GetPassage urn:cts:greekLit:tlg0033.tlg003.perseus-grc2:2.1-2.12 urn:cts:greekLit:tlg0033.tlg003.perseus-grc2:2.1-2.12
ὅθεν περ καὶ Ὁμηρίδαι ῥαπτῶν ἐπέων τὰ πόλλʼ ἀοιδοὶ ἄρχονται, Διὸς ἐκ προοιμίου· καὶ ὅδʼ ἀνὴρ καταβολὰν ἱερῶν ἀγώνων νικαφορίας δέδεκται πρῶτον Νεμεαίου ἐν πολυυμνήτῳ Διὸς ἄλσει. ὀφείλει δʼ ἔτι, πατρίαν εἴπερ καθʼ ὁδόν νιν εὐθυπομπὸς αἰὼν ταῖς μεγάλαις δέδωκε κόσμον Ἀθάναις, θαμὰ μὲν Ἰσθμιάδων δρέπεσθαι κάλλιστον ἄωτον, ἐν Πυθίοισί τε νικᾶν Τιμονόου παῖδʼ· ἔστι δʼ ἐοικὸς ὀρειᾶν γε Πελειάδων μὴ τηλόθεν Ὠαρίωνα νεῖσθαι.