GetPassage urn:cts:greekLit:tlg0008.tlg001.perseus-grc4:8.41-8.60 urn:cts:greekLit:tlg0008.tlg001.perseus-grc4:8.41-8.60

οὐκ ἄκαιρον δ’ εἶναι νομίζω ἔτι καὶ αὐτός, ἐπειδήπερ ἐμνήσθην τοῦ κιθαριστοῦ Στρατονίκου, λέξαι τι περὶ τῆς εὐστοχίας αὐτοῦ τῶν ἀποκρίσεων. διδάσκων γὰρ κιθαριστάς, ἐπειδὴ ἐν τῷ διδασκαλείῳ εἶχεν ἐννέα μὲν εἰκόνας τῶν Μουσῶν, τοῦ δὲ ᾽ Ἀπόλλωνος μίαν, μαθητὰς δὲ δύο, πυνθανομένου τινὸς πόσους ἔχοι μαθητάς, ἔφη ᾽ σὺν τοῖς θεοῖς δώδεκα εἰς Μύλασα δὲ ἐπιδημήσας καὶ κατιδὼν ναοὺς μὲν πολλούς, ἀνθρώπους δὲ ὀλίγους στὰς ἐν μέσῃ τῇ ἀγορᾷ ἔφη ᾽ ἀκούετε, νεῴ Μάχων δ’ αὐτοῦ ἀναγράφει τάδε ἀπομνημονεύματα· Στρατόνικος ἀπεδήμησεν εἰς Πέλλαν ποτέ, παρὰ πλειόνων ἔμπροσθε τοῦτ᾽ ἀκηκοὼς ὡς σπληνικοὺς εἴωθεν ἡ πόλις ποιεῖν. ἐν τῷ βαλανείῳ καταμαθὼν οὖν πλείονας γυμναζομένους τῶν μειρακίσκων παρὰ τὸ πῦρ, κομψῶς τό τε χρῶμα καὶ τὸ σῶμ’ ἠσκηκότας, διαμαρτάνειν ἔφασκε τοὺς εἰρηκότας αὑτῷ καταμαθὼν δ᾽, ἡνίκ’ ἐξῄει πάλιν τῆς κοιλίας τὸν σπλῆν’ ἔχοντα διπλάσιον. ᾽ ᾽καθήμενος γὰρ ἐνθάδ’ οὗτος φαίνεται τὰ θ’ ἱμάτια τῶν εἰσιόντων λαμβάνων τηρεῖν ἅμα καὶ τοὺς σπλῆνας, εὐθέως ἵνα μηδ’ ἡτισοῦν τοῖς ἔνδον ᾖ στενοχωρία ψάλτης κακὸς Στρατόνικον ἑστιῶν ποτε ἐπεδείκνυτ’ αὐτῷ τὴν τέχνην παρὰ τὸν πότον. οὔσης δὲ λαμπρᾶς καὶ φιλοτίμου τῆς δοχῆς, ψαλλόμενος ὁ Στρατόνικος, οὐκ ἔχων δ’ ὅτῳ διαλέξεθ’ ἑτέρῳ, συγκατέθλα τὸ ποτήριον. ᾔτησε μεῖζον καὶ κυάθους πολλοὺς λαβὼν τῷ θ’ ἡλίῳ τὴν κύλικα δείξας συντόμως πιὼν καθεῦδε, τἄλλ’ ἐπιτρέψας τῇ τύχῃ. ἐπὶ κῶμον ἐλθόντων δὲ τῷ ψάλτῃ τινῶν ἑτέρων κατὰ τύχην, ὡς ἔοικε, γνωρίμων ἔξοινος ὁ Στρατόνικος ἐγένετ’ εὐθέως. προσπυνθανομένων δ’ ὅ τι πολὺν πίνων ἀεὶ οἶνον ἐμεθύσθη συντόμως, ἀπεκρίνατο· ‘ὁ γὰρ ἐπίβουλος κἀναγὴς ψάλτης,’ ἔφη, ‘ὡς βοῦν ἐπὶ φάτνῃ δειπνίσας ἀπέκτονεν.’ Στρατόνικος εἰς Ἄβδηρ᾽ ἀποδημήσας ποτὲ ἐπὶ τὸν ἀγῶνα τὸν τιθέμενον αὐτόθι, ὁρῶν ἕκαστον τῶν πολιτῶν κατ’ ἰδίαν κεκτημένον κήρυκα κηρύττοντά τε ἕκαστον αὐτῶν, ὅτε θέλοι, νουμηνίαν, σχεδόν τε τοὺς κήρυκας ἐν τῷ χωρίῳ ὄντας πολὺ πλείους κατὰ λόγον τῶν δημοτῶν, ἐπ’ ἄκρων ἐβάδιζε τῶν ὀνύχων ἐν τῇ πόλει σχέδην, δεδορκὼς ἀτενὲς εἰς τὴν γῆν κάτω. πυνθανομένου δὲ τῶν ξένων αὐτοῦ τινος τὸ πάθος τὸ γεγονὸς ἐξαπίνης περὶ τοὺς πόδας, τοῦτ’ εἶπε· ᾽τοῖς ὅλοις μὲν ἔρρωμαι, ξένε, καὶ τῶν κολάκων πολὺ μᾶλλον ἐπὶ δεῖπνον τρέχω· ἀγωνιῶ δὲ καὶ δέδοικα παντελῶς, μὴ ποτ’ ἐπιβὰς κήρυκι τὸν πόδ’ ἀναπαρῶ αὐλεῖν ἐπὶ τοῖς ἱεροῖσιν αὐλητοῦ κακοῦ μέλλοντος ὁ Στρατόνικος ᾽ εὐφήμει, μέχρι σπείσαντες εὐξώμεσθα φησί, ᾽ τοῖς θεοῖς.᾽ Κλέων τις ἦν κιθαρῳδός, ὃς ἐκαλεῖτο Βοῦς, δεινῶς ἀπᾴδων τῇ λύρᾳ παραχρώμενος. τούτου διακούσας ὁ Στρατόνικος εἶφ’ ὅτι ᾽ ὄνος λύρας ἐλέγετο, νῦν δὲ βοῦς λύρας. Στρατόνικος ὁ κιθαρῳδὸς ὡς Βηρισάδην ἔπλευσεν εἰς τὸν Πόντον ὄντα βασιλέα, πολλοῦ χρόνου δ’ ἤδη γεγονότος ἀποτρέχειν ἠβούλετο Στρατόνικος εἰς τὴν Ἑλλάδα, ὡς δ’ αὐτὸν, ὡς ἔοικεν, οὐ προσίετο, τοῦτ’ ἀποκριθῆναί φασι τῷ Βηρισάδῃ· ‘σὺ γὰρ διανοεῖ φησίν, ‘αὐτοῦ καταμένειν;’ ἐν τῇ Κορίνθῳ παρεπεδήμησέν ποτε Στρατόνικος ὁ κιθαρῳδός, εἶτα γρᾴδιον ἐνέβλεπεν αὐτῷ κοὐκ ἀφίστατ’ οὐδαμοῦ. κᾆθ’ ὁ Στρατόνικος ᾽ πρὸς θεῶν, μῆτερ, φράσον τί ἔσθ’ ὃ βούλει καὶ τί μ’ εἰσβλέπεις ἀεί;᾽ διηπόρησα φησίν, ᾽ εἰ μήτηρ σε μὲν δέκα μῆνας εἶχε κἀκράτει τῆς κοιλίας, πόλις δ’ ἔχουσὰ σ’ ἡμέραν ἀλγεῖ μίαν Νικοκρέοντος εἰσιοῦσ’ Ἀξιοθέα γυνὴ μετὰ παιδίσκης ἅβρας εἰς τὸν πότον ἀπεψόφησε κᾆτα τῷ Σικυωνίῳ ἀμυγδάλην ἐπιβᾶσα συνέτριβεν συνεὶς Στρατόνικος εἶπεν ᾽ οὐχ ὅμοιος ὁ ψόφος ὑπὸ νύκτα τῆς φωνῆς δὲ ταύτης οὕνεκα ἐν τῷ πελάγει διέλυσε τὴν παρρησίαν. ἐπιδεικνυμένου πόθ᾽, ὡς ἔοικεν, ἐν Ἐφέσῳ ἀφυοῦς κιθαρῳδοῦ τὸν μαθητὴν τοῖς φίλοις, παρὼν κατὰ τύχην ὁ Στρατόνικος τοῦτ’ ἔφη· ᾽ ὃς αὐτὸς αὑτὸν οὐ κιθαρίζει φαῦλος ὤν, ἄλλους κιθαρίζων φαυλότατος ὢν δείκνυται.

Κλέαρχος δ’ ἐν δευτέρῳ περὶ φιλίας ᾽ Στρατόνικος, ᾽ φησίν, ᾽. ὁ κιθαριστὴς ἀναπαύεσθαι μέλλων ἐκέλευεν ἀεὶ τὸν παῖδα προσφέρειν αὑτῷ πιεῖν· οὐχ ὅτι διψῶ, φησίν, ἵνα δὲ μὴ διψήσω. ἐν δὲ Βυζαντίῳ κιθαρῳδοῦ τὸ μὲν προοίμιον ᾄσαντος εὖ, ἐν δὲ τοῖς λοιποῖς ἀποτυγχάνοντος, ἀναστὰς ἐκήρυξεν ὃς ἂν καταμηνύσῃ τὸν τὸ προοίμιον ᾄσαντα κιθαρῳδόν, λήψεται χιλίας δραχμάς. ἐρωτηθεὶς δ’ ὑπό τινος τίνες εἰσὶν οἱ μοχθηρότατοι, τῶν ἐν Παμφυλίᾳ Φασηλίτας μὲν ἔφησε μοχθηροτάτους εἶναι, Σιδήτας δὲ τῶν ἐν τῇ οἰκουμένῃ.᾽ πάλιν δ᾽· ἐπερωτηθείς, ὥς φησιν Ἡγήσανδρος, πότερα Βοιωτοὶ βαρβαρώτεροι τυγχάνουσιν ὄντες ἢ Θετταλοί, ᾽ Ἠλείους ἔφησεν. ἀναστήσας δέ ποτε καὶ τρόπαιον ἐν τῇ διατριβῇ ἐπέγραψε ᾽ κατὰ τῶν κακῶς κιθαριζόντων ἐρωτηθεὶς δὲ ὑπὸ τινος τίνα τῶν πλοίων ἀσφαλέστατά ἐστι, τὰ μακρὰ ἢ τὰ στρογγύλα, ᾽τὰ νενεωλκημένα ᾽ εἶπεν. ἐν Ῥόδῳ δ’ ἐπίδειξιν ποιούμενος, ὡς οὐδεὶς ἐπεσημήνατο, καταλιπὼν τὸ θέατρον ἐξῆλθεν εἰπὼν ᾽ ὅπου τὸ ἀδάπανον οὐ ποιεῖτε, πῶς ἐγὼ ἐλπίζω παρ’ ὑμῶν ἔρανον λήψεσθαι;᾽ ᾽ γυμνικοὺς δὲ ἀγῶνας, ᾽ ἔφη, ᾽ διατιθέτωσαν Ἠλεῖοι, Κορίνθιοι δὲ θυμελικούς, Ἀθηναῖοι δὲ σκηνικούς, εἰ δέ τις τούτων πλημμελοίη, μαστιγούσθωσαν Λακεδαιμόνιοι ἐπισκώπτων τὰς παρ’ αὐτοῖς ἀγομένας μαστιγώσεις, ὥς φησι Χαρικλῆς ἐν τῷ πρώτῳ περὶ τοῦ ἀστικοῦ ἀγῶνος. Πτολεμαίου δὲ τοῦ βασιλέως περὶ κιθαριστικῆς πρὸς αὐτὸν διαλεγομένου φιλονικότερον, ᾽ ἕτερόν ἐστιν εἶπεν, ʽ ὦ βασιλεῦ, σκῆπτρον, ἕτερον δὲ πλῆκτρον, ὥς φησι Καπίτων ὁ ἐποποιὸς ἐν δ# τῶν πρὸς Φιλόπαππον ὑπομνημάτων, παρακληθεὶς δ’ ἀκοῦσαί ποτε κιθαρῳδοῦ μετὰ τὴν ἀκρόασιν ἔφη· τῷ δ’ ἕτερον μὲν ἔδωκε πατήρ, ἕτερον δ’ ἀνένευσε. καί τινος εἰπόντος ᾽ τὸ ποῖον;᾽ ἔφη ᾽ κακῶς μὲν κιθαρίζειν ἔδωκεν, ᾄδειν δὲ καλῶς ἀνένευσε δοκοῦ δέ ποτε καταπεσούσης καὶ ἀποκτεινάσης ἕνα τῶν πονηρῶν ᾽ ἄνδρες ἔφη, ᾽ δοκῶ, εἰσὶ θεοί· εἰ δὲ μή εἰσι, δοκοί εἰσιν.

ἀναγράφει δὲ καὶ τάδε μετὰ τὰ προειρημένα τοῦ ε Στρατονίκου ἀπομνημονευμάτων οὕτως. Στρατόνικος πρὸς τὸν Χρυσογόνου πατέρα λέγοντα ὅτι πάντα αὐτῷ ὑπάρχει οἰκεῖα· αὐτὸς μὲν γὰρ ἐργολάβος εἶναι, τῶν δὲ υἱῶν ὁ μὲν διδάξει, ὁ δὲ αὐλήσει, προσδεῖ γ᾽, ἔφη ὁ Στρατόνικος, ᾽ἔτι ἑνός.᾽ εἰπόντος δὲ ᾽τίνος;᾽ θεάτρου, ἔφη, οἰκείου, ἐρομένου δέ τινος διὰ τί τὴν Ἑλλάδα πᾶσαν περινοστεῖ , ἀλλ’ οὐκ ἐν μιᾷ πόλει διαμένει, παρὰ τῶν Μουσῶν ἔφη εἰληφέναι τέλος τοὺς Ἕλληνας ἅπαντας, παρ’ ὧν πράττεσθαι μισθὸν ἀμουσίας. τὸν Φάωνα δὲ ἔφη αὐλεῖν οὐχ ἁρμονίαν, ἀλλὰ τὸν Κάδμον. προσποιουμένου δὲ εἶναι Φάωνος αὐλητικοῦ καὶ ἔχειν φάσκοντος Μεγαροῖ χορόν, ᾽ ληρεῖς ἔφη· ᾽ ἐκεῖ μὲν γὰρ οὐκ ἔχεις, ἀλλ’ ἔχει.᾽ μάλιστα δὲ θαυμάζειν ἔφη τὴν τοῦ σοφιστοῦ Σατύρου μητέρα, ὅτι ὃν οὐδεμία πόλις ἐνεγκεῖν οἵα τε δέκα ἡμέρας, ἐκείνη δέκα μῆνας ἤνεγκε. πυνθανόμενος δὲ ἐν Ἰλίῳ ἐπιδημεῖν αὐτὸν ἐν τοῖς Ἰλιείοις ᾽ αἰεί ἔφησεν, ᾽ Ἰλίῳ κακά Μυννάκου δ’ αὐτῷ περὶ μουσικῆς διαμφισβητοῦντος οὐ προσέχειν αὐτῷ ἔφη, ὅτι ἀνώτερον τοῦ σφυροῦ λέγει, τὸν δὲ φαῦλον ἰατρὸν ἀπαυθημερίζειν ἔφη ποιεῖν εἰς Ἅιδου τοὺς θεραπευομένους. ἀπαντήσας δέ τινι τῶν γνωρίμων ὡς εἶδεν ἐσπογγισμένα τὰ ὑποδήματα καλῶς συνηχθέσθη ὡς πράττοντι κακῶς, νομίζων οὐκ ἂν οὕτως ἐσπογγίσθαι καλῶς, εἰ μὴ αὐτὸς ἐσπόγγισεν. ἐν Τειχιοῦντι δὲ τῆς Μιλήτου μιγάδων οἰκούντων ὡς ἑώρα πάντας τοὺς τάφους ξενικοὺς ὄντας ʽ᾽ ἀπίωμεν ἔφη, ᾽ παῖ· ἐνταῦθα γὰρ οἱ ξένοι ἐοίκασιν ἀποθνῄσκειν, τῶν δ’ ἀστῶν οὐδείς Ζήθου δὲ τοῦ κιθαριστοῦ διεξιόντος περὶ μουσικῆς, μόνῳ δὲ οὐκ ἔφη προσήκειν περὶ μουσικῆς λαλεῖν, ᾽ ὅς γε, ᾽ ἔφη, τὸ ἀμουσότατον τῶν ὀνομάτων εἵλου, εἰ σεαυτὸν ἀντ’ Ἀμφίονος Ζῆθον καλεῖς.᾽ Μακεδόνα δέ τινα κιθαρίζειν διδάσκων ἐκπικρανθεὶς ἐπὶ τῷ μηδὲν αὐτὸν ποιεῖν τῶν δεόντων ᾽ εἰς Μακεδονίανἔφη.

πρὸς βαλανείῳ ψυχρῷ καὶ φαύλῳ κεκοσμημένον ἰδὼν ἡρῷον λαμπρῶς ὡς ἐξῆλθεν λελουμένος κακῶς ᾽ οὐ θαυμάζω ἔφη, ᾽ ὅτι πολλοὶ ἀνάκεινται πίνακες· ἕκαστον γὰρ τῶν λουομένων ὡς σωθέντα ἀνατιθέναι ἐν Αἴνῳ δὲ ἔφη τοὺς μὲν ὀκτὼ μῆνας εἶναι ψῦχος, τοὺς δὲ τέτταρας χειμῶνα. ᾽ τοὺς δὲ Ποντικοὺς ἐκ τοῦ πολλοῦ ἥκειν πόντου ὥσπερ ἐκ τοῦ ὀλέθρου. τοὺς δὲ Ῥοδίους ἐκάλει λευκοὺς Κυρηναίους καὶ μνηστήρων πόλιν, τὴν δ’ Ἡράκλειαν Ἀνδροκόρινθον καὶ τὸ Βυζάντιον μασχάλην τῆς Ἑλλάδος, τοὺς δὲ Λευκαδίους ἑώλους Κορινθίους, τοὺς δ’ Ἀμβρακιώτας Μεμβρακιώτας. ἐκ τῆς δ’ ʽ Ἡρακλείας ὡς ἐξῄει τὰς πύλας καὶ περιεσκόπει, ἐρομένου τινὸς τί περισκοπεῖ , αἰσχύνεσθαι ἔφη μὴ ὀφθῇ, ὥσπερ ἐκ πορνείου ἐξιών. ἰδὼν δ’ ἐν τῷ κύφωνι δεδεμένους δύο ᾽ ὡς μικροπολιτικόν ἔφη, ᾽ τὸ μὴ δύνασθαι συμπληρῶσαι.᾽ πρὸς δὲ ἁρμονικόν τινα, κηπουρὸν ὄντα πρότερον, ἀμφισβητοῦντ’ αὐτῷ περὶ ἁρμονίας ἔφη· ἄρδοι τις ἣν ἕκαστος εἰδείη τέχνην, ἐν Μαρωνείᾳ δὲ συμπίνων τισὶν ἐθέλειν ἔφη γνῶναι κατὰ τίνα τόπον ἐστὶ τῆς πόλεως, ἐὰν κατακαλύψαντες ἄγωσιν. εἶθ’ ὡς ἦγον καὶ ἠρώτων, ᾽ κατὰ τὸ καπηλεῖον ἔφη, ὅτι καπηλεῖα ἐδόκει εἶναι ἡ Μαρώνεια, τὸν δὲ Τηλεφάνην, ἐπεὶ ἀναφυσᾶν ἤρχετο παρακατακείμενος, ᾽ ἄνω ἔφη, ᾽ ὡς οἱ ἐρυγγάνοντες.᾽ τοῦ δὲ βαλανέως ἐν Καρδίᾳ ῥύμμα γῆν μοχθηρὰν καὶ ὕδωρ ἁλμυρὸν παρέχοντος, πολιορκεῖσθαι ἔφη κατὰ γῆν καὶ κατὰ θάλατταν.

νικήσας δ’ ἐν Σικυῶνι τοὺς ἀνταγωνιστὰς ἀνέθηκεν εἰς τὸ Ἀσκληπιεῖον τρόπαιον ἐπιγράψας· ᾽ Στρατόνικος ἀπὸ τῶν κακῶς κιθαριζόντων.᾽ ᾄσαντος δέ τινος, ἤρετο τίνος τὸ μέλος, εἰπόντος δ’ ὅτι Καρκίνου, ᾽ πολύ γε μᾶλλον ἔφη, ᾽ ἢ ἀνθρώπου ἐν Μαρωνείᾳ δ’ ἔφη οὐ γίνεσθαι ἔαρ, ἀλλ’ ἀλέαν. ἐν Φασήλιδι δὲ πρὸς τὸν παῖδα διαμφισβητοῦντος τοῦ βαλανέως περὶ τοῦ ἀργυρίου ἦν γὰρ νόμος πλείονος λούειν τοὺς ξένους) ‘ὦ μιαρέ,’ ἔφη, ‘παῖ, παρὰ χαλκοῦν με μικροῦ Φασηλίτην ἐποίησας.’ πρὸς δὲ τὸν ἐπαινοῦντα ἵνα λάβῃ τι, αὐτὸς ἔφη μείζων εἶναι πτωχός, ἐν μικρᾷ δὲ πόλει διδάσκων ἔφη ‘αὕτη οὐ πόλις ἐστίν, ἀλλὰ μόλις.’ ἐν Πέλλῃ δὲ πρὸς φρέαρ προσελθὼν ἠρώτησεν εἰ πότιμόν ἐστιν. εἰπόντων δὲ τῶν ἱμώντων ‘ἡμεῖς γε τοῦτο πίνομεν,’ ‘οὐκ ἄρ’,’ ἔφη, ‘πότιμόν ἐστιν.’ ἐτύγχανον δ’ οἱ ἄνθρωποι χλωροὶ ὄντες. ἐπακούσας δὲ τῆς ᾽ Ὠδῖνος τῆς Τιμοθέου ‘εἰ δ’ ἐργολάβον,’ ἔφη, ‘ἔτικτεν καὶ μὴ θεόν, ποίας ἂν ἠφίει φωνάς.’ Πολυίδου δὲ σεμνυνομένου ὡς ἐνίκησε Τιμόθεον ὁ μαθητὴς αὐτοῦ Φιλωτᾶς, θαυμάζειν ἔφη, ᾽ εἰ ἀγνοεῖς ὅτι αὐτὸς μὲν ψηφίσματα ποιεῖ, Τιμόθεος δὲ νόμους.᾽ πρὸς Ἄρειον δὲ τὸν ψάλτην ὀχλοῦντά τι αὐτὸν ᾽ ψάλλ’ ἐς κόρακας ἔφη. ἐν Σικυῶνι δὲ πρὸς νακοδέψην γεγενημένον, ἐπεὶ ἐλοιδορεῖτό τι αὐτῷ καὶ ᾽ κακόδαιμον ᾽ ἔφη, ᾽ νακόδαιμον ᾽ ἔφη. τοὺς δὲ Ῥοδίους ὁ αὐτὸς Στρατόνικος σπαταλῶνας καὶ θερμοπότας θεωρῶν ἔφη αὐτοὺς λευκοὺς εἶναι Κυρηναίους. καὶ αὐτὴν δὲ τὴν Ῥόδον ἐκάλει μνηστήρων πόλιν, χρώματι μὲν εἰς ἀσωτίαν διαλλάττειν ἐκείνων ἡγούμενος αὐτούς, ὁμοιότητι δ’ εἰς καταφέρειαν ἡδονῆς τὴν πόλιν μνηστήρων εἰκάζων.

ζηλωτὴς δὲ τῶν εὐτραπέλων λόγων τούτων ἐγένετο ὁ Στρατόνικος Σιμωνίδου τοῦ ποιητοῦ, ὥς φησιν Ἔφορος ἐν δευτέρῳ περὶ εὑρημάτων, φάσκων καὶ Φιλόξενον τὸν Κυθήριον περὶ τὰ ὅμοια ἐσπουδακέναι. Φαινίας δ’ ὁ περιπατητικὸς ἐν δευτέρῳ περὶ ποιητῶν Στρατόνικος, , φησίν, ᾽ ὁ Ἀθηναῖος δοκεῖ τὴν πολυχορδίαν εἰς τὴν ψιλὴν κιθάρισιν πρῶτος εἰσενεγκεῖν καὶ πρῶτος μαθητὰς τῶν ἁρμονικῶν ἔλαβε καὶ διάγραμμα συνεστήσατο. ἦν δὲ καὶ ἐν τῷ γελοίῳ οὐκ ἀπίθανος φασὶ δὲ καὶ τελευτῆσαι αὐτὸν διὰ τὴν ἐν τῷ γελοίῳ παρρησίαν ὑπὸ Νικοκλέους τοῦ Κυπρίων βασιλέως φάρμακον πιόντα διὰ τὸ σκώπτειν αὐτοῦ τοὺς υἱούς.

τοῦ δ’ Ἀριστοτέλους τεθαύμακα, ὃν πολυθρύλητον πεποιήκασιν οἱ σοφοὶ οὗτοι, καλέ μου Δημόκριτε καὶ σὺ τῶν λόγων αὐτοῦ πρεσβεύεις ὡς καὶ τῶν ἄλλων φιλοσόφων τε καὶ ῥητόρων τῆς ἀκριβείας, πότε μαθὼν ἢ παρά τίνος ἀνελθόντος ἐκ τοῦ βυθοῦ ΠρωτέωςΝηρέως, τί ποιοῦσιν οἱ ἰχθύες ἢ πῶς κοιμῶνται ἢ πῶς διαιτῶνται. τοιαῦτα γὰρ συνέγραψεν ὡς εἶναι κατὰ τὸν κωμῳδιοποιὸν ᾽ θαύματα μωροῖς.᾽ φησὶν γάρ ὅτι κήρυκες μὲν καὶ πάντα τὰ ὀστρακόδερμα ἀνόχευτον αὐτῶν ἐστι τὸ γένος καὶ ὅτι ἡ πορφύρα καὶ ὁ κῆρυξ μακρόβια, ζῆν γὰρ τὴν πορφύραν ἔτη ἓξ πόθεν ἦν αὐτῷ εἰδέναι; καὶ ὅτι ἐπὶ πλεῖστον χρόνον ἐν ὀχείᾳ γίγνεται ἡ ἔχιδνα, καὶ ὅτι μέγιστον μὲν ἐστιν ἡ φάττα, δεύτερον δὲ ἡ οἰνάς, ἐλάχιστον δὲ ἡ τρυγών. πόθεν δ’ ὅτι ὁ μὲν ἄρρην ἵππος ζῇ ἔτη πέντε καὶ τριάκοντα, ἡ δὲ θήλεια πλείω τῶν τεσσαράκοντα, βιῶσαι φήσας τινὰ καὶ ἑβδομήκοντα πέντε, ἱστορεῖ δ’ ὅτι καὶ ἐκ τῆς τῶν φθειρῶν ὀχείας αἱ κόνιδες γεννῶνται καὶ ὅτι ἐκ τοῦ σκώληκος μεταβάλλοντος γίνεται κάμπη ἐξ ἧς βομβυλιός, ἀφ’ οὗ ὁ νεκύδαλλος ὀνομαζόμενος· ἀλλὰ μὴν καὶ τὰς μελίσσας βιοῦν φησι μέχρι ἐτῶν ἕξ, τινὰς δὲ καὶ ἑπτά. οὐκ ὦφθαι δέ φησιν οὔτε μέλισσαν οὔτε κηφῆνα ὀχεύοντας, ὅθεν οὐκ εἶναι διιδεῖν πότερα αὐτῶν ἄρρενα ἢ θήλεα, πόθεν δ’ ὅτι οἱ ἄνθρωποι ἥσσονες μελισσῶν αἰεὶ γὰρ αὗται τὴν ἰσότητα τοῦ βίου τηροῦσιν, οὐ μεταβαλλόμεναι, ἀλλ’ ἀγείρουσαι καὶ ἀδιδάκτως ποιοῦσαι. οἱ δ’ ἄνθρωποι ἥσσονες μελισσῶν καὶ πλήρεις οἰήσεως ὡς ἐκεῖναι μέλιτος· πόθεν δ’ ἐτήρησεν; ἐν δὲ τῷ περὶ μακροβιότητός φησιν ὅτι ὦπταί τις μυῖα ἔτη ἕξ ἢ ἑπτὰ ζήσασα. τίς γὰρ τούτων ἡ ἀπόδειξις;

ποῦ δὲ εἶδεν ἐκ κέρατος ἐλάφου κισσὸν ἀναφύντα; γλαῦκες δέ., φησί, καὶ κόρακες ἡμέρας ἀδυνατοῦσι βλέπειν διὸ νύκτωρ τὴν τροφὴν ἑαυτοῖς θηρεύουσι καὶ οὐ πᾶσαν νύκτα, ἀλλὰ τὴν ἀκρέσπερον, καὶ τὰς ἰδέας δὲ τῶν ὀφθαλμῶν αὐτῶν οὐκ ἐμφερεῖς εἶναι; τοῖς μὲν γὰρ γλαυκαί, τοῖς δὲ μέλαιναι, τοῖς δὲ χαροποί. ἀνθρώποις δὲ ὅτι παντοῖος ὁ ὀφθαλμὸς ἠθῶν τε διαφορὰς εἶναι περὶ τοὺς ὀφθαλμοὺς λέγει· τοὺς μὲν γὰρ αἰγωποὺς τῶν ἀνθρώπων πρὸς ὀξύτητα μὲν ὄψεως εὖ πεφυκέναι, τὰ δ’ ἤθη βελτίστους εἶναι. καὶ τῶν ἄλλων τοὺς μὲν ἐκτὸς ἔχειν τοὺς ὀφθαλμούς, τοὺς δὲ ἐντός, ἄλλους δὲ μέσως. καὶ τοὺς μὲν ἐντὸς ὀξυωπεστάτους εἶναι, τοὺς δ’ ἐκτὸς κακοηθεστάτους· οἱ δὲ μέσως, φησίν, ἔχοντες ἐπιεικεῖς, εἶναι δέ τινας καὶ σκαρδαμυκτικούς, τοὺς δ’ ἀτενεῖς, τοὺς δὲ μέσους· ἀβεβαίους δ’ εἶναι τοὺς σκαρδαμυκτικούς, ἀναιδεῖς. δ’ εἶναι τοὺς ἀτενεῖς· τοὺς δὲ μέσους βελτίστων ἠθῶν. μόνον τε ἄνθρωπον τῶν ζῴων τὴν καρδίαν ἔχειν ἐν τοῖς ἀριστεροῖς μέρεσι, τὰ δ’ ἄλλα ἐν τῷ μέσῳ. καὶ τοὺς ἄρρενας τῶν θηλειῶν πλείονας ὀδόντας ἔχειν. τετηρῆσθαί δέ φησι τοῦτο καὶ ἐπὶ προβάτου καὶ ἐπὶ συὸς καὶ ἐπὶ αἰγός. τῶν δὲ ἰχθύων οὐδένα γεννᾶσθαι ὄρχεις ἔχοντα· μαστοὺς δὲ οὔτ’ ἰχθὺν ἔχειν οὔτε ὄρνιθα, δελφῖνα δὲ μόνον οὐκ ἔχειν χολήν. ἔνιοι δέ, φησίν, ἐπὶ μὲν τῷ ἥπατι οὐκ ἔχουσιν χολήν, ἀλλὰ πρὸς τοῖς ἐντέροις, ὡς ἔλοψ καὶ συναγρὶς καὶ σμύραινα καὶ ξιφίας καὶ χελιδών. ἡ δὲ ἀμία παρ’ ὅλον τὸ ἔντερον παρατεταμένην ἔχει τὴν χολήν, ἱέραξ δὲ καὶ ἰκτῖνος πρὸς τῷ ἥπατι καὶ τοῖς ἐντέροις· ὁ δ’ αἰγοκέφαλος πρὸς τῷ ἥπατι καὶ τῇ κοιλίᾳ, περιστερὰ δὲ καὶ ὄρτυξ καὶ χελιδὼν οἱ μὲν πρὸς τοῖς ἐντέροις, οἱ δὲ πρὸς τῇ κοιλίᾳ,

τὰ δὲ μαλακόδερμά φησι καὶ τὰ ὀστρακόδερμα καὶ τὰ σελαχώδη καὶ τὰ ἔντομα πλείονα χρόνον ὀχεύειν. δελφῖνα δὲ καί τινας τῶν ἰχθύων παρακατακλινομένους ὀχεύειν, καὶ εἶναι τῶν μὲν δελφίνων βραδεῖαν τὴν μῖξιν, τῶν δὲ ἰχθύων ταχεῖαν. ἔτι ὁ λέων, φησί, στερέμνια ἔχει τὰ ὀστᾶ , καὶ κοπτομένων αὐτῶν ὥσπερ ἐκ τῶν λίθων πῦρ ἐκλάμπειν. δελφὶς δὲ ὀστᾶ μὲν ἔχει καὶ οὐκ ἄκανθαν, τὰ δὲ σελάχη καὶ χόνδρον καὶ ἄκανθαν. τῶν δ’ ἰχθύων .., τὰ μὲν εἶναι χερσαῖα, τὰ δὲ ἔνυδρα, τὰ δὲ πυριγενῆ. εἶναι δέ τινα καὶ ἐφήμερα καλούμενα, ἃ μίαν μόνην ἡμέραν ζῆν. τὰ δὲ ἀμφίβια εἶναι ὡς τὸν ποτάμιον ἵππον καὶ κροκόδειλον καὶ ἔνυδριν. πάντα τε τὰ ζῷα δύο ἡγεμόνας ἔχειν πόδας, καρκίνον δέ τέσσαρας, ὅσα δ’ ἔναιμά ἐστι, φησί, τῶν ζῴων ἢ ἄποδά ἐστιν ἢ δίποδα ἢ τετράποδα, ὅσα δὲ τῶν τεσσάρων πλείονας ἔχει πόδας ἄναιμά ἐστι. διὸ καὶ πάντα τὰ κινούμενα τέτταρσι σημείοις κινεῖται· ἄνθρωπος μὲν β’ ποσὶ καὶ β’ χερσίν, ὄρνις δὲ β’ ποσὶ καὶ β’ πτέρυξιν, ἔγχελυς καὶ γόγγρος δύο πτερυγίοις καὶ δύο καμπαῖς. ἔτι τῶν ζῴων τὰ μὲν ἔχει χεῖρας, ὡς ἄνθρωπος, τὰ δὲ δοκεῖ, ὡς πίθηκος· οὐδὲν γὰρ τῶν ἀλόγων ζῴων δίδωσι καὶ λαμβάνει, πρὸς ἅπερ αἱ χεῖρες ὄργανα δέδονται, πάλιν τῶν ζῴων τὰ μὲν ἄρθρα ἔχει, ὡς ἄνθρωπος, ὄνος, βοῦς, τὰ δὲ ἄναρθρά ἐστιν, οἷον ὄφεις, ὄστρεα, πλεύμονες. πολλά τε τῶν ζῴων οὐ κατὰ πᾶσαν ὥραν φαίνεται, οἷον τὰ φωλεύοντα, καὶ ὅσα δὲ μὴ φωλεύει οὐκ αἰεὶ φαίνεται, οἷον χελιδόνες καὶ πελαργοί.

πολλὰ δὲ ἔχων ἔτι λέγειν περὶ ὧν ἐλήρησεν ὁ φαρμακοπώλης παύομαι, καίτοι εἰδὼς καὶ Ἐπίκουρον τὸν φιλαληθέστατον ταῦτ’ εἰπόντα περὶ αὐτοῦ ἐν τῇ περὶ ἐπιτηδευμάτων ἐπιστολῇ, ὅτι καταφαγὼν τὰ πατρῷα ἐπὶ στρατείαν ὥρμησε καὶ ὅτι ἐν ταύτῃ κακῶς πράττων ἐπὶ τὸ φαρμακοπωλεῖν ἦλθεν εἶτα ἀναπεπταμένου τοῦ Πλάτωνος περιπάτου, φησί, παραβαλὼν ἑαυτὸν προσεκάθισε τοῖς λόγοις, οὐκ ὢν ἀφυής, καὶ κατὰ μικρὸν εἰς τὴν θεωρουμένην ἕξιν ἦλθεν. οἶδα δὲ ὅτι ταῦτα μόνος Ἐπίκουρος εἴρηκεν κατ’ αὐτοῦ, οὔτε δ’ Εὐβουλίδης, ἀλλ’ οὐδὲ Κηφισόδωρος τοιοῦτόν τι ἐτόλμησεν εἰπεῖν κατὰ τοῦ Σταγειρίτου, καίτοι καὶ συγγράμματα ἐκδόντες κατὰ τἀνδρός. ἐν δὲ τῇ αὐτῇ ἐπιστολῇ ὁ Ἐπίκουρος καὶ Πρωταγόραν φησὶ τὸν σοφιστὴν ἐκ φορμοφόρου καὶ ξυλοφόρου πρῶτον μὲν γενέσθαι γραφέα Δημοκρίτου· θαυμασθέντα δ’ ὑπ’ ἐκείνου ἐπὶ ξύλων τινὶ ἰδίᾳ συνθέσει ἀπὸ ταύτης τῆς ἀρχῆς ἀναληφθῆναι ὑπ’ αὐτοῦ καὶ διδάσκειν ἐν κώμῃ τινὶ γράμματα, ἀφ’ ὧν ἐπὶ τὸ σοφιστεύειν ὁρμῆσαι. κἀγὼ δέ, ἄνδρες συνδαιταλῆς, ἀπὸ τῶν πολλῶν τούτων λόγων τὴν ὁρμὴν ἔχω ἐπὶ τὸ ἤδη γαστρίζεσθαι.

εἰπόντος οὖν τινος ἔτι παρασκευάζεσθαι τοὺς μαγείρους διὰ τὴν πολλὴν τῶν λόγων ἑστίασιν ἵνα μὴ ψυχρὰ παρατιθῶσιν οὐδεὶς γὰρ ἂν φάγοι ψυχρῶν, ὁ Κύνουλκος ἔφη· κατὰ τὸν Ἀλέξιδος τοῦ κωμῳδιοποιοῦ Μίλκωνα. ἐγὼ ʽ φησιν᾽ κἂν μὴ παραθῶσι θερμά, τἀγαθὸν Πλάτων ἁπανταχοῦ φησ’ ἀγαθὸν εἶναι, μανθάνεις; τὸ δ’ ἡδὺ πάντως ἡδὺ κἀκεῖ κἀνθάδε. οὐκ ἀχαρίτως δὲ καὶ Σφαῖρον τὸν συσχολάσαντα μὲν Χρυσίππῳ παρὰ Κλεάνθει, μετάπεμπτον δὲ γενόμενον εἰς Ἀλεξάνδρειαν ὑπὸ τοῦ βασιλέως Πτολεμαίου, κηρίνων ποτὲ ἐν τῷ δείπνῳ παρατεθεισῶν ὀρνίθων ἐκτείναντα τὰς χεῖρας ἐπισχεθῆναι ὑπὸ τοῦ βασιλέως, ὡς ψεύδει συγκατατιθέμενον. τὸν δ’ εὐστόχως ἀποφήνασθαι εἰπόντα οὐ τούτῳ συγκατατίθεσθαι ὅτι εἰσὶν ὄρνεις, ἀλλ’ ὅτι εὔλογόν ἐστι ταύτας ὄρνεις εἶναι. διαφέρειν δὲ τὴν καταληπτικὴν φαντασίαν τοῦ εὐλόγου· τὴν μὲν γὰρ ἀδιάψευστον εἶναι, τὸ δ’ εὔλογον κἂν ἄλλως ἀποβαίνειν. καὶ ἡμῖν οὖν κατὰ τὴν καταληπτικὴν φαντασίαν καὶ τῶν κηρίνων περιενεχθήτω, ἵνα κἂν κατὰ τὴν ὄψιν πλανᾶσθαι δυνώμεθα μὴ πάντα λαλῶμεν.

καὶ μελλόντων ἤδη δειπνεῖν ἐπισχεῖν ἐκέλευσεν ὁ Δάφνος, ἐπειπὼν τὸ ἐκ ΜαμμακύθουΑὐρῶν Μεταγένους ἰαμβεῖον ὥσπερ ἐπειδὰν δειπνῶμέν που, τότε πλεῖστα λαλοῦμεν ἅπαντες. κἀγὼ φημι ἐνδεῶς εἰρῆσθαι τὸν περὶ ἰχθύων λόγον, πολλὰ εἰρηκότων καὶ Ἀσκληπιαδῶν παίδων, Φιλοτίμου λέγω ἐν τοῖς περὶ τροφῆς καὶ Μνησιθέου τοῦ Ἀθηναίου, ἔτι δὲ Διφίλου τοῦ Σιφνίου οὗτος γὰρ ἐν τῷ ἐπιγραφομένῳ περὶ τῶν προσφερομένων τοῖς νοσοῦσι καὶ τοῖς ὑγιαίνουσί φησιν ὅτι τῶν θαλασσίων ἰχθύων οἱ μὲν πετραῖοί εἰσιν εὔφθαρτοι, εὔχυλοι, σμηκτικοί, κοῦφοι, ὀλιγότροφοι, οἱ δὲ πελάγιοι δυσφθαρτότεροι, πολύτροφοι, δυσοικονόμητοι. καὶ τῶν πετραίων ὁ φύκης καὶ ἡ φυκίς, ἁπαλώτατα ἰχθύδια ὄντα, ἄβρωμα καὶ εὔφθαρτά ἐστιν, ἡ δὲ πέρκη τούτοις προσεοικυῖα κατὰ τόπους ὀλίγῳ διαλλάττει. οἱ δὲ κωβιοὶ ἀναλογοῦσι τῇ πέρκῃ· ὧν οἱ μικροὶ καὶ οἱ λευκοὶ ἁπαλοί εἰσιν, ἄβρωμοι, εὔχυλοι, εὔπεπτοι· οἱ δὲ χλωροὶ καλοῦνται δὲ καυλίναι ξηροί εἰσι καὶ ἀλιπεῖς. αἱ δὲ χάνναι ἁπαλόσαρκοι, σκληρότεραι δὲ τῆς πέρκης. ὁ δὲ σκάρος ἁπαλόσαρκος , ψαθυρός, γλυκύς, κοῦφος, εὔπεπτος, εὐανάδοτος, εὐκοίλιος. τούτων δὲ ὁ πρόσφατος ὕποπτος, ἐπειδὴ τοὺς θαλαττίους λαγὼς θηρεύοντες σιτοῦνται· διὸ καὶ τὰ ἐντὸς χολέρας ποιητικὰ ἔχει. ἡ δὲ καλουμένη κηρὶς ἁπαλόσαρκος, εὐκοίλιος, εὐστόμαχος· ὁ δὲ χυλὸς αὐτῆς παρυγραίνει καὶ σμήχει. ὀρφὸς ἢ ὀρφὼς εὔχυλος, πολύχυλος, γλίσχρος, δύσφθαρτος, πολύτροφος, οὐρητικός· τὰ δὲ πρὸς τῇ κεφαλῇ αὐτοῦ γλίσχρα, εὔπεπτα, τὰ δὲ σαρκώδη δύσπεπτα, βαρύτερα· ἁπαλώτερον δὲ τὸ οὐραῖον φλέγματος δ’ ἐστὶ δραστικὸς ὁ ἰχθὺς καὶ δύσπεπτος. αἱ δὲ σφύραιναι τῶν γόγγρων εἰσὶ τροφιμώτεραι. ἡ δὲ λιμναία ἔγχελυς τῆς θαλασσίας ἐστὶν εὐστομωτέρα καὶ πολυτροφωτέρα. τῷ δὲ μελανούρῳ ἀναλογεῖ ὁ χρύσοφρυς. σκορπίοι δὲ οἱ πελάγιοι καὶ κιρροὶ τροφιμώτεροι τῶν τεναγωδῶν τῶν ἐν τοῖς αἰγιαλοῖς τῶν μεγάλων.

σπάρος δὲ δριμύς, ἁπαλόσαρκος, ἄβρωμος, εὐστόμαχος, οὐρητικός, ἑφθὸς μὲν οὐκ ἄπεπτος, ταγηνιστὸς δὲ δύσπεπτος. τρίγλη εὐστόμαχος, παραστύφουσα, σκληρόσαρκος, δύσφθαρτος, ἐφεκτικὴ κοιλίας καὶ μάλιστα ἡ ἐξ ἀνθράκων ἡ δὲ ἀπὸ τηγάνου βαρεῖα καὶ δύσπεπτος, κοινῶς δὲ πᾶσα αἵματος ἐκκριτική. συνόδους καὶ χάραξ τοῦ μὲν αὐτοῦ γένους εἰσί, διαφέρει δ’ ὁ χάραξ. φάγρος γίνεται μὲν καὶ ποτάμιος, καλλίων δ’ ἐστὶν ὁ θαλάττιος. καπρίσκος καλεῖται μὲν καὶ μῦς, βρωμώδης δ’ ἐστὶ καὶ σκληρός, κιθάρου δ’ ἐστὶ δυσπεπτότερος· δέρμα δ’ ἔχει εὔστομον. ῥαφὶς ἢ βελόνη καλεῖται δὲ καὶ ἀβλεννής δύσπεπτος, ὑγρός, εὐκοίλιος. θρίσσα καὶ τὰ ὁμογενῆ, χαλκὶς καὶ ἐρίτιμος, εὐανάδοτα. κεστρεὺς δὲ γίνεται μὲν καὶ θαλάσσιος καὶ λιμναῖος καὶ ποτάμιος, οὗτος δέ, φησί, καλεῖται καὶ ὀξύρυγχος , κορακῖνος δ’ ὁ ἐκ τοῦ Νείλου· ἥττων δ’ ὁ μέλας τοῦ λευκοῦ καὶ ὁ ἑφθὸς τοῦ ὀπτοῦ· οὗτος γὰρ καὶ εὐστόμαχος καὶ εὐκοίλιος. σάλπη σκληρά, ἄστομος· κρείσσων δ’ ἡ ἐν Ἀλεξανδρείᾳ καὶ ἡ τῷ φθινοπώρῳ γινομένη ι ὑγρόν τι γὰρ καὶ λευκόν, ἔτι δὲ καὶ ἄβρωμον ἀνίησιν. ὁ γρύλλος ὅμοιος μὲν ἐστιν ἐγχέλει, ἄστομος δέ. ὁ δ’ ἱέραξ σκληροσαρκότερος μὲν κόκκυγος, τοῖς δ’ ἄλλοις ὅμοιος· καὶ ὁ κόραξ ἱέρακος σκληρότερος, οὐρανοσκόπος δὲ καὶ ὁ ἁγνὸς καλούμενος ἢ καὶ καλλιώνυμος βαρεῖς, βῶξ δὲ ἑφθὸς εὔπεπτος, εὐανάδοτος, ὑγρὸν ἀνιείς, εὐκοίλιος· ὁ δ’ ἀπ’ ἀνθράκων γλυκύτερος καὶ ἁπαλώτερος. βάκχος εὔχυλος, πολύχυλος, εὔτροφος, τράγος οὐκ εὔχυλος, ἄπεπτος, βρωμώδης. ψῆττα, βούγλωσσοι εὔτροφοι καὶ ἡδεῖαι. τούτοις ἀναλογεῖ καὶ ὁ ῥόμβος. λευκίσκοι, κέφαλοι, κεστρεῖς, μυξῖνοι, χελλῶνες ὅμοιοί εἰσι κατὰ τὴν προσφοράν, τοῦ δὲ κεφάλου καταδεέστερός ἐστιν ὁ κεστρεύς, ἥσσων δὲ ὁ μυξῖνος, τελευταῖος ὁ χελλών.

θυννὶς δὲ καὶ θύννος βαρεῖς καὶ πολύτροφοι. ὁ δὲ καλούμενος ἀκαρνὰν γλυκύς ἐστι καὶ παραστύφων, τρόφιμος δὲ καὶ εὐέκκριτος. ἡ δὲ ἀφύη βαρεῖά ἐστι καὶ δύσπεπτος· ὧν ἡ λευκὴ καλεῖται κωβῖτις. καὶ ὁ ἑψητὸς δέ, τὸ μικρὸν ἰχθύδιον, τοῦ αὐτοῦ γένους ἐστί. τῶν δὲ σελαχίων ὁ μὲν βοῦς κρεώδης, ὁ δὲ γαλεὸς κρείσσων ὁ ἀστερίας λεγόμενος· ὁ δὲ ἀλωπεκίας ὅμοιός ἐστι τῇ γεύσει τῷ χερσαίῳ ζῴῳ, διὸ καὶ τοῦ ὀνόματος ἔτυχε, καὶ ἡ βατὶς δὲ εὔστομος, ἡ δὲ ἀστερία βατὶς ἁπαλωτέρα καὶ εὔχυλος· ὁ δὲ λειόβατος δυσκοιλιώτερος καὶ βρωμώδης. ἡ δὲ νάρκη, δύσπεπτος οὖσα, τὰ μὲν κατὰ τὴν κεφαλὴν ἁπαλά τε καὶ εὐστόμαχα ἔχει, ἔτι δὲ εὔπεπτα, τὰ δὲ ἄλλα οὔ· κρείττονες δέ εἰσιν αἱ μικραὶ καὶ μάλιστα αἱ λιτῶς ἑψόμεναι. ἡ δὲ ῥίνη· καὶ αὐτὴ τῶν σελαχίων οὖσα, εὔπεπτός ἐστι καὶ κούφη. ἡ δὲ μείζων καὶ τροφιμωτέρα. κοινῶς δὲ πάντα τὰ σελάχια φυσώδη ἐστὶ καὶ κρεώδη καὶ δυσκατέργαστα πλεοναζόμενά τε τὰς ὄψεις ἀμβλύνει, ἡ δὲ σηπία καὶ ἑψομένη μὲν ἁπαλὴ καὶ εὔστομος καὶ εὔπεπτος, ἔτι δ’ εὐκοίλιος· ὁ δ’ ἀπ᾽· αὐτῆς χυλὸς λεπτυντικός ἐστιν αἵματος καὶ κινητικὸς τῆς δι’ αἱμορροίδων ἐκκρίσεως. τευθὶς δὲ εὐπεπτοτέρα καὶ τρόφιμος, καὶ μᾶλλον ἡ μικρά· ἡ δὲ ἑφθὴ σκληροτέρα ἐστὶ καὶ οὐκ εὔστομος. ὁ δὲ πῶλυψ συνεργεῖ μὲν ἀφροδισίοις, σκληρὸς δ’ ἐστὶ καὶ δύσπεπτος· ὁ δὲ μείζων τροφιμώτερος. παρυγραίνει δὲ καὶ κοιλίαν ἑψόμενος ἐπὶ πλεῖον καὶ τὸν στόμαχον ἵστησιν. ἐμφανίζει δὲ καὶ Ἄλεξις ἐν Παμφίλῃ τοῦ πολύποδος τὸ χρήσιμον λέγων ὧδε· ἐρῶντι δέ, Κτήσων, τί μᾶλλον συμφέρει ὧν νῦν φέρων πάρειμι; κήρυκας, κτένας, βολβοὺς μέγαν τε πουλύπουν ἰχθῦς θ’ ἁδρούς. ἡ δὲ πηλαμὺς πολύτροφος μέν ἐστι καὶ βαρεῖα, οὐρητικὴ δὲ καὶ δύσπεπτος· ταριχευθεῖσα δὲ κυβίῳ ὁμοίως εὐκοίλιος καὶ λεπτυντική· ἡ δὲ μείζων συνοδοντὶς καλεῖται. ἀναλογῶν μέντοι ὁ χελιδονίας τῇ πηλαμύδι σκληρότερός ἐστιν. ἡ δὲ χελιδών ἡ τῷ πουλύπῳ ἐοικυῖα ἔχει τὸ ἀφ’ αὑτῆς ὑγρὸν εὔχροιαν ποιοῦν καὶ κινοῦν αἷμα. ὁ δὲ ὄρκυνος βορβορώδης· καὶ ὁ μείζων προσέοικε τῷ χελιδονίᾳ κατὰ τὴν σκληρότητα, τὰ δὲ ὑπογάστρια αὐτοῦ καὶ ἡ κλεὶς εὔστομα καὶ ἁπαλά, οἱ δὲ κοσταὶ λεγόμενοι ταριχευθέντες εἰσὶ μέσοι, ξανθίας δ’ ἐπὶ ποσὸν βρωμώδης ἐστὶν καὶ ἁπαλώτερος τοῦ ὀρκύνου. ταῦτα μὲν οὖν ὁ Δίφιλος εἴρηκεν.

ὁ δὲ Ἀθηναῖος Μνησίθεος ἐν τῷ περὶ ἐδεστῶν τῶν μειζόνων φησὶν ἰχθύων γένος ὑφ’ ὧν μὲν καλεῖσθαι τμητόν, ὑπ’ ἄλλων δὲ πελάγιον, οἷον χρυσόφρυς καὶ γλαύκους καὶ φάγρους. εἰσὶ δὲ δυσκατέργαστοι· κατεργασθέντες δὲ πολλαπλασίαν τροφὴν παρέχουσι. τὸ δὲ τῶν ἀλεπιδώτων γένος, οἷον θύννων, σκόμβρων, θυννίδων, γόγγρων καὶ τῶν τοιούτων, συμβαίνει τούτοις καὶ ἀγελαίοις εἶναι. τὰ μὲν οὖν μήτε καθ’ αὑτὰ φαινόμενα μήτ’ ἐν ταῖς ἀγέλαις ἐκφερόμενα μᾶλλόν ἐστιν εὔπεπτα, οἷον γόγγροι καὶ καρχαρίαι καὶ τὰ τοιαῦτα, τὰ δὲ ἀγελαῖα γένη τῶν ἰχθύων τούτων τὴν μὲν ἐδωδὴν ἡδεῖαν ἔχει πίονα γάρ ἐστι, βαρεῖαν δὲ καὶ δυσκατέργαστον. διὸ καὶ ταριχεύεσθαι δύναται μάλιστα καὶ ἐστι τῶν ταριχηρῶν βέλτιστα γένη ταῦτα. χρήσιμοι δ’ εἰσὶν ὀπτοί· τήκεται γάρ τὸ πιμελῶδες αὐτῶν. τὰ δὲ καλούμενα δαρτὰ τὸ μὲν ὅλον ἐστὶν ὅσα τραχεῖαν ἔχει τὴν ἐπίφυσιν τοῦ δέρματος, οὐ λεπίσιν, ἀλλ’ οἷον ἔχουσιν αἱ βατίδες καὶ ῥῖναι. ταῦτα δὲ πάντα ἐστὶ μὲν εὔθρυπτα, οὐκ εὐώδη δέ· καὶ τροφὰς ἐμποιεῖ τοῖς σώμασιν ὑγράς, ὑπάγει δὲ καὶ τὰς κοιλίας μάλιστα πάντων τῶν ἑψομένων ἰχθύων τὰ δὲ ὀπτώμενα χείρονα. τὸ δὲ τῶν μαλακίων γένος, οἷον πολυπόδων τε καὶ σηπιῶν καὶ τῶν τοιούτων, τὴν μὲν σάρκα δύσπεπτον ἔχει· διὸ καὶ πρὸς ἀφροδισιασμοὺς ἁρμόττουσιν. αὐτοὶ μὲν γάρ εἰσι πνευματώδεις, ὁ δὲ τῶν ἀφροδισιασμῶν καιρὸς πνευματώδους προσδεῖται διαθέσεως, βελτίω δὲ ταῦτα γίνεται ἑψηθέντα. τὰς γάρ ὑγρότητας ἔχει πονηράς· ἰδεῖν γοῦν ἔστιν οἵας ἀφίησιν πλυνόμενα· ταύτας οὖν ἡ ἕψησις ἐκκαλεῖται τῆς σαρκός, μαλακῆς γὰρ τῆς πυρώσεως καὶ μεθ’ ὑγροῦ διδομένης οἱονεὶ πλύσις τις αὐτῶν γίνεται, τὰ δ’ ὀπτώμενα καταξηραίνει τὰς ὑγρότητας· ἔτι δὲ καὶ τῆς σαρκὸς αὐτῶν φύσει σκληρᾶς οὔσης κατὰ λόγον οὕτως ἔχει γίνεσθαι αὐτά.

ἀφύαι δὲ καὶ μεμβράδες καὶ τριχίδες καὶ τἄλλα ὅσων συγκατεσθίομεν τὰς ἀκάνθας, ταῦτα πάντα τὴν πέψιν φυσώδη ποιεῖ, τὴν δὲ τροφὴν δίδωσιν ὑγράν. τῆς οὖν πέψεως οὐχ ὁμαλιζούσης, ἀλλὰ τῶν μὲν σαρκῶν ἄγαν ταχὺ πεττομένων, τῆς δὲ ἀκάνθης σχολῇ διαλυομένης καὶ γὰρ ἅμα αἱ ἀφύαι καθ’ αὑτὰς ἀκανθώδεις ἐμποδισμὸς αὐτῶν ἑκατέρου γίγνεται περὶ τὴν κατεργασίαν, εἶτα φῦσαι μὲν ἀπὸ τῆς πέψεως, ὑγρασίαι δὲ ἀπὸ τῆς τροφῆς συμβαίνουσι. βελτίω δ’ ἐστὶν ἑψόμενα, τῆς δὲ κοιλίας ἐστὶν ἀνωμάλως ὑπακτικά, τὰ δὲ καλούμενα πετραῖα, κωβιοὶ καὶ σκορπίοι καὶ ψῆτται καὶ τὰ ὅμοια, τοῖς τε σώμασιν ἡμῶν ξηράν τε δίδωσι τροφὴν εὔογκα δ’ ἐστὶ καὶ τρόφιμα καὶ πέττεται ταχέως καὶ οὐκ ἐγκαταλείπει περιττώματα πολλά πνευμάτων τε οὔκ ἐστι περιποιητικά, γίνεται δ’ εὐπεπτότερον ἅπαν ὄψον ταῖς σκευασίαις ἁπλῶς ἀρτυθὲν τὰ δὲ πετραῖα καὶ τῇ ἡδονῇ ἁπλῶς σκευασθέντα. τούτοις δ’ ὅμοιόν ἐστι γένος τὸ καλούμενον μαλακόσαρκον, κίχλαι καὶ κόσσυφοι καὶ τὰ ὅμοια, ἐστὶ δὲ ὑγρότερα μὲν ταῦτ’ ἐκείνων, πρὸς δὲ τὰς ἀναλήψεις ἀπόλαυσιν ἔχει πλείω. τῆς μὲν κοιλίας καὶ τῆς οὐρήσεως ὑπακτικώτερα ταῦτ’ ἐστὶν ἐκείνων διὰ τὸ καὶ τὰς σάρκας ὑγροτέρας καὶ πλείους ἔχειν τῶν προειρημένων. χρὴ δὲ ἐὰν μὲν τὴν κοιλίαν βούληταί τις ὑπάγειν, ἕψοντα διδόναι· μετρίως δὲ ἐχούσης ὀπτηθέντα γίνεται τρόφιμα, πρὸς δὲ τὰς οὐρήσεις ἀμφοτέρως σκευασθέντα χρήσιμα,

οἱ δὲ τόποι τῆς θαλάσσης ὅπου ποταμοὶ καὶ λίμναι συμβάλλουσιν, ἔτι δὲ τενάγη μεγάλα καὶ κόλποι θαλάττης εἰσίν, ἐνταῦθα μὲν πάντες οἱ ἰχθύες εἰσὶν ὑγρότεροι καὶ μᾶλλον πίονες ὑπάρχουσι καὶ ἐσθίεσθαι μὲν εἰσιν ἡδίους, πρὸς δὲ τὴν πέψιν καὶ τροφὴν γίνονται χείρους. ἐν δὲ τοῖς αἰγιαλοῖς τοῖς κειμένοις πρὸς τὰ πελάγη καὶ λίαν ἀναπεπταμένοις σκληροὶ καὶ λεπτοὶ καὶ κυματοπλῆγές εἰσιν οἱ πλείους. περὶ δὲ τὰς ἀγχιβαθεῖς, ἐν αἷς μὴ λίαν ἔγκειται μεγάλα πνεύματα, πρὸς δὲ τούτοις εἴ που καὶ πόλεις σύνεγγύς εἰσιν, ἐνταῦθα δ’ ἔστι τὰ πλεῖστα γένη τῶν ἰχθύων ὁμαλῶς ἄριστα καὶ πρὸς ἡδονὴν καὶ πρὸς εὐπεψίαν καὶ πρὸς τὴν τροφὴν τοῦ σώματος, δύσπεπτοι δὲ καὶ βαρύτατοι τῶν θαλασσίων εἰσὶν οἱ μετεκβαίνοντες ἐκ τῆς θαλάσσης εἴς τε ποταμοὺς καὶ λίμνας, οἷον κεστρεὺς καὶ συλλήβδην τῶν ἰχθύων ὅσοι δύνανται βιοτεύειν ἐν ἀμφοτέροις τοῖς ὕδασι. τῶν δὲ τελείως ἐν τοῖς ποταμοῖς καὶ λίμναις βιοτευόντων ἀμείνους εἰσὶν οἱ ποτάμιοι· σῆψις γὰρ ὕδατος τὸ λιμναῖόν ἐστι. καὶ τῶν ποταμίων δ’ αὐτῶν βέλτιστοί εἰσιν οἱ ἐν τοῖς ὀξυτάτοις τῶν ποταμῶν ὄντες οἵ τε πυροῦντες· οὗτοι γάρ οὐ γίνονται, ἐὰν μὴ ποταμὸς ὀξὺς ᾖ καὶ ψυχρός, διαφέρουσι δὲ τῶν ποταμίων ἰχθύων εὐπεψίᾳ.

ταῦτα καὶ παρ’ ἡμῶν ἔχετε, ἄνδρες φίλοι, ὀψωνησάντων κατὰ δύναμιν τὴν ἑαυτῶν ὑγιεινῶς. κατὰ γὰρ τὸν Ἀντιφάνους Παράσιτον ἐγὼ περὶ τὴν ὀψωνίαν μὲν οὐ πάνυ ἐσπούδακ’ οὐδ’ αὖ συνέτεμον λίαν πόνον ὡς ἄν τις, ἄλλως ἐξενεχθεὶς ἐν πότῳ, ἐμοῦ διαβάλοι κραιπάλην Ἑλληνικῶς. ἀλλὰ μὴν οὐδὲ οὕτως εἰμὶ φίλιχθυς ὡς ὁ παρὰ τῷ αὐτῷ ποιητῇ ἐν Βουταλίωνι, ὅπερ δρᾶμα τῶν Ἀγροίκων ἐστὶν ἑνὸς διασκευή, φησὶ γάρ· α. καὶ μὴν ἑστιάσω τήμερον ὑμᾶς ἐγώ σὺ δ’ ἀγοράσεις ἡμῖν λαβών, πίστ᾽, ἀργύριον. π. ἄλλως γὰρ οὐκ ἐπίσταμαι χρηστῶς ἀγοράζειν. α. φράζε δή, Φιλούμενε, ὄψῳ τίνι χαίρεις; φ. πᾶσι. α. καθ’ ἕκαστον λέγε, ἰχθὺν τίν’ ἡδέως φάγοις ἄν; φ. εἰς ἀγρὸν ἦλθεν φέρων ποτ’ ἰχθυοπώλης μαινίδας καὶ τριγλίδας, καὶ νὴ Δί᾽ ἤρεσεν σφόδρα ἡμῖν ἅπασιν. α. εἶτα καὶ νῦν, εἰπέ μοι, τούτων φάγοις ἄν; φ. κἄν τις ἄλλος μικρὸς ᾖ· τοὺς γὰρ μεγάλους τούτους ἅπαντας νενόμικα ἀνθρωποφάγους ἰχθῦς. α. τί φής, ὦ φίλτατε; ἀνθρωποφάγους, πῶς; π. οὓς ἂν ἄνθρωπος φάγοι δῆλον ὅτι· ταῦτα δ’ ἐστὶν ʽ Ἑλένης βρώματα, ἅ φησιν οὗτος, μαινίδας καὶ τριγλίδας. ἐν δὲ τῷ Ἀγροίκῳ Ἑκάτης βρώματα ἔφη τὰς μαινίδας εἶναι καὶ τὰς τριγλίδας. ἐκφαυλίζων δὲ καὶ Ἔφιππος τοὺς μικροὺς τῶν ἰχθύων ἐν Φιλύρᾳ φησί· παππία, βούλει δραμὼν εἰς τὴν ἀγορὰν κἆτ’ ἀγοράσαι μοι—β. φράζε τί. α. ἰχθῦς φρονοῦντας, ὦ πάτερ· μὴ μοι βρέφη. β. οὐκ οἶσθ’ ὁτιὴ τἀργύριόν ἐστ’ ἰσάργυρον;

ἥδιστος δ’ ἐστὶ καὶ ὁ παρὰ τῷ αὐτῷ ποιητῇ ἐν τοῖς Ὀβελιαφόροις νεανίσκος κατασμικρύνων ἅπαντα τὰ περὶ τὴν ὀψωνίαν καὶ λέγων ὧδε· ἀλλ’ ἀγόρασον εὐτελῶς· ἅπαν γὰρ ἱκανόν ἐστι. β. φράζ᾽, ὦ δέσποτα. α. μὴ πολυτελῶς, ἀλλὰ καθαρείως, ὅ τι ἂν ᾖ ὁσίας ἕνεκ’ ἀρκεῖ τευθίδια, σηπίδια· κἂν κάραβός τις ᾖ λαβεῖν, εἷς ἀρκέσει ἢ δύ᾽· ἐπὶ τὴν τράπεζαν ἐγχελύδια Θήβηθεν ἐνίοτ’ ἔρχεται· τούτων λαβέ. ἀλεκτρυόνιον, φάττιον, περδίκιον, τοιαῦτα, δασύπους ἄν τις εἰσέλθῃ, φέρε. β. ὡς μικρολόγος εἶ. α. σὺ δέ γε λίαν πολυτελής· πάντως κρέ’ ἡμῖν ἔστι. β. πότερ’ ἔπεμψέ τις; α. οὔκ, ἀλλ’ ἔθυσεν ἡ γυνή· τὸ μοσχίον τὸ τῆς Κορώνης αὔριον δειπνήσομεν. ὁ δὲ παρὰ Μνησιμάχῳ ἐν τῷ ὁμωνύμῳ δράματι Δύσκολος φιλάργυρος ὢν σφόδρα πρὸς τὸν ἀσωτευόμενον νεανίσκον φησίν ἀλλ’ ἀντιβολῶ σ᾽, ἐπίταττέ μοι μὴ πόλλ’ ἄγαν, μηδ’ ἄγρια λίαν μηδ’ ἐπηργυρωμένα, μέτρια δέ, τῷ θείῳ σεαυτοῦ. β. πῶς ἔτι μετριώτερ᾽, ὦ δαιμόνι᾽; α. ὅπως; σύντεμνε καὶ ἐπεξαπάτα με· τούς μὲν ἰχθῦς μοι κάλει ἰχθύδι’ ὄψον δ’ ἂν λέγῃς ἕτερον, κάλει ὀψάριον. ἥδιον γὰρ ἀπολοῦμαι πολύ.

ἐπεὶ δὲ κατὰ θεὸν ἐν τοῖς προκειμένοις, φίλτατε Οὐλπιανέ, ἢ ὑμεῖς, γραμματικῶν παῖδες, εἴπατέ μοι τίνι ἐννοίᾳ ὁ Ἔφιππος ἐν τοῖς προειρημένοις ἔφη· τὸ μοσχίον τὸ τῆς Κορώνης αὔριον δειπνήσομεν. ἐγὼ γὰρ οἴομαι ἱστορίαν τινὰ εἶναι καὶ ποθῶ μαθεῖν. καὶ ὁ Πλούταρχος ἔφη Ῥοδιακὴν εἶναι λεγομένην ἱστορίαν, ἣν ἐπὶ τοῦ παρόντος ἀποστοματίζειν οὐ δύνασθαι τῷ πάνυ πρὸ πολλοῦ ἐντετυχηκέναι τῷ ταῦτα περιέχοντι βιβλίῳ.

οἶδα δὲ Φοίνικα τὸν Κολοφώνιον ἰαμβοποιὸν μνημονεύοντά τινων ἀνδρῶν ὡς ἀγειρόντων τῇ κορώνῃ, καὶ λέγοντα ταῦτα· ἐσθλοί, κορώνῃ χεῖρα πρόσδοτε κριθέων τῇ παιδὶ τἀπόλλωνος ἢ λέκος πυρῶν ἢ ἄρτον ἢ ἤμαιθον ἢ ὅ τι τις χρῄζει, δότ᾽, ὦγαθοί, τι τῶν ἕκαστος ἐν χερσὶν ἔχει κορώνῃ· χἄλα λήψεται χόνδρον φιλεῖ γὰρ αὕτη πάγχυ ταῦτα δαίνυσθαι· ὁ νῦν ἅλας δοὺς αὖθι κηρίον δώσει.᾽ ὦ παῖ, θύρην ἄγκλινε· πλοῦτος ἤκουσε, καὶ τῇ κορώνῃ παρθένος φέρει σῦκα. θεοί, γένοιτο πάντ’ ἄμεμπτος ἡ κούρη κἀφνειὸν ἄνδρα κὠνομαστὸν ἐξεύροι· καὶ τῷ γέροντι πατρὶ κοῦρον εἰς χεῖρας καὶ μητρὶ κούρην εἰς τὰ γοῦνα κατθείη, θάλος τρέφειν γυναῖκα τοῖς κασιγνήτοις. ἐγὼ δ’ ὅκου πόδες φέρουσιν, εὐφθόγγοις· ἀμείβομαι Μούσῃσι πρὸς θύρῃσ’ ᾄδων καὶ δόντι καὶ μὴ δόντι πλέονα τῶν αἰτέω, καὶ ἐπὶ τέλει δὲ τοῦ ἰάμβου φησὶν ἀλλ᾽, ὦγαθοί, ἐπορέξαθ’ ὧν μυχὸς πλουτεῖ· δός, ὧ ἄναξ, δὸς καὶ σὺ πότνα μοι νύμφη· νόμος κορώνῃ χεῖρα δοῦν· ἐπαιτούσῃ. τοιαῦτ’ ἀείδω, δός τι καὶ καταχρήσει. κορωνισταὶ δὲ ἐκαλοῦντο οἱ τῇ κορώνῃ ἀγείροντες, ὥς φησι ΠάμφιλοςἈλεξανδρεὺς ἐν τοῖς περὶ ὀνομάτων καὶ τὰ ᾀδόμενα δὲ ὑπ’ αὐτῶν κορωνίσματα καλεῖται, ὡς ἱστορεῖ ἉγνοκλῆςῬόδιος ἐν Κορωνισταῖς.

καὶ χελιδονίζειν δὲ καλεῖται παρὰ Ῥοδίοις ἀγερμός τις ἄλλος, περὶ οὗ φησι Θέογνις ἐν β’ περὶ τῶν ἐν Ῥόδῳ θυσιῶν γράφων οὕτως· ᾽ εἶδος δέ τι τοῦ ἀγείρειν χελιδονίζειν ξ Ῥόδιοι καλοῦσιν, ὃ γίνεται τῷ Βοηδρομιῶνι μηνί. χελιδονίζειν δὲ λέγεται διὰ τὸ εἰωθὸς ἐπιφωνεῖσθαι· ἦλθ᾽, ἦλθε χελιδὼν καλὰς ὧρας ἄγουσα, καὶ καλοὺς ἐνιαυτούς, ἐπὶ γαστέρα λευκά, κἠπὶ νῶτα μέλαινα, παλάθαν σὺ προκύκλει ἐκ πίονος οἴκου οἴνου τε δέπαστρον τυρῶν· τε κάνυστρον. καὶ πύρωνα χελιδὼν καὶ λεκιθίταν οὐκ ἀπωθεῖται, πότερ᾽· ἀπίωμες ἢ λαβώμεθα; εἰ μέν τι δώσεις· εἰ δὲ μή, οὐκ ἐάσομες, ἢ τὰν θύραν φέρωμες ἢ τὸ ὑπέρθυρον ἢ τὰν γυναῖκα τὰν ἔσω καθημέναν· μικρὰ μὲν ἐστι, ῥᾳδίως νιν οἴσομες. ἂν δὴ φέρῃς τι, μέγα δή τι φέροις. ἄνοιγ’ ἄνοιγε τὰν θύραν χελιδόνι· οὐ γὰρ γέροντές ἐσμεν, ἀλλὰ παιδία. τὸν δὲ ἀγερμὸν τοῦτον κατέδειξε πρῶτος ΚλεόβουλοςΛίνδιος ἐν Λίνδῳ χρείας γενομένης συλλογῆς χρημάτων.