GetPassage urn:cts:greekLit:tlg0033.tlg001.perseus-grc2:3.21-3.40 urn:cts:greekLit:tlg0033.tlg001.perseus-grc2:3.21-3.40
καὶ μεγάλων ἀέθλων ἁγνὰν κρίσιν καὶ πενταετηρίδʼ ἁμᾶ θῆκε ζαθέοις ἐπὶ κρημνοῖς Ἀλφεοῦ· ἀλλʼ οὐ καλὰ δένδρεʼ ἔθαλλεν χῶρος ἐν βάσσαις Κρονίου Πέλοπος. τούτων ἔδοξεν γυμνὸς αὐτῷ κᾶπος ὀξείαις ὑπακουέμεν αὐγαῖς ἁλίου. δὴ τότʼ ἐς γαῖαν πορεύεν θυμὸς ὥρμα Ἰστρίαν νιν· ἔνθα Λατοῦς ἱπποσόα θυγάτηρ δέξατʼ ἐλθόντʼ Ἀρκαδίας ἀπὸ δειρᾶν καὶ πολυγνάμπτων μυχῶν, εὖτέ νιν ἀγγελίαις Εὐρυσθέος ἔντυʼ ἀνάγκα πατρόθεν χρυσόκερων ἔλαφον θήλειαν ἄξονθʼ, ἅν ποτε Ταϋγέτα ἀντιθεῖσʼ Ὀρθωσίᾳ ἔγραψεν ἱράν. τὰν μεθέπων ἴδε καὶ κείναν χθόνα πνοιᾶς ὄπιθεν Βορέα ψυχροῦ. τόθι δένδρεα θάμβαινε σταθείς. τῶν νιν γλυκὺς ἵμερος ἔσχεν δωδεκάγναμπτον περὶ τέρμα δρόμου ἵππων φυτεῦσαι. καί νυν ἐς ταύταν ἑορτὰν ἵλαος ἀντιθέοισιν νίσσεται σὺν βαθυζώνου διδύμοις παισὶ Λήδας. τοῖς γὰρ ἐπέτραπεν Οὐλυμπόνδʼ ἰὼν θαητὸν ἀγῶνα νέμειν ἀνδρῶν τʼ ἀρετᾶς πέρι καὶ ῥιμφαρμάτου διφρηλασίας. ἐμὲ δʼ ὦν πᾳ θυμὸς ὀτρύνει φάμεν Ἐμμενίδαις Θήρωνί τʼ ἐλθεῖν κῦδος, εὐΐππων διδόντων Τυνδαριδᾶν, ὅτι πλείσταισι βροτῶν ξεινίαις αὐτοὺς ἐποίχονται τραπέζαις,