GetPassage urn:cts:greekLit:tlg0033.tlg003.perseus-grc2:3.61-3.80 urn:cts:greekLit:tlg0033.tlg003.perseus-grc2:3.61-3.80
Δαρδάνων τε, καὶ ἐγχεσφόροις ἐπιμίξαις Αἰθιόπεσσι χεῖρας, ἐν φρασὶ πάξαιθʼ, ὅπως σφίσι μὴ κοίρανος ὀπίσω πάλιν οἴκαδʼ ἀνεψιὸς ζαμενὴς Ἑλένοιο Μέμνων μόλοι. τηλαυγὲς ἄραρε φέγγος Αἰακιδᾶν αὐτόθεν· Ζεῦ, τεὸν γὰρ αἷμα, σέο δʼ ἀγών, τὸν ὕμνος ἔβαλεν ὀπὶ νέων ἐπιχώριον χάρμα κελαδέων. βοὰ δὲ νικαφόρῳ σὺν Ἀριστοκλείδᾳ πρέπει, ὃς τάνδε νᾶσον εὐκλέϊ προσέθηκε λόγῳ καὶ σεμνὸν ἀγλααῖσι μερίμναις Πυθίου Θεάριον. ἐν δὲ πείρᾳ τέλος διαφαίνεται, ὧν τις ἐξοχώτερος γένηται, ἐν παισὶ νέοισι παῖς, ἐν ἀνδράσιν ἀνήρ, τρίτον ἐν παλαιτέροισι, μέρος ἕκαστον οἷον ἔχομεν βρότεον ἔθνος. ἐλᾷ δὲ καὶ τέσσαρας ἀρετὰς θνατὸς αἰών, φρονεῖν δʼ ἐνέπει τὸ παρκείμενον. τῶν οὐκ ἄπεσσι. χαῖρε, φίλος. ἐγὼ τόδε τοι πέμπω μεμιγμένον μέλι λευκῷ σὺν γάλακτι, κιρναμένα δʼ ἔερσʼ ἀμφέπει, πόμʼ ἀοίδιμον Αἰολῇσιν ἐν πνοαῖσιν αὐλῶν, ὀψέ περ. ἔστι δʼ αἰετὸς ὠκὺς ἐν ποτανοῖς,