαλῇ καὶ κοιλίᾳ τρωμάτων τὸ κύριον ἐμφαίνων τοῦ τετρωμένου μορίου. κοιλίαν δ’ ὅτι μὴ τὴν κάτω μόνην ἀκούειν νῦν χρὴ, ἀλλὰ καὶ τὴν ἄνω, πρόδηλον οἶμαι παντί διαιρουμένου γὰρ τοῦ μεταξὺ τραχήλου καὶ σκελῶν κύτους εἰς δύο μεγίστας κοιλότητας, ἡ πρώτη μὲν ὑπὸ τοῦ θώρακος, ἡ δευτέρα δ’ ὑπὸ τοῦ περιτοναίου περιέχεται. καὶ δὴ τῶν τρωμάτων ὅ τι ἂν εἴη εἴσω τοῦ θώρακος, ἢ εἴσω τοῦ περιτοναίου διασχῇ, κίνδυνον οὐ σμικρὸν ἐπιφέρει, καὶ μάλισθ’ ὅταν συντρώσῃ τι τῶν ἔνδον· ἀλλὰ καὶ ὅτι ταχέως κακοήθη γίνεται πάντα τὰ ἐν τοῖς ἄρθροις τρώματα, καὶ τοῦτο σχεδὸν ἅπαντες ἴσασιν, ἐκ μὲν τῆς πείρας μόνης μεμαθηκότες οἱ ταύτῃ μόνῃ προσέχοντες τὸν νοῦν, ἐκ δὲ τῆς φύσεως αὐτῶν τῶν τετρωμένων ὀργάνων οἷς ἐσπουδάσθη φύσεως σώματος ἐπιστήμην ἔχειν. ὅπου γὰρ τένοντες καὶ νεῦρα καὶ ἄσαρκα καὶ ὀστώδη χωρία. κίνδυνος ἐνταῦθα καὶ ὀδυνηθῆναι καὶ ἀγρυπνῆσαι καὶ σπασθῆναι καὶ παραφρονῆσαι· ταῦτά τε οὖν τὰ τρώματα καὶ πρὸς τούτοις ὅσα ῥάπτεται, τουτέστιν ὅσα οὕτως ἐστὶ μεγάλα ὡς ῥαφῆς χρῄζειν, ἢ εἰ μὴ ταύτης, ἀλλ’ ἐπιδέσεως γοῦν, ὑποκαθαίρεσθαί δεῖται. λέλεκται δ’ ἐν τῷ πρόσθεν λόγῳ διότι χρὴ τὰ μεγάλα τῶν ἑλκῶν ἢ ῥαφαῖς, ἢ ἐπιδέσεσι συνάγεσθαι. καὶ μὲν δὴ καὶ ὅσα σφακελίσαι κίνδυνος, ἐν μεγέθει δηλονότι φλεγμονῆς ἐστι. καὶ τοίνυν καὶ τὰ ἐσθιόμενα, τουτέστι τὰ ἀναβιβρωσκόμενα, κακοήθη τε ἅμα καὶ κακοχυμίας ἐστὶν ἔκγονα. καὶ οἳ ἕρπητες δ’ ἐπὶ χολώδει περιττώματι συνίστανται· καὶ τὰ ἄλλᾳ σύμπαντα τὰ παλαιούμενα κατά τινα τοιαύτην γίνεται πρόφασιν· ὥστ’ εὐλόγως ἐπὶ πάντων τούτων ὑποκαθαίρειν συμβουλεύει. καὶ μὲν δὴ καὶ προελθὼν ἔτι τάδε φησίν· ἐπὶ παντὶ ἕλκει ἐρυσιπέλατος ἐπιγενομένου κάθαρσιν ποιέεσθαι τοῦ σώματος ἐφ’ ὁπότερα ξυμφέρει τῷ ἕλκει, εἴτε ἄνω εἴτε κάτω· τούτου δ’ αὐτοῦ πάλιν ἡμᾶς τὸν διορισμὸν ἐν τῷ περὶ χυμῶν ἐδίδαξεν, ἀντισπᾷν μὲν κελεύων εἰς τἀναντία, παροχετεύειν δ’ εἰς τὰ πλάγια· καὶ μὲν δὴ καὶ ὡς ἐπειδὰν μάλιστα ῥέπῃ, τότε ἀντισπαστέον· εἴρηται καὶ περὶ τούτου κατ’ ἐκεῖνο τὸ βιβλίον. ὥστε καὶ νῦν; εἰ μὲν ἔτι φέροιτο σφοδρῶς τὸ ῥεῦμα; διὰ τῶν ἐναντίων ἀντισπάσομεν· ἄνω μὲν γενομένου τοῦ ἕλκους κάτω καθαίροντες, εἰ δ’ ἐν τοῖς κάτω μέρεσι συσταίη, τὴν ἄνω κοιλίαν κενοῦντες· ἤδη δὲ καὶ πεπαυμένου καὶ κατὰ τὸ μόριον ἐστηριγμένου παροχετεύειν ἄμεινον· ἐγγυτέρω γὰρ ἡ μετάληψις καὶ ἡ ὁρμὴ-καὶ ἡ ὁλκὴ τῷ καθαίροντι φαρμάκῳ ῥᾴων ἐκ τοῦ πλησίον. ὅτι δ’ ὁ λόγος οὗτος ἤδη καὶ ἄλλου τινὸς ἅπτεται τῶν τῆς τέχνης μερῶν, τοῦ περὶ τὴν τῶν χυμῶν ἴασιν, οὐκ οἶμαί τινα λανθάνειν· ὅθεν κᾀν τοῖς ἑξῆς αὐτὸν ἀναγκαῖον ἔσται πάλιν ἐπαναλαβεῖν καὶ τελειῶσαι σύμπαντα. νυνὶ δ’ ὅτι τὴν ἰσχὺν τοῦ νοσήματος, ἣν εἰ καὶ μέγεθός τις ὀνομάζειν ἐθέλει, σκοπόν ἐστι ποιητέον ἡμῖν ἁφαιρέσεως αἵματος, ἢ καθάρσεως, καὶ ὡς Ἱπποκράτης ἀπάντων πρῶτος ὧν ἴσμεν ἐξεῦρε τοῦτον τὸν σκοπὸν ἐπιδεῖξαι βούλομαι. περὶ μὲν οὖν τῶν ἄλλων νοσημάτων ἐν τοῖς ἑξῆς λόγοις ἐπιδείξω, περὶ δὲ τῶν ἑλκῶν ἐν τῷδε. τὰ μὲν οὖν τῶν καθάρσεων ἤδη μοι λέλεκται. τριχῶς γὰρ ἑκάστου νοσήματος ἰσχυροῦ γενομένου, διὰ τὸ κύριον τοῦ πεπονθότος μορίου, διὰ τὸ μέγεθος τῆς διαθέσεως καὶ τρίτην τὴν κακοήθειαν αὐτοῦ, ἁπάντων τούτων ἐμνημόνευσεν Ἱπποκράτης ἐν τῷ τῆς καθάρσεως λόγῳ. τί δὴ οὖν, ἴσως φησί τις, οὐχὶ καὶ φλεβοτομεῖν ἐνίοτε συμβουλεύει διὰ τὰς αὐτὰς προφάσεις; ἐμοὶ γοῦν δοκεῖ καὶ τοῦτο κελεύειν, ἀλλὰ διὰ ταχέων τε καὶ μετ’ ἀποδείξεως, ὡς αὐτῷ τε τούτῳ καὶ τοῖς ἄλλοις παλαιοῖς ἦν ἔθος. εἴσῃ δὲ πρῶτον μὲν ἀναγνοὺς τήνδε τὴν ῥῆσιν αὐτοῦ ἕλκει νεοτρώτῳ παντὶ, πλὴν ἐν κοιλίῃ, συμφέρει ἐκ τοῦ τρώματος αἷμα ῥυῆναι αὐτίκα πλέον ἢ ἔλασσον· φλεγμαίνει γὰρ ἧσσον αὐτὸ τὸ ἕλκος καὶ τὰ περιέχοντα. μετὰ δὲ ταύτην ἐν τῷ περὶ ἑλκῶν γεγραμμένην ἀναμνησθεὶς ὧν ἐν τοῖς ἄλλοις ἅπασι συγγράμμασι πολλάκις ὑπέθετο, μιμητὴν ἀξιῶν εἶναι τὸν ἰατρὸν οὐ τῆς φύσεως μόνον, ἀλλὰ κᾀκείνων ὅσα αὐτόματα ὠφελεῖ, σαφῶς ἂν ἤδη τὴν γνώμην εἰδείης τοῦ παλαιοῦ περὶ τῆς τοῦ αἵματος ἀφαιρέσεως ἐπὶ τῶν ἰσχυρῶν τραυμάτων· εἰ γὰρ δὴ συμφέρει μὲν αἷμα ῥυῆναι τοῖς τοιούτοις, οὐκ ἐῤῥύη δὲ, τὸ λεῖπον αὐτὸν χρὴ προστιθέναι· δηλοῖ δὲ τοῦτο κᾀξ αὐτῶν ὧν ἐπιφέρει, συνάπτων γοῦν τῇ προειρημένῃ ῥήσει τήνδε φησί· καὶ ἀπὸ τῶν πεπαλαιωμένων ἑλκέων ξυμφέρει αἷμα ποιέειν ἀποῤῥέειν πυκινὰ, ὅκως ἂν δοκέῃ καιρὸς εἶναι, καὶ ἀπ’ αὐτῶν τῶν ἑλκέων καὶ ἀπὸ τῶν περιεχόντων τὸ ἕλκος. ἐπειδὴ γὰρ προειρήκει, ἕλκει νεοτρώτῳ παντὶ ξυμφέρει αἷμα ῥυῆναι, γιγνώσκων ὡς εἰ μὴ καὶ τῶν κεχρονισμένων μνημονεύσειεν, οἰήσεταί τις ἐπὶ τῶν προσφάτων μόνων οὕτως αὐτὸν ἀποφήνασθαι, διὰ τοῦτο δεόντως προσέθηκε τὸ καὶ ἀπὸ τῶν πεπαλαιωμένων ἑλκέων ἀφαιρεῖν τοῦ αἵματος. ἀλλ’ εἴπερ ἐκεῖνο καθόλου παρ’ αὐτοῦ μεμαθήκαμεν, ὡς ἀρχομένων μὲν τῶν ῥευμάτων ἀντισπᾷν προσῆκεν, ἐστηριγμένων δὲ ἐν τῷ πεπονθότι μορίῳ τὴν κένωσιν ἢ ἀπ’ αὐτοῦ ποιεῖσθαι τοῦ πεπονθότος μορίου, ἢ ὅτι μάλιστα πλησιέστατα, πρόχειρον ἡμῖν καὶ νῦν συλλογίσασθαι περὶ τῆς τοῦ αἵματος ἀφαιρέσεως, ὡς ἐν ἀρχῇ μὲν πόῤῥωθεν ἐξ, ὑστέρου δ’ ἀπ’ αὐτῶν τῶν ἡλκωμένων προσήκει ποιεῖσθαι. καὶ μὲν δὴ καὶ τούτοις αὐτοῖς οἷς εἴρηκα προσθεὶς ὡς τὸν πλεονάζοντα χυμὸν ἐκκενοῦν ὁ Ἱπποκράτης συμβουλεύει, ποτὲ μὲν ἐπὶ τὴν τοῦ αἵματος ἀφαίρεσιν ἄξεις, ὅταν τοῦτο κρατῇ, ποτὲ δ’ ἤτοι ξανθῆς, ἢ μελαίνης χολῆς, ἢ φλέγματος ἀγωγὸν δώσεις φάρμακον, ἐκείνου μεμνημένος ἐν ἅπασι τούτοις, ὡς οὐκ ἔστιν ἕλκους ᾖ ἕλκος οὐδεμία τῶν τοιούτων ἰάσεων, ἀλλ’ ἤτοι κακοχυμίας συμπαρούσης, ἢ πλήθους, ἢ φλεγμονῆς, ἢ ἕρπητος, ἤ τινος ἑτέρου τοιούτου· καὶ μὲν δὴ καὶ ὡς ἐνίοτε τῶν συμβεβηκότων τι τοῖς ἕλκεσιν ἔνδειξιν ἰδίαν ποιεῖται, καθάπερ καὶ τὸ μέγεθος. εἴρηται· δὲ καὶ περὶ αὐτῶν ἐν τῷ πρὸ τούτου γράμματι, τὰς διαφορὰς τῶν ἑλκῶν ἁπάσας, ὁπόσαι τέ εἰσι καὶ ὁποῖαι καὶ τίς ἐφ’ ἑκάστου αὐτῶν ἔνδειξις, ἐξηγησαμένου μου. τὸ δ’ ἀπὸ τῆς ἰσχύος τοῦ νοσήματος ἔνδειξιν γίγνεσθαι κενώσεως, ἐν ἐκείνῳ μὲν οὐκ εἶπον τῷ λόγῳ, διότι τε μακροτέρας ἀποδείξεως ἐδεῖτο καὶ τὴν τοῦ ὅλου σώματος ἐπιμέλειαν οὐ συνῆπτον ἐν αὐτῷ τοῖς ἕλκεσιν, ἐνταῦθα δὲ διεξῆλθον ὅσον εἰς τὰ παρόντα χρήσιμον.

Ὁ γάρ τοι σύμπας λόγος ὑπὲρ τῆς τοιαύτης ἐνδείξεως, ἣν ἀπὸ τῆς ἰσχύος φαμὲν τοῦ νοσήματος λαμβάνεσθαι καὶ μετὰ ταῦθ’ ἡμᾶς ἀναμένει ῥηθῆναι, καθάπερ καὶ ἡ ἀπὸ τῆς ἡλικίας, καὶ προσέτι καὶ ἡ ἀπὸ τῆς τῶν χυμῶν ἰάσεως· οὕτω δὲ καὶ ἡ ἀπὸ τῶν πεπονθότων μορίων ἔνδειξις εἰς τὴν θεραπείαν γιγνομένη, τελεώτερον ἐν τοῖς ἐξῆς ὑπομνήμασιν ἀποδοθήσεται. νυνὶ μὲν γὰρ ὅσον ἀπὸ τῆς φύσεως αὐτῶν, τουτέστι τῆς κράσεώς τε καὶ οὐσίας, οἷόν τ’ ἐστὶν εἰς τὰς ἰάσεις λαμβάνεσθαι λέλεκται μόνον· ἡ δ’ ἀπὸ τῆς θέσεώς τε καὶ διαπλάσεως, ἔτι τε χρείας, ἀναισθησίας τε καὶ δυσαισθησίας ἔνδειξις οὐκ εἴρηται· λεγέσθω δὲ καὶ περὶ τούτων ὅσον εἰς τὴν τῶν ἑλκῶν ἴασιν διαφέρει. τὸ μὲν οὖν αἰσθητικὸν μόριον ἀνωδύνως ὅτι μάλιστα χρὴ πειρᾶσθαι θεραπεύειν εἴρηται δ’ ἐν τοῖς περὶ φαρμάκων ἡ τῶν ἀνωδύνων ὕλη. τὸ δὲ δυσαισθητότερον ἐγχωρεῖ καὶ διὰ τῶν σφοδροτέρων, εἰ ἡ διάθεσις οὕτω κελεύει· καὶ μὲν δὴ καὶ τοῦ μὲν κυρίου μορίου τὸν τόνον χρὴ φυλάττειν, ὡς ἐπὶ πλέον ἐν τοῖς περὶ φλεγμονῆς λογισμοῖς ἀποδείξομεν· εἰ δέ τι μὴ τοιοῦτον, ἐγχωρεῖ τοῦτο καὶ τὴν χαλαστικὴν ἀγωγὴν τῆς θεραπείας ἀλύπως δέχεσθαι. ταυτὶ μὲν οὖν ἐν τοῖς ἐφεξῆς ἐπιπλέον ἐροῦμεν, ἐν δὲ τῷ παρόντι λόγῳ τὴν ἀπὸ τῆς θέσεώς τε καὶ διαπλάσεως τῶν μορίων ἔνδειξιν ἔτι προσθέντες, οὕτω καταπαύσομεν καὶ τουτὶ τὸ τέταρτον βιβλίον. ἐντεῦθεν γοῦν ἐπενοήθη τὸν μὲν κατὰ τὴν κοιλίαν ἡλκωμένον πίνειν τὰ φάρμακα, τὸν δὲ κατὰ τὸν στόμαχον, οὐχ ἅπαξ οὐδ’ ἀθρόως ὅλα προσφέρειν, ἀλλὰ κατὰ βραχύ τε καὶ συνεχῶς· ἐν γὰρ τῷ παρέρχεσθαι καὶ ψαύειν ἡ ὠφέλεια τούτοις ἐστὶν, οὐκ ἐν τῷ περιέρχεσθαι καὶ πλησιάζειν ἐπὶ πλείονα χρόνον, ὥσπερ τῇ γαστρί. καὶ μὲν δὴ καὶ ὡς χρὴ παχύτερα προσφέρειν ταῦτα καὶ γλίσχρα, παρὰ τῆς θέσεώς τε καὶ διαπλάσεως ἡ ἔνδειξις. ἐπεὶ γὰρ δίοδός τις ὁ στόμαχός. ἐστι τῶν ἐσθιομένων τε καὶ πινομένων, διὰ τοῦτο πάντων τῶν ἔχεσθαί τε καὶ περιπήγνυσθαι καὶ προσκολλᾶσθαι δυναμένων ἐστὶ χρεία φαρμάκων, οὐ τῶν ἀποκλύζεσθαι καὶ διαῤῥεῖν ἑτοίμως πεφυκότων. περιπήγνυται μὲν οὖν παχέα, κολλᾶται δὲ τὰ γλίσχρα. τὰ δ’ ἐν τοῖς παχέσιν ἐντέροις ἕλκη τῶν διὰ τῆς ἕδρας ἐνιεμένων χρῄζει μᾶλλόν φαρμάκων ἐγγυτέρω γὰρ ταύτης ἐστί· τὰ δ’ ἐν τοῖς λεπτοῖς ἀμφοτέρων· ποῤῥωτέρω γὰρ ἤδη ταῦτ’ ἐστὶ καὶ μέσα τῇ θέσει τῶν ἄνωθέν τε λαμβανομένων καὶ κάτωθεν ἐνιεμένων φαρμάκων. κοινὴ δ’ ἐπὶ πάντων τῶν ἐντὸς μορίων ἔνδειξις αἱρεῖσθαι μὲν τὰ συνηθέστατα τοῦ ζώου τῇ φύσει καὶ σιτία καὶ φάρμακα· φεύγειν δὲ καὶ ἀποτρέπεσθαι τἀναντία· καίτοι γ’ ἐπὶ τῶν ἐκτὸς ἑλκῶν ἄλυπος καὶ ἡ τῶν τοιούτων χρῆσις, ἰοῦ καὶ χαλκοῦ κεκαυμένου καὶ λεπίδος χαλκοῦ καὶ καδμείας καὶ πομφόλυγος καὶ λιθαργύρου καὶ ψιμμυθίου. ταῦτ’ οὖν καὶ τὰ τοιαῦτα μὴ προσφέρειν τοῖς ἐντός. εἴρηται δὲ περὶ τῆς φύσεως αὐτῶν ἔν τε τῷ τρίτῳ περὶ κράσεων κᾀν τοῖς περὶ φαρμάκων. αἱρεῖσθαι δὲ καὶ τὰς τροφὰς, εἰ μὲν εἰς οὐλὴν ἀγαγεῖν, ἢ κολλῆσαι βουλοίμεθα τὸ ἕλκος, αὐστηράς τε καὶ γλίσχρας καὶ ἀδήκτους· εἰ δ’ ἀνακαθῆραι, ῥυπτούσας μετρίως. εἰς μὲν δὴ τοῦτο πάντων ἄριστον μέλι ἄπεφθον, τὰ δ’ αὐστηρὰ πόματα καὶ αἱ τοιαῦται τροφαὶ πρόδηλοι παντί. καλῶ δ’ αὐστηρὸν ὅπερ καὶ στῦφον ὀνομάζεται, τὸ στρυφνὸν δὲ ἐπιτεταμένον ἐστὶν αὐστηρόν. ὅσα δὲ φάρμακα λαμβάνεται τοῖς ἐντὸς ἄλυπα γέγραπται μὲν ἐν τοῖς περὶ φαρμάκων, εἰρήσεται δὲ καὶ νῦν ὁ τύπος αὐτῶν. ὑποκυστὶς δὴ βαλαύστιον καὶ κύτινοι ῥοιῶν καὶ κηκὶς καὶ ῥοιᾶς λέμματα καὶ Σάμιος ἀστὴρ καὶ Λημνία-σφραγὶς καὶ χυλὸς ῥοῦ καὶ ῥόδων, ἀκακία τε καὶ τἄλλα ὅσα τοιαῦτα τοῖς ἐντὸς ἕλκεσιν ἀρήγοντα, βλάβην δ’ οὐδεμίαν ἐργάζεται περὶ τὰ σπλάγχνα. διδόναι δ’ αὐτὰ διά τινος τῶν στυφόντων ἀφεψήματος, ἢ μήλων κυδωνίων, ἢ σχίνου, ἢ βάτου ἀκρεμόνων, ἢ ἀμπέλων, ἢ μύρτων, ἢ καὶ δι’ οἴνου τινὸς τῶν αὐστηρῶν. εὔδηλος δὲ ἡ τοῦ οἴνου χρῆσις, ὡς πεφυλάχθαι χρὴ τὸν καιρὸν τῶν φλεγμονῶν· ἄλλως δ’ οὐδὲν κωλύει διδόναι. εὔδηλον δὲ ὡς καὶ ἀναλαμβάνειν χρὴ τὰ τοιαῦτα φάρμακα, παρασκευάζοντα διά τε τῶν εἰρημένων ὑγρῶν καὶ προσέτι τραγακάνθης τε καὶ κόμμεως ἐπιμιγνύντα καὶ μάλιστα τοῖς ἐν στομάχῳ προσάξειν μέλλοντα. καὶ μὲν δὴ καὶ ἀνακογχυλίζεσθαι μὲν τοῖς κατὰ τὴν φάρυγγα καὶ τὰ παρίσθμια προσφέροντα κελεύειν χρὴ, κατέχειν δ’ ὕπτιον ἐπὶ πλεῖστον ἐν τῷ στόματι χαλαροὺς ἐργασάμενον ἅπαντας τοὺς τῇδε μῦς, ἐπὶ τῶν κατὰ τὴν ἀρτηρίαν ἑλκῶν· παραῥῥεῖ γὰρ οὕτως ἀτρέμα καὶ κατὰ βραχὺ, σαφῶς καὶ αἰσθητῶς εἰς αὐτὴν τὴν ἀρτηρίαν τοῦ φαρμάκου· καὶ γὰρ κᾀν τῷ κατὰ φύσιν ἔχειν εὖ εἰδέναι χρὴ παρηθούμενον οὐκ ὀλίγον ἐνταῦθα τοῦ πόματος. ἀλλ’ ὥσπερ ὑγιαινόντων, οὕτω καὶ νοσούντων φυλάττεσθαι χρὴ τὸ πλέον, ὡς βηχῶν κινητικόν. ἄχρι μὲν γὰρ ἂν ἐν κύκλῳ παρὰ τὸν χιτῶνα τῆς ἀρτηρίας ὡσπερεὶ παρὰ τοῖχον ὕδωρ φέρηται τὸ ὑγρὸν, οὐκ ἐργάσεται βῆχα, τὸ δ’ εἰς τὰς ὁδοὺς μέσας τοῦ πνεύματος ἐμπῖπτον εὐθὺς βηχώδεις ἀποτελεῖ. ταῦτά γε οὖν ἀπὸ τῆς θέσεως καὶ διαπλάσεως τῶν μορίων εἴληπται πάντα· καὶ πρὸς τούτοις ἔτι τὸ συμμιγῆναι μέλιτος ἅπασι τοῖς πρὸς τὰς ἑλκώσεις φαρμάκοις ἐπὶ τὸν κατὰ τὸν θώρακα καὶ τὸν πνεύμονα· μόνα γὰρ εἴπερ ἐπὶ τούτων αὐστηρὰ προσφέροις φάρμακα, χρονίζει κατὰ τὴν γαστέρα. τῆς οὖν ἀναδόσεως αὐτῶν ὄργανον ὑπάρχει τὸ μέλι καὶ ἔστιν οἷον ὄχημά τι ταχείας φορᾶς, ἅμα τῷ μηδὲ βλάπτειν ἕλκη. κατὰ δὲ τὸν αὐτὸν λόγον αὐτό τε τὸ μέλι καὶ τῶν οὔρησιν κινούντων τινὰ μίγνυσθαι χρὴ τοῖς τῶν ἑλκῶν φαρμάκοις, ἐπειδὰν τὰ κατὰ τὴν κύστιν καὶ τοὺς νεφροὺς ᾖ πεπονθότα. τὸ δὲ καὶ τὰς διαγνώσεις τῶν ἡλκωμένων μορίων, ἀπό τε τῆς οὐσίας αὐτῶν καὶ τῆς ἐνεργείας καὶ χρείας γίγνεσθαι καὶ τῆς θέσεώς τε καὶ διαπλάσεως, εὔδηλον μὲν οἶμαι, κᾂν ἐγὼ μὴ λέγω, δείκνυται δ’ αὐτάρκως κᾀν ταῖς περὶ τῶν πεπονθότων τόπων διαγνώσεσιν· ἀλλ’ οὐ πρόκειται νῦν περὶ ἐκείνων λέγειν· αὖθις οὖν ἐπὶ τὴν θεραπευτικὴν μέθοδον ἐπάνειμι. φημὶ δὴ καὶ ταῦτα καὶ ἄλλα πολλὰ τὴν τῶν μορίων ἐνδείκνυσθαι θέσιν τε καὶ διάπλασιν· ἐπιδῆσαι γὰρ τὸ ἡλκωμένον μόριον οὐκ ἐγχωρεῖ καλῶς ἄνευ τοῦ λαβεῖν τὴν ἔνδειξιν ἢ ἐκ τῆς διαπλάσεως, ἢ ἐκ τῆς θέσεως, ἢ ἐκ συναμφοτέρων· ἐνιέναι τε τὸν αὐλίσκον τοῦ κλυστῆρος εἰς τὴν ἕδραν ἐπιτηδείως οὐχ οἷόν τε χωρὶς τῆς τοιαύτης ἐνδείξεως. καὶ μὴν καὶ διὰ τοῦ καυλοῦ φάρμακον ἐνιέναι πολλάκις εἰς τὴν κύστιν. ἀναγκαῖόν ἐστι. περὶ μὲν γὰρ τοῦ καθετῆρος οὐδὲν δέομαι λέγειν, ὡς οὐχ οἷόν τέ ἐστι καλῶς. χρήσασθαι αὐτῷ χωρὶς τοῦ καὶ θέσιν ἀκριβῶς ἐπίστασθαι καὶ διάπλασιν ὅλης τῆς κύστεως. ἐν μὲν δὴ τοῖς τοιούτοις ἅπασι πρόδηλον ὡς οὐκ ὀλίγον εἰς τὴν ὅλην θεραπείαν ὁ πεπονθὼς τόπος συνενδείκνυται. ἐπὶ δὲ τῶν καλουμένων ῥηγμάτων, πλέονες ἐνδείξεις φαίνονται συντρέχειν εἰς ταὐτό καὶ γὰρ καὶ ἡ ἀπὸ τῆς θέσεως ὀρθῶς ἂν ἐξετάζοντο· διότι γὰρ ἐν βάθει τοῦ σώματός ἐστι καὶ κατακέκρυπται, διὰ τοῦτο καὶ τῆς θεραπείας ἐξηλλαγμένης παρὰ τὰ φαινόμενα δεήσεται. διότι δὲ σὺν ἐκχυμώσει μὲν πάντως, ἐνίοτε δὲ καὶ σὺν περιθλάσει τῆς ἐῤῥωγυίας σαρκὸς ἀποτελεῖται, διὰ τοῦτο πλείους ἰάσεις ἐνδείξεται· ἀεὶ γὰρ τῷ πλήθει τῶν διαθέσεων οἱ πρῶτοι σκοποὶ τῶν ἰάσεων ἰσάριθμοι. λεχθήσεται μὲν οὖν ἐπὶ πλέον ἐν τοῖς περὶ τῆς φλεγμονῆς λογισμοῖς ὡς ἰσχυροτέρων δεῖται φαρμάκων ἅπαντα τὰ διὰ βάθος πεπονηκότα σώματα τῶν ἐπιπολῆς ἀῤῥωστούντων. δῆλον δ’ οἶμαι καὶ νῦν ἤδη τό γε τοσοῦτον, ὡς ἐκλύεσθαι τὴν δύναμιν ἀναγκαῖόν ἐστι τῶν ἐπιτιθεμένων ἔξωθεν φαρμάκων, ὅταν ἐν τῷ βάθει κατακεκρυμμένον ᾖ τὸ δεόμενον τῆς ἀπ’ αὐτῶν ὠφελείας· ἐπιτείνειν οὖν αὐτὴν εἰς τοσοῦτον προσήκει εἰς ὅσον ἐκλύεσθαι μέλλει κατὰ τὴν εἰς τὸ βάθος ὁδόν. αἱ δ’ ἐκχυμώσεις ἅπασαι τὸν σκοπὸν τῆς ἰάσεως κένωσιν ἕξουσιν· ὥστε θερμαινόντων αὐταῖς καὶ μετρίως ξηραινόντων ἐστὶ χρεία φαρμάκων. ὅσα γὰρ ἰσχυρῶς ξηραίνει, διαφορεῖ μὲν εὐθὺς κατ’ ἀρχὰς ἐπιδηλότερον τῶν ἀσθενεστέρων, ἀπολείπει δέ τι λείψανον τῆς. διαθέσεως· σκιῤῥῶδες καὶ δυσίατον. εἰρήσεται μὲν οὖν κᾀν τοῖς ἑξῆς περὶ τούτων ἀκριβέστερον, ἀλλὰ καὶ νῦν ὅσον εἰς τὰ παρόντα χρήσιμον αὐτάρκως λέλεκται. τά τε γὰρ ὑγραίνοντα καὶ θερμαίνοντα, φάρμακα καὶ ταῦτα δὴ τὰ συνήθως ἅπασιν ὀνομαζόμενα χαλαστικὰ καὶ τούτων ὅσα βραχὺ μὲν πρὸς τὸ ξηρότερον ἀποκεχώρηκεν, οὔπω δὲ σαφῶς οὐδ’ ἐναργῶς ἐστι συντατικὰ, τῶν ἐκχυμωμάτων ἁπάντων ἐστὶν ἰάματα. χρὴ δὲ δηλονότι καὶ, ταῦτα τοῖς τῷ ἐν βάθει τοῦ σώματος ῥήγμασι συνεπιτείνεσθαί τε τῇ δυνάμει καὶ δριμύτερα προσφέρεσθαι καὶ τμητικώτερα καὶ τὸ σύμπαν εἰπεῖν ἐνεργέστερα τοσοῦτον εἰς ὅσον τοῦ δέρματος ἀποκεχώρηκε πρὸς τὸ βάθος ἡ ἐκχύμωσις. ἐκ τῶν τοιούτων εἴη ἂν καὶ ἡ τῆς σικύας χρῆσις ὠφέλιμος ὄργανον δὲ καὶ αὕτη τοῖς ἰατροῖς ἐξεύρηται βιαίας ὁλκῆς. ἐπειδὰν μέντοι διαφορηθῇ τὸ σύμπαν ἐκχύμωμα, ξηραίνειν ἤδη σφοδρότερον ἐγχωρεῖ τὸ ῥῆγμα καὶ συνάγειν ἐπιδέσει καὶ τὸ σύμπαν εἰπεῖν ἅπαντα πράττειν ὑπὲρ τοῦ συμφῦναι τὸ ἕλκος. εἰ μὲν οὖν ἐν τάχει διαφορηθείη τὸ ἐκχύμωμα, προσίεται ῥᾳδίως τὴν σύμφυσιν ἡ ἐῤῥωγνῖα σάρξ· εἰ δ’ ἐν χρόνῳ πλείονι διαφοροῖτο ῥύπος ἀξιόλογον ὑποτρεφόμενον ἐν τῷ μεταξὺ τῶν χειλῶν ἵσταται τοῦ ἕλκους· ὥστ’ οὐκέθ’ οἷόν τε συμφῦναι τῷ ῥήγματι. καὶ διὰ τοῦτο πᾶν ὁτιοῦν αἴτιον ὑπομιμνήσκει ταῦτα καὶ γὰρ ῥιγώσαντες καὶ ἀπεπλήσαντες καὶ πυρέξαντες καὶ σφοδρότερον ἐνεργήσαντες τοῖς τοιούτοις μορίοις εὐθέως ἀλγοῦσιν· οὐ γὰρ συνέφυ τὰ χείλη τοῦ ῥήγματος, ἀλλὰ παράκειται μόνον· ὥστε μικρὰ πρόφασις ἀφίστησί τε ῥᾳδίως ἀπ’ ἀλλήλων αὐτὰ καὶ τὴν μεταξὺ χώραν ἐμπίπλησιν, ὑγρότητος περιττῆς. καὶ τί γὰρ ἄλλο ἢ ἐκχύμωμα γίνεται συνεχῶς αὐτοῖς ὅμοιον τῷ κατ’ ἀρχὰς, ἡνίκα τὸ πρότερον ἡ σὰρξ ἐῤῥάγη, πλὴν ὅτι νῦν ἰχῶρός τινος μᾶλλον λεπτοῦ, κατ’ ἀρχὰς δ’ αἵματος ἦν τὸ ἐκχύμωμα; διὰ τοῦτο καὶ ῥᾷον νῦν ἡ κατ’ ἀρχὰς διαφορεῖταί. ταῦτα μὲν οὖν εἴρηταί μοι πρός τε τὴν περὶ τῶν ἑλκῶν λόγον ἀποχρήσοντα, καὶ ἤδη τέλος ἐπιτίθημι καὶ τῷδε τετάρτῳ γράμματι.