GetPassage urn:cts:greekLit:tlg0033.tlg002.perseus-grc2:5.61-5.80 urn:cts:greekLit:tlg0033.tlg002.perseus-grc2:5.61-5.80
θῆρας αἰνῷ φόβῳ, ὄφρα μὴ ταμίᾳ Κυράνας ἀτελὴς γένοιτο μαντεύμασιν. ὃ καὶ βαρειᾶν νόσων ἀκέσματʼ ἄνδρεσσι καὶ γυναιξὶ νέμει, πόρεν τε κίθαριν, δίδωσί τε Μοῖσαν οἷς ἂν ἐθέλῃ, ἀπόλεμον ἀγαγὼν ἐς πραπίδας εὐνομίαν, μυχόν τʼ ἀμφέπει μαντήϊον· τῷ καὶ Λακεδαίμονι ἐν Ἄργει τε καὶ ζαθέᾳ Πύλῳ ἔνασσεν ἀλκ άε ντας Ἡρακλέος ἐκγόνους Αἰγιμιοῦ τε. τὸ δʼ ἐμὸν γαρύειν ἀπὸ Σπάρτας ἐπήρατον κλέος· ὅθεν γεγενναμένοι ἵκοντο Θήρανδε φῶτες Αἰγεΐδαι, ἐμοὶ πατέρες, οὐ θεῶν ἄτερ, ἀλλὰ μοῖρά τις ἄγεν· πολύθυτον ἔρανον ἔνθεν ἀναδεξάμενοι, Ἄπολλον, τεᾷ, Καρνήϊʼ, ἐν δαιτὶ σεβίζομεν