GetPassage urn:cts:greekLit:tlg0033.tlg002.perseus-grc2:3.61-3.80 urn:cts:greekLit:tlg0033.tlg002.perseus-grc2:3.61-3.80
μή, φίλα ψυχά, βίον ἀθάνατον σπεῦδε, τὰν δʼ ἔμπρακτον ἄντλει μαχανάν. εἰ δὲ σώφρων ἄντρον ἔναιʼ ἔτι Χείρων, καί τί οἱ φίλτρον ἐν θυμῷ μελιγάρυες ὕμνοι ἁμέτεροι τίθεν· ἰατῆρά τοί κέν νιν πίθον καί νυν ἐσλοῖσι παρασχεῖν ἀνδράσιν θερμᾶν νόσων ἤ τινα Λατοΐδα κεκλημένον ἢ πατέρος. καί κεν ἐν ναυσὶν μόλον Ἰονίαν τάμνων θάλασσαν Ἀρέθοισαν ἐπὶ κράναν παρʼ Αἰτναῖον ξένον, ὃς Συρακόσσαισι νέμει βασιλεὺς πραῢς ἀστοῖς, οὐ φθονέων ἀγαθοῖς, ξείνοις δὲ θαυμαστὸς πατήρ. τῷ μὲν διδύμας χάριτας, εἰ κατέβαν ὑγίειαν ἄγων χρυσέαν κῶμόν τʼ ἀέθλων Πυθίων αἴγλαν στεφάνοις. τοὺς ἀριστεύων Φερένικος ἕλʼ ἐν Κίρρᾳ ποτέ, ἀστέρος οὐρανίου φαμὶ τηλαυγέστερον κείνῳ φάος ἐξικόμαν κε βαθὺν πόντον περάσαις. ἀλλʼ ἐπεύξασθαι μὲν ἐγὼν ἐθέλω Ματρί, τὰν κοῦραι παρʼ ἐμὸν πρόθυρον σὺν Πανὶ μέλπονται θαμὰ σεμνὰν θεὸν ἐννύχιαι. εἰ δὲ λόγων συνέμεν κορυφάν, Ἱέρων, ὀρθὰν ἐπίστᾳ, μανθάνων οἶσθα προτέρων·