GetPassage urn:cts:greekLit:tlg0033.tlg003.perseus-grc2:8.21-8.40 urn:cts:greekLit:tlg0033.tlg003.perseus-grc2:8.21-8.40
ἐς ἔλεγχον, ἅπας κίνδυνος· ὄψον δὲ λόγοι φθονεροῖσιν· ἅπτεται δʼ ἐσλῶν ἀεί, χειρόνεσσι δʼ οὐκ ἐρίζει. κεῖνος καὶ Τελαμῶνος δάψεν υἱὸν φασγάνῳ ἀμφικυλίσαις. ἦ τινʼ ἄγλωσσον μέν, ἦτορ δʼ ἄλκιμον, λάθα κατέχει ἐν λυγρῷ νείκει· μέγιστον δʼ αἰόλῳ ψεύδει γέρας ἀντέταται. κρυφίαισι γὰρ ἐν ψάφοις Ὀδυσσῆ Δαναοὶ θεράπευσαν· χρυσέων δʼ Αἴας στερηθεὶς ὅπλων φόνῳ πάλαισεν. ἦ μὰν ἀνόμοιά γε δᾴοισιν ἐν θερμῷ χροῒ ἕλκεα ῥῆξαν πελεμιζόμενοι ὑπʼ ἀλεξιμβρότῳ λόγχᾳ, τὰ μὲν ἀμφʼ Ἀχιλεῖ νεοκτόνῳ, ἄλλων τε μόχθων ἐν πολυφθόροις ἁμέραις. ἐχθρὰ δʼ ἄρα πάρφασις ἦν καὶ πάλαι, αἱμύλων μύθων ὁμόφοιτος, δολοφραδής, κακοποιὸν ὄνειδος· ἃ τὸ μὲν λαμπρὸν βιᾶται, τῶν δʼ ἀφάντων κῦδος ἀντείνει σαθρόν. εἴη μή ποτέ μοι τοιοῦτον ἦθος, Ζεῦ πάτερ, ἀλλὰ κελεύθοις ἁπλόαις ζωᾶς ἐφαπτοίμαν, θανὼν ὡς παισὶ κλέος μὴ τὸ δύσφαμον προσάψω. χρυσὸν εὔχονται, πεδίον δʼ ἕτεροι ἀπέραντον· ἐγὼ δʼ ἀστοῖς ἁδὼν καὶ χθονὶ γυῖα καλύψαιμʼ, αἰνέων αἰνητά, μομφὰν δʼ ἐπισπείρων ἀλιτροῖς. αὔξεται δʼ ἀρετά, χλωραῖς ἐέρσαις ὡς ὅτε δένδρεον ᾁσσει,