GetPassage urn:cts:greekLit:tlg0033.tlg002.perseus-grc2:7.11-7.20 urn:cts:greekLit:tlg0033.tlg002.perseus-grc2:7.11-7.20
Πυθῶνι δίᾳ θαητὸν ἔτευξαν. ἄγοντι δέ με πέντε μὲν Ἰσθμοῖ νῖκαι, μία δʼ ἐκπρεπὴς Διὸς Ὀλυμπιάς, δύο δʼ ἀπὸ Κίρρας, ὦ Μεγάκλεες, ὑμαί τε καὶ προγόνων. νέα δʼ εὐπραγίᾳ χαίρω τι· τὸ δʼ ἄχνυμαι, φθόνον ἀμειβόμενον τὰ καλὰ ἔργα. φαντί γε μὰν οὕτω κεν ἀνδρὶ παρμονίμαν