GetPassage urn:cts:greekLit:tlg0033.tlg002.perseus-grc2:4.112-4.131 urn:cts:greekLit:tlg0033.tlg002.perseus-grc2:4.112-4.131
ἁγεμόνος δείσαντες ὕβριν, κᾶδος ὡσείτε φθιμένου δνοφερὸν ἐν δώμασι θηκάμενοι, μίγα κωκυτῷ γυναικῶν κρύβδα πέμπον σπαργάνοις ἐν πορφυρέοις, νυκτὶ κοινάσαντες ὁδόν, Κρονίδᾳ δὲ τράφεν Χείρωνι δῶκαν. ἀλλὰ τούτων μὲν κεφάλαια λόγων ἴστε. λευκίππων δὲ δόμους πατέρων, κεδνοὶ πολῖται, φράσσατέ μοι σαφέως· Αἴσονος γὰρ παῖς ἐπιχώριος οὐ ξείναν ἱκάνω γαῖαν ἄλλων.Φὴρ δέ με θεῖος Ἰάσονα κικλήσκων προσηύδα. ὣς φάτο. τὸν μὲν ἐσελθόντʼ ἔγνον ὀφθαλμοὶ πατρός. ἐκ δʼ ἄρʼ αὐτοῦ πομφόλυξαν δάκρυα γηραλέων γλεφάρων, ἃν περὶ ψυχὰν ἐπεὶ γάθησεν ἐξαίρετον γόνον ἰδὼν κάλλιστον ἀνδρῶν. καὶ κασίγνητοί σφισιν ἀμφότεροι ἤλυθον κείνου γε κατὰ κλέος· ἐγγὺς μὲν Φέρης κράναν Υπερῇδα λιπών, ἐκ δὲ Μεσσάνας Ἀμυθάν· ταχέως δʼ Ἄδματος ἷκεν καὶ Μέλαμπος, εὐμενέοντες ἀνεψιόν. ἐν δαιτὸς δὲ μοίρᾳ μειλιχίοισι λόγοις αὐτοὺς Ἰάσων δέγμενος, ξείνιʼ ἁρμόζοντα τεύχων, πᾶσαν ἐυφροσύναν τάνυεν, ἀθρόαις πέντε δραπὼν νύκτεσσιν ἔν θʼ ἁμέραις ἱερὸν εὐζοίας ἄωτον.