GetPassage urn:cts:greekLit:tlg0011.tlg008.perseus-grc2:322-343 urn:cts:greekLit:tlg0011.tlg008.perseus-grc2:322-343
1 or 2 lines lostκαὶ τοῦτο λύπη[ς] ἔστʼ ἄκεστρον καὶ παραψυκ[τ]ήρ[ιο]νκείνῳ μόνον, χα[ί]ρει δʼ ἀλύων καί τι προσφων[ῶν μέλοςξύμφωνον· ἐξα[ί]ρει γὰρ αὐτὸν αἰόλισμα τῆς λ[ύ]ρας.οὕτως ὁ παῖς θανόντι θηρὶ φθέγμʼ ἐμηχανήσατ[ο. Χορόςρθοψάλακτός τις ὀμφὴ κατοιχνεῖ τόπου, στρ. πρεπτὰ δʼ αὖ διὰ τόνου φάσματʼ ἔγ-χωρʼ ἐπανθεμίζει.τὸ πρᾶγμα δʼ οὗπερ πορεύω βάδην,ἴσθι τὸν δα[ί]μονʼ, ὅστις ποθʼ ὃςταῦτʼ ἐτεχνήσατʼ, οὐκ ἄλλος ἐστὶν κλ[οπεὺςἀντʼ ἐκείνου, γύναι, σάφʼ ἴσθι.σὺ δʼ ἀντὶ τῶνδε μὴ χαλε-φθῇς μηδὲ δυσφορηθῇς. Κυλλήνη[τίς ἔχει πλά]νη σε; τίνα κλοπὴν ὠνείδις[ας;Χορός[οὐ μὰ Δία σʼ, ὦ πρές]βειρα χειμάζειν [ θέλω.Κυλλήνη[μῶν τὸν Διὸς παῖδʼ ὄ]ντα φηλήτην κα[λεῖς;Χορός[ about 17 ll. ]αν αὐτῇ τῇ κλο[πῇ.Κυλλήνη[ about 18 ll. ε]ἴ γε τἀληθῆ λέ[γεις.Χορός[ about 18 ll. τ]ἀληθῆ λέγ[ω.