GetPassage urn:cts:greekLit:tlg0033.tlg001.perseus-grc2:6.21-6.40 urn:cts:greekLit:tlg0033.tlg001.perseus-grc2:6.21-6.40
μαρτυρήσω· μελίφθογγοι δʼ ἐπιτρέψοντι Μοῖσαι. ὦ Φίντις, ἀλλὰ ζεῦξον ἤδη μοι σθένος ἡμιόνων, ᾇ τάχος, ὄφρα κελεύθῳ τʼ ἐν καθαρᾷ βάσομεν ὄκχον, ἵκωμαί τε πρὸς ἀνδρῶν καὶ γένος· κεῖναι γὰρ ἐξ ἀλλᾶν ὁδὸν ἁγεμονεῦσαι ταύταν ἐπίστανται, στεφάνους ἐν Ὀλυμπίᾳ ἐπεὶ δέξαντο· χρὴ τοίνυν πύλας ὕμνων ἀναπίτναμεν αὐταῖς· πρός Πιτάναν δὲ παρʼ Εὐρώτα πόρον δεῖ σάμερόν μʼ ἐλθεῖν ἐν ὥρᾳ· ἅ τοι Ποσειδάωνι μιχθεῖσα Κρονίῳ λέγεται παῖδα ἰόπλοκον Εὐάδναν τεκέμεν. κρύψε δὲ παρθενίαν ὠδῖνα κόλποις· κυρίῳ δʼ ἐν μηνὶ πέμποισʼ ἀμφιπόλους ἐκέλευσεν ἥρωι πορσαίνειν δόμεν Εἰλατίδᾳ βρέφος, ὃς ἀνδρῶν Ἀρκάδων ἄνασσε Φαισάνᾳ λάχε τʼ Ἀλφεὸν οἰκεῖν· ἔνθα τραφεῖσʼ ὑπʼ Ἀπόλλωνι γλυκείας πρῶτον ἔψαυσʼ Ἀφροδίτας. οὐδʼ ἔλαθʼ Αἴπυτον ἐν παντὶ χρόνῳ κλέπτοισα θεοῖο γόνον. ἀλλʼ ὁ μὲν Πυθώναδʼ, ἐν θυμῷ πιέσαις χόλον οὐ φατὸν ὀξείᾳ μελέτᾳ, ᾤχετʼ ἰὼν μαντευσόμενος ταύτας περʼ ἀτλάτου πάθας. ἁ δὲ φοινικόκροκον ζώναν καταθηκαμένα κάλπιδά τʼ ἀργυρέαν, λόχμας ὑπὸ κυανέας