GetPassage urn:cts:greekLit:tlg0033.tlg001.perseus-grc2:9.93-9.112 urn:cts:greekLit:tlg0033.tlg001.perseus-grc2:9.93-9.112
διήρχετο κύκλον ὅσσᾳ βοᾷ, ὡραῖος ἐὼν καὶ καλὸς κάλλιστά τε ῥέξαις. τὰ δὲ Παρρασίῳ στρατῷ θαυμαστὸς ἐὼν φάνη Ζηνὸς ἀμφὶ πανάγυριν Λυκαίου, καὶ ψυχρᾶν ὁπότʼ εὐδιανὸν φάρμακον αὐρᾶν Πελλάνᾳ φέρε· σύνδικος δʼ αὐτῷ Ἰολάου τύμβος εἰναλία τʼ Ἐλευσὶς ἀγλαΐαισιν. τὸ δὲ φυᾷ κράτιστον ἅπαν· πολλοὶ δὲ διδακταῖς ἀνθρώπων ἀρεταῖς κλέος ὤρουσαν ἀρέσθαι. ἄνευ δὲ θεοῦ σεσιγαμένον οὐ σκαιότερον χρῆμʼ ἕκαστον. ἐντὶ γὰρ ἄλλαι ὁδῶν ὁδοὶ περαίτεραι, μία δʼ οὐχ ἅπαντας ἄμμε θρέψει μελέτα· σοφίαι μὲν αἰπειναί· τοῦτο δὲ προσφέρων ἆθλον, ὄρθιον ὤρυσαι θαρσέων, τόνδʼ ἀνέρα δαιμονίᾳ γεγάμεν εὔχειρα, δεξιόγυιον, ὁρῶντʼ ἀλκάν, Αἰάντειόν τʼ ἐν δαιτὶ Ἰλιάδα νικῶν ἐπεστεφάνωσε βωμόν.