GetPassage urn:cts:greekLit:tlg0008.tlg001.perseus-grc4:11.101-11.120 urn:cts:greekLit:tlg0008.tlg001.perseus-grc4:11.101-11.120

τὸ δὲ σκύφος ὠνομάσθη ἀπὸ τῆς σκαφίδος. καὶ τοῦτο δ’ ἐστὶν ὁμοίως ἀγγεῖον ξύλινον στρογγύλον γάλα καὶ ὀρὸν δεχόμενον, ὡς καὶ παρ’ Ὁμήρῳ λέγεται· ναῖον δ’ ὀρῷ ἄγγεα πάντα γαυλοί τε σκαφίδες τε τετυγμένα τοῖς ἐνάμελγεν. εἰ μὴ σκύφος οἷον σκύθος τις διὰ τὸ τοὺς Σκύθας περαιτέρω τοῦ δέοντος μεθύσκεσθαι. Ἱερώνυμος δ’ ὁ Ῥόδιος ἐν τῷ περὶ Μέθης καὶ τὸ μεθύσαι σκυθίσαι φησί· συγγενὲς γὰρ εἶναι τὸ φ τῷ θ . ὕστερον δὲ κατὰ μίμησιν εἰργάσαντο κεραμέους τε καὶ ἀργυροῦς σκύφους. ὧν πρῶτοι μὲν ἐγένοντο καὶ κλέος ἔλαβον οἱ Βοιώτιοι λεγόμενοι, χρησαμένου κατὰ τὰς στρατείας πρώτου ᾽ Ἡρακλέους τῷ γένει· διὸ καὶ Ἡρακλεωτικοὶ πρός τινων καλοῦνται. ἔχουσι μέντοι πρὸς τοὺς ἄλλους διαφορὰν ἔπεστι γὰρ ἐπὶ τῶν ὤτων αὐτοῖς ὁ λεγόμενος Ἡράκλειος δεσμός, μνημονεύει δὲ τῶν Βοιωτίων σκύφων Βακχυλίδης ἐν τούτοις ποιούμενος τὸν λόγον πρὸς τοὺς Διοσκόρους, καλῶν αὐτοὺς ἐπὶ ξένια· οὐ βοῶν πάρεστι σώματ’ οὔτε χρυσὸς οὔτε πορφύρεοι τάπητες, ἀλλὰ θυμὸς εὐμενὴς Μοῦσά τε γλυκεῖα καὶ Βοιωτίοισιν ἐν σκύφοισιν οἶνος ἡδύς. διήνεγκαν δὲ μετὰ τοὺς Βοιωτίους οἱ Ῥοδιακοὶ λεγόμενοι Δαμοκράτους δημιουργήσαντος. τρίτοι δ’ εἰσὶν οἱ Συρακόσιοι. καλεῖται δ’ ὁ σκύφος ὑπὸ Ἠπειρωτῶν, ὥς φησι Σέλευκος, γυρτός, ὑπὸ δὲ Μηθυμναίων, ὡς Παρμένων φησὶν ἐν τῷ περὶ διαλέκτου, σκύθος. ἐκαλεῖτο δὲ καὶ ΔερκυλίδαςΛακεδαιμόνιος Σκύφος, ὥς φησιν Ἔφορος ἐν τῇ ὀκτωκαιδεκάτῃ λέγων οὕτως· Λακεδαιμόνιοι ἀντὶ Θίμβρωνος Δερκυλίδαν ἔπεμψαν εἰς τὴν Ἀσίαν, ἀκούοντες ὅτι πάντα πράττειν εἰώθασιν οἱ περὶ τὴν Ἀσίαν βάρβαροι μετὰ ἀπάτης καὶ δόλου, διόπερ Δερκυλίδαν ἔπεμψαν ἥκιστα νομίζοντες ἐξαπατηθήσεσθαι· ἦν γὰρ οὐδὲν ἐν τῷ τρόπῳ Λακωνικὸν οὐδ’ ἁπλοῦν ἔχων, ἀλλὰ πολὺ τὸ πανοῦργον καὶ τὸ θηριῶδες. διὸ καὶ Σκύφον αὐτὸν οἱ Λακεδαιμόνιοι προσηγόρευον.

ταβαίτη. Ἀμύντας ἐν τῷ πρώτῳ τῶν τῆς Ἀσίας Σταθμῶν περὶ τοῦ ἀερομέλιτος καλουμένου διαλεγόμενος γράφει οὕτως· σὺν τοῖς φύλλοις δρέποντες συντιθέασιν εἰς παλάθης Συριακῆς τρόπον πλάττοντες, οἱ δὲ σφαίρας ποιοῦντες. καὶ ἐπειδὰν μέλλωσι προσφέρεσθαι, ἀποκλάσαντες ἀπ’ αὐτῶν ἐν τοῖς ξυλίνοις ποτηρίοις οὓς καλοῦσι ταβαίτας, προβρέχουσι καὶ διηθήσαντες πίνουσι. καὶ ἔστιν ὅμοιον ὡς ἂν εἴ τις μέλι πίνοι διεὶς τούτου δὲ καὶ πολὺ ἥδιον.

τραγάλαφος. οὕτω τινὰ καλεῖται ποτήρια ὧν μνημονεύει Ἄλεξις μὲν ἐν Κονιατῇ· κυμβία, φιάλαι, τραγέλαφοι, κύλικες. Εὔβουλος δ’ ἐν Κατακολλωμένῳ· ἀλλ’ εἰσὶ φιάλαι πέντε, τραγέλαφοι δύο. Μένανδρος δ’ ἐν Ἁλιεῖ φησι· τραγέλαφοι, λαβρώνιοι. Ἀντιφάνης Χρυσίδι· σαπροπλούτῳ δ᾽, ὡς λέγουσι, νυμφίῳ, κεκτημένῳ τάλαντα, παῖδας, ἐπιτρόπους, ζεύγη, καμήλους, στρώματ᾽, ἀργυρώματα, φιάλας, τριήρεις, τραγελάφους, καρχήσια, γαυλοὺς ὁλοχρύσους. β. πλοῖα; α. τοὺς κάδους μὲν οὖν καλοῦσι γαυλοὺς πάντες οἱ προγάστορες.

τριήρης , ὅτι καὶ τριήρης εἶδος ἐκπώματος Ἐπίνικος ἐν Ὑποβαλλομέναις δεδήλωκε. προείρηται δὲ τὸ μαρτύριον.

ὑστιακόν. ποτήριον ποιόν, Ῥίνθων ἐν Ἡρακλεῖ· ἐν ὑστιακῷ τε καθαρὸν ἐλατῆρα σὺ καθαρῶν τ’ ἀλήτων κἀλφίτων ἀπερρόφεις.

φιάλη. Ὅμηρος μὲν ὅταν λέγῃ · ἀμφίθετον φιάλην ἀπύρωτον ἔθηκε καὶ χρυσῆν φιάλην καὶ δίπλακα δημόν, οὐ τὸ ποτήριον λέγει, ἀλλὰ χαλκίον τι ἐκπέταλον λεβητῶδες, ἴσως δύο ὦτα ἔχον ἐξ ἀμφοτέρων τῶν μερῶν. Παρθένιος δ’ ὁ τοῦ Διονυσίου ἀμφίθετον ἀκούει τὴν ἀπύθμενον φιάλην. Ἀπολλόδωρος δ’ ὁ Ἀθηναῖος ἐν τῷ περὶ τοῦ Κρατῆρος ῥησειδίῳ ὁ τὴν κατὰ τὸν πυθμένα μὴ δυναμένην τίθεσθαι καὶ ἐρείδεσθαι, ἀλλὰ κατὰ τὸ στόμα, τινὲς δέ φασιν, ὃν τρόπον ἀμφιφορεὺς λέγεται ὁ ἀμφοτέρωθεν κατὰ τὰ ὦτα δυνάμενος φέρεσθαι, οὕτως καὶ τὴν ἀμφίθετον φιάλην. Ἀρίσταρχος δὲ τὴν δυναμένην ἐξ ἀμφοτέρων τῶν μερῶν τίθεσθαι, κατὰ τὸν πυθμένα καὶ κατὰ τὸ στόμα. Διονύσιος δ’ ὁ Θρᾲξ τὴν στρογγύλην, τὴν ἀμφιθέουσαν κυκλοτερεῖ τῷ σχήματι. Ἀσκληπιάδης δ’ ὁ Μυρλεανὸς ἡ μὲν φιάλη, φησί, κατ’ ἀντιστοιχίαν ἐστὶ πιάλη, ἡ τὸ πιεῖν ἅλις παρέχουσα, μείζων γὰρ τοῦ ποτηρίου, ἡ δὲ ἀμφίθετος καὶ ἀπύρωτος· ἡ ψυχρήλατος ἢ ἐπὶ πῦρ οὐκ ἐπιτιθεμένη, καθότι καὶ λέβητα καλεῖ ὁ ποιητὴς τὸν μὲν ἐμπυριβήτην, τὸν δὲ ἄπυρον, κὰδ δὲ λέβητ’ ἄπυρον βοὸς ἄξιον ἀνθεμόεντα, τὸν δεχόμενον ἴσως ὕδωρ ψυχρόν, ὥστε καὶ τὴν φιάλην εἶναι χαλκίῳ προσεοικυῖαν ἐκπετάλῳ, δεχομένην ψυχρὸν ὕδωρ. τὴν δ’ ἀμφίθετον πότερα δύο βάσεις ἔχειν δεῖ νομίζειν ἐξ ἑκατέρου μέρους, ἢ τὸ μὲν ἀμφὶ σημαίνει τὸ περί, τοῦτο δ’ αὖ τὸ περιττόν; ὥστε λέγεσθαι τὴν περιττῶς πεποιημένην ἀμφίθετον, ἐπεὶ τὸ ποιῆσαι θεῖναι πρὸς τῶν ἀρχαίων ἐλέγετο. δύναται δὲ καὶ ἡ ἐπὶ τὸν πυθμένα καὶ τὸ στόμα τιθεμένη· ἡ δὲ τοιαύτη θέσις τῶν φιαλῶν Ἰωνική ἐστι καὶ ἀρχαία. ἔτι γοῦν καὶ νῦν οὕτως Μασσαλιῆται τιθέασι τὰς φιάλας ἐπὶ πρόσωπον.

Κρατίνου δ’ εἰπόντος ἐν Δραπέτισιν δέχεσθε φιάλας τάσδε βαλανειομφάλους, Ἐρατοσθένης ἐν τῷ ἑνδεκάτῳ περὶ Κωμῳδίας τὴν λέξιν ἀγνοεῖν φησι Λυκόφρονα· τῶν γὰρ φιαλῶν οἱ ὀμφαλοὶ καὶ τῶν βαλανείων οἱ θόλοι παρόμοιοι· εἰς δὲ τὸ εἶδος οὐκ ἀρρύθμως παίζονται. Ἀπίων δὲ καὶ Διόδωρός φησι· φιάλαι ποιαί, ὧν ὁ ὀμφαλὸς παραπλήσιος ἠθμῷ. ὁ δὲ Μυρλεανὸς Ἀσκληπιάδης ἐν τοῖς περὶ τῆς Νεστορίδος· αἱ φιάλαι ὑπὸ Κρατίνου βαλανειόμφαλοι, φησίν, λέγονται ὅτι οἱ ὀμφαλοὶ αὐτῶν καὶ τῶν βαλανείων οἱ θόλοι ὅμοιοί εἰσιν. καὶ Δίδυμος δὲ τὰ αὐτὰ εἰπὼν παρατίθεται τὰ Λυκόφρονος οὕτως ἔχοντα· ἀπὸ τῶν ὀμφαλῶν τῶν ἐν ταῖς γυναικείαις πυέλοις, ὅθεν τοῖς σκαφίοις ἀρύουσιν. Τίμαρχος δ’ ἐν τετάρτῳ περὶ τοῦ Ἐρατοσθένους Ἑρμοῦ πεπαῖχθαί τις ἂν οἰηθείη, φησί, τὴν λέξιν, διότι τὰ πλεῖστα τῶν Ἀθήνησι βαλανείων κυκλοειδῆ ταῖς κατασκευαῖς ὄντα τοὺς ἐξαγωγοὺς ἔχει κατὰ μέσον, ἐφ’ οὗ χαλκοῦς ὀμφαλὸς ἔπεστιν. Ἴων δ’ ἐν Ὀμφάλῃ· ἴτ᾽ ἐκφορεῖτε, παρθένοι, κύπελλα καὶ μεσομφάλους. οὕτω δ’ εἴρηκε τὰς βαλανειομφάλους, ὧν Κρατῖνος μνημονεύει· δέχεσθε φιάλας τάσδε βαλανειομφάλους. καὶ Θεόπομπος δ’ ἐν Ἀλθαίᾳ ἔφη· λαβοῦσα πλήρη χρυσέαν μεσόμφαλον φιάλην. Τελέστης δ’ ἄκατον ὠνόμαζέ νιν, ὡς τοῦ Τελέστου ἄκατον τὴν φιάλην εἰρηκότος. Φερεκράτης δὲ ἢ ὁ πεποιηκὼς τοὺς εἰς αὐτὸν ἀναφερομένους Πέρσας φησί· στεφάνους τε πᾶσι κὠμφαλωτὰς χρυσίδας.

Ἀθηναῖοι δὲ τὰς μὲν ἀργυρᾶς φιάλας ἀργυρίδας λέγουσι, χρυσίδας δὲ τὰς χρυσᾶς. τῆς δὲ ἀργυρίδος Φερεκράτης μὲν ἐν Πέρσαις οὕτως μνημονεύει· οὗτος σύ, ποῖ τὴν ἀργυρίδα τηνδὶ φέρεις; χρυσίδος δὲ Κρατῖνος ἐν Νόμοις· χρυσίδι σπένδων γέγωνε τοῖς ὄφεσι πιεῖν διδούς· καὶ Ἕρμιππος ἐν Κέρκωψι· χρυσίδ’ οἴνου πανσέληνον ἐκπιὼν ὑφείλετο. καὶ ὅ γε ἐ.., ἐκαλεῖτο δέ τις καὶ βαλανωτὴ φιάλη, ἧς τῷ πυθμένι χρυσοῖ ὑπέκειντο ἀστράγαλοι. Σῆμος δ’ ἐν Δήλῳ ἀνακεῖσθαί φησι χαλκοῦν φοίνικα, Ναξίων ἀνάθημα, καὶ καρυωτὰς φιάλας χρυσᾶς. Ἀναξανδρίδης δὲ φιάλας Ἄρεος καλεῖ τὰ ποτήρια ταῦτα. Αἰολεῖς δὲ τὴν φιάλην ἀράκην καλοῦσι.

Φθίος. πλατεῖαι φιάλαι ὀμφαλωτοί. Εὔπολις· σὺν φθοῖσι προσπεπτωκώς. ἔδει δὲ ὀξύνεσθαι ὡς Καρσί, παισί, φθειρσί,

Φιλοτησία. κύλιξ τις ἣν κατὰ φιλίαν προὔπινον, ὥς φησι Πάμφιλος. Δημοσθένης δέ φησι· καὶ φιλοτησίας προὔπινεν. Ἄλεξις· φιλοτησίαν σοι τήνδ’ ἐγὼ ἰδίᾳ τε καὶ κοινῇ κύλικα προπίομαι. ἐκαλεῖτο δὲ καὶ τὸ ἑταιρικὸν συνευωχούμενον φιλοτήσιον. Ἀριστοφάνης· ἑπτάπους γοῦν ἡ σκιὰ ᾽ στιν ἡ ᾽ πὶ τὸ δεῖπνον ὡς ἤδη καλεῖ μ᾽ ὁ χορὸς ὁ φιλοτήσιος. διὰ δὲ τὴν τοιαύτην πρόποσιν ἐκαλεῖτο καὶ κύλιξ φιλοτησία, ὡς ἐν Λυσιστράτῃ · δέσποινα Πειθοῖ καὶ κύλιξ φιλοτησία.

χόννοι. παρὰ Γορτυνίοις ποτηρίου εἶδος, ὅμοιον θηρικλείῳ, χάλκεον ὃ δίδοσθαι τῷ ἁρπασθέντι ὑπὸ τοῦ ἐραστοῦ φησιν Ἑρμῶναξ.

Χαλκιδικὰ ποτήρια ἴσως ἀπὸ τῆς Χαλκίδος τῆς Θρᾳκικῆς εὐδοκιμοῦντα.

χυτρῖδες. Ἄλεξις ἐν Ὑποβολιμαίῳ· ἐγὼ Πτολεμαίου τοῦ βασιλέως τέτταρα χυτρίδι’ ἀκράτου· τῆς τ’ ἀδελφῆς προσλαβὼν τῆς τοῦ βασιλέως ταὔτ᾽, ἀπνευστὶ τ’ ἐκπιὼν ὡς ἄν τις ἥδιστ’ ἴσον ἴσῳ κεκραμένον, καὶ τῆς Ὁμονοίας, διὰ τί νῦν μὴ κωμάσω ἄνευ λυχνούχου πρὸς τὸ τηλικοῦτο φῶς; Ἡρόδοτος δ’ ἐν τῇ πέμπτῃ τῶν Ἱστοριῶν νόμον φησὶ θέσθαι Ἀργείους καὶ Αἰγινήτας Ἀττικὸν μηδὲν προσφέρειν πρὸς τὰς θυσίας μηδὲ κέραμον, ἀλλ’ ἐκ χυτρίδων ἐπιχωρίων τὸ λοιπὸν αὐτόθι εἶναι πίνειν. καὶ Μελέαγρος δ’ ὁ κυνικὸς ἐν τῷ Συμποσίῳ οὑτωσὶ γράφει· κἀν τοσούτῳ πρόποσιν αὐτῷ βαρεῖαν διέδωκε, χυτρίδια βαθέα δώδεκα.

ψυγεὺςψυκτήρ. Πλάτων Συμποσίῳ· ἀλλὰ φέρε, παῖ, φάναι, τὸν ψυκτῆρα ἐκεῖνον, ἰδόντα αὐτὸν πλέον ἢ ὀκτὼ κοτύλας χωροῦντα. τοῦτον οὖν ἐμπλησάμενον πρῶτον μὲν αὐτὸν ἐκπιεῖν, ἔπειτα τῷ Σωκράτει κελεύειν ἐγχεῖν. παραμηκύνειν ἐγχειροῦντος τοῦ Ἀρχεβούλου, εὐκαιρότατα προχέων ὁ παῖς τοῦ οἰναρίου ἀνατρέπει τὸν ψυκτῆρα. Ἄλεξις ἐν Εἰσοικιζομένῳ φησὶ τρικότυλον ψυγέα. Διώξιππος Φιλαργύρῳ· παρ’ Ὀλυμπίχου δὲ θηρικλείους ἔλαβεν ἕξ, ἔπειτα τοὺς δύο ψυγέας. Μένανδρος δ’ ἐν τῷ ἐπιγραφομένῳ δράματι Χαλκεῖά φησιν τοῦτο δὴ τὸ νῦν ἔθος ἄκρατον ἐβόων, τὴν μεγάλην. ψυκτῆρά τις προὔπινεν ἂν τοὺς ἀθλίους ἀπολλύων. Ἐπιγένης δ’ ἐν Ἡρωίνῃ καταλέγων πολλὰ ποτήρια καὶ τοῦ ψυγέως οὕτως μνημονεύει· τὴν θηρίκλειον δεῦρο καὶ τὰ Ῥοδιακὰ κόμισον λαβὼν τοὺς παῖδας. εἶτ’ οἴσεις μόνος ψυκτῆρα, κύαθον, κυμβία. Στράττις Ψυχασταῖς· ὁ δέ τις ψυκτῆρ᾽, ὁ δέ τις κύαθον χαλκοῦν κλέψας. ἀπορῶν κεῖται, κοτύλη δ’ ἀνὰ χοίνικα μάττει. Ἄλεξις δ’ ἐν Ἱππίσκῳ ψυκτηρίδιον καλεῖ διὰ τούτων ἀπήντων τῷ ξένῳ εἰς τὴν κατάλυσιν οὗ συνῆν Ἀγωνίδι. τοῖς παισὶ τ’ εἶπα (δύο γὰρ ἦγον οἴκοθεν) τἀκπώματ’ εἰς τὸ φανερὸν ἐκνενιτρωμένα θεῖναι· κύαθος δ’ ἦν ἀργυροῦς (οὗτος μὲν οὖν ἦγεν δύο δραχμάσ), κυμβίον δὲ τέτταρας ἴσως ἑτέρας, ψυκτηρίδιον δὲ δέκ’ ὀβολούς, Φιλιππίδου λεπτότερον.

Ἡρακλέων δ’ ὁ Ἐφέσιος ὃν ἡμεῖς, φησί, ψυγέα καλοῦμεν, ψυκτηρίαν τινὲς ὀνομάζουσιν. τοὺς δ’ Ἀττικοὺς καὶ κωμῳδεῖν τὸν ψυγέα ὡς ξενικὸν ὄνομα. εὔφρων ἐν Ἀποδιδούσῃ· ἐπὰν δὲ καλέσῃ ψυγέα τὸν ψυκτηρίαν, τὸ τευτλίον δὲ σεῦτλα, φακέαν τὴν φακῆν, τί δεῖ ποιεῖν; σὺ γὰρ εἶπον.β β. ὥσπερ χρυσίου φωνῆς ἀπότεισον, Πυργόθεμι, καταλλαγήν. Ἀντιφάνης Ἱππεῦσι· πῶς οὖν διαιτώμεσθα; β. τὸ μὲν ἐφίππιον στρῶμ’ ἐστὶν ἡμῖν, ὁ δὲ καλὸς πῖλος κάδος, ψυκτήρ—τί βούλει; πάντ᾽. Ἀμαλθείας κέρας. ἐν δὲ τῇ Καρίνῃ σαφῶς δηλοῦται ὅτι τούτῳ ἐχρῶντο οἰνοχοοῦντες κυάθῳ. εἰπὼν γάρ· τρίποδα καὶ κάδον παραθέμενος ψυκτῆρὰ τ’ οἴνου μεθύσκεται, ἐν τοῖς ἑξῆς ποιεῖ αὐτὸν λέγοντα· ἔσται πότος σφοδρότερος. οὐκοῦν μὴ κεράσῃ τις, οὐκ ἔτι ἔξεστι κυαθίζειν παρ᾽ ἡμῖν. παῖ, τρέχε, τὸν δὲ κάδον ἔξω καὶ τὸ ποτήριον λαβὼν ἀπόφερε τἄλλα πάντα. Διονύσιος δὲ ὁ τοῦ Τρύφωνος ἐν τῷ περὶ Ὀνομάτων τὸν ψυγέα, φησίν, ἐκάλουν οἱ ἀρχαῖοι δῖνον. Νίκανδρος δ’ ὁ Θυατειρηνὸς καλεῖσθαί φησι ψυκτῆρας καὶ τοὺς ἀλσώδεις καὶ συσκίους τόπους τοὺς τοῖς θεοῖς ἀνειμένους, ἐν οἷς ἔστιν ἀναψῦξαι. Αἰσχύλος Νεανίσκοις· σαύρας ὑποσκίοισιν ἐν ψυκτηρίοις. Εὐριπίδης Φαέθοντι· ψυκτήρια δένδρεα φίλαισιν ὠλέναισι δέξεται. καὶ ὁ τὸν Αἰγίμιον δὲ ποιήσας εἴθ’ Ἡσίοδός ἐστιν ἢ ΚέρκωψΜιλήσιος· ἔνθα ποτ’ ἔσται ἐμὸν ψυκτήριον, ὄρχαμε λαῶν.

ᾠδός. οὕτως ἐκαλεῖτο τὸ ποτήριον, φησὶ Τρύφων ἐν τοῖς Ὀνοματικοῖς, τὸ ἐπὶ τῷ σκολίῳ διδόμενον, ὡς Ἀντιφάνης παρίστησιν ἐν Διπλασίοις· τί οὖν ἐνέσται τοῖς θεοῖσιν; β. οὐδὲ ἕν, ἂν μὴ κεράσῃ τις. α. ἴσχε, τὸν ᾠδὸν λάμβανε, ἔπειτα μηδὲν τῶν ἀπηρχαιωμένων τούτων περάνῃς, τὸν Τελαμῶνα μηδὲ τὸν παιῶνα μηδ’ Ἁρμόδιον.

ᾠοσκυφία. περὶ τῆς ἰδέας τῶν ποτηρίων ἈσκληπιάδηςΜυρλεανὸς ἐν τῷ περὶ τῆς Νεστορίδος φησὶν ὅτι δύο πυθμένας ἔχει, ἕνα μὲν τὸν κατὰ τὸ κύτος αὐτῷ συγκεχαλκευμένον, ἕτερον δὲ τὸν πρόσθετον ἀπ’ ὀξέος ἀρχόμενον, καταλήγοντα δὲ εἰς πλατύτερον, ἐφ’ οὗ ἵσταται τὸ ποτήριον.

Ὠιόν. Δίνων ἐν γ Περσικῶν φησιν οὕτως· ἐστὶ δὲ ποτίβαζις ἄρτος κρίθινος καὶ πύρινος ὀπτὸς καὶ κυπαρίσσου στέφανος καὶ οἶνος κεκραμένος ἐν ᾠῷ χρυσῷ, οὗ αὐτὸς βασιλεὺς πίνει.

τοσαῦτα εἰπὼν ὁ Πλούταρχος καὶ ὑπὸ πάντων κροταλισθεὶς ᾔτησε φιάλην, ἀφ’ ἧς σπείσας ταῖς Μούσαις καὶ τῇ τούτων Μνημοσύνῃ μητρὶ προὔπιε πᾶσι φιλοτησίαν. ἐπειπὼν δὲ· φιάλαν ὡς εἴ τις ἀφνεᾶς ἀπὸ χειρὸς ἑλὼν ἔνδον ἀμπέλου καχλάζοισαν δρόσῳ· δωρήσεται, οὐ μόνον νεανίᾳ γαμβρῷ προπίνων, ἀλλὰ καὶ πᾶσι τοῖς φιλτάτοις ἔδωκε τῷ παιδὶ περισοβεῖν ἐν κύκλῳ κελεύσας, τὸ κύκλῳ πίνειν τοῦτ’ εἶναι λέγων, παρατιθέμενος Μενάνδρου ἐκ Περινθίας· οὐδεμίαν ἡ γραῦς ὅλως κύλικα παρῆκεν, ἀλλὰ πίνει τὴν κύκλῳ. καὶ πάλιν ἐκ Θεοφορουμένης· καὶ ταχὺ πάλιν τὸ πρῶτον περισόβει ποτήριον αὐτοῖς ἀκράτου. καὶ Εὐριπίδης δ’ ἐν Κρήσσαις· τὰ δ’ ἄλλα χαῖρε κύλικος ἑρπούσης κύκλῳ. αἰτοῦντος δὲ τοῦ γραμματικοῦ Λεωνίδου μεῖζον ποτήριον καὶ εἰπόντος

κρατηρίζωμεν, ἄνδρες φίλοι , οὕτως δὲ τοὺς πότους Λυσανίας φησὶν ὁ Κυρηναῖος Ἡρόδωρον εἰρηκέναι ἐν τούτοις; ʽ ἐπεὶ δὲ θύσαντες πρὸς δεῖπνον καὶ κρατῆρα· καὶ εὐχὰς καὶ παιῶνας ἐτράποντο.᾽ καὶ ὁ τοὺς μίμους δὲ πεποιηκὼς οὓς αἰεὶ διὰ χειρὸς ἔχειν Δοῦρίς φησι τὸν σοφὸν Πλάτωνα, λέγει που ᾽ κἠκρατηρίχημες ἀντὶ τοῦ ᾽ ἐπεπώκειμεν.

ἀλλὰ μήν, πρὸς θεῶν,Ποντιανὸς ἔφη,

οὐ δεόντως ἐκ μεγάλων πίνετε ποτηρίων, τὸν ἥδιστον καὶ χαριέστατον Ξενοφῶντα πρὸ ὀφθαλμῶν ἔχοντες, ὃς ἐν τῷ Συμποσίῳ φησίν ᾽ ὁ δ’ αὖ Σωκράτης εἶπεν ἀλλὰ πίνειν μέν, ὦ ἄνδρες, καὶ ἐμοὶ πάνυ δοκεῖ. τῷ γὰρ ὄντι ὁ οἶνος ἄρδων τὰς ψυχὰς τὰς μὲν λύπας, ὥσπερ ὁ μανδραγόρας ἀνθρώπους, κοιμίζει, τὰς δὲ φιλοφροσύνας, ὥσπερ ἔλαιον φλόγας, ἐγείρει. δοκεῖ μέντοι μοι καὶ τὰ τῶν ἀνδρῶν σώματα τὰ αὐτὰ πάσχειν ἅπερ καὶ τὰ τῶν ἐν γῇ φυομένων. καὶ γὰρ ἐκεῖνα, ὅταν μὲν ὁ θεὸς αὐτὰ ἄγαν ἀθρόως ποτίζῃ, οὐ δύναται ὀρθοῦσθαι οὐδὲ ταῖς ὥραις διαπλοῦσθαι· ὅταν δὲ ὅσῳ ἥδεται τοσοῦτο πίνῃ, καὶ μάλα ὀρθά τε αὔξεται καὶ θάλλοντα ἀφικνεῖται εἰς τὴν καρπογονίαν. οὕτω δὴ καὶ ἡμεῖς, ἢν μὲν ἀθρόον τὸ ποτὸν ἐγχεώμεθα, ταχὺ ἡμῶν καὶ τὰ σώματα καὶ αἱ γνῶμαι σφαλοῦνται, καὶ οὐδ’ ἀναπνεῖν μὴ ὅτι λέγειν δυνησόμεθα· ἢν δὲ ἡμῖν οἱ παῖδες μικραῖς κύλιξι μικρά· ἐπιψακάζωσιν, ἵνα καὶ ἐγὼ Γοργιείοις ῥήμασιν εἴπω, οὕτως οὐ βιαζόμενοι μεθύειν ὑπὸ τοῦ οἴνου, ἀλλ’ ἀναπειθόμενοι πρὸς τὸ παιγνιωδέστερον ἀφιξόμεθα

εἰς ταῦτά τις ἀποβλέπων τὰ τοῦ καλοῦ Ξενοφῶντος ἐπιγινώσκειν δυνήσεται ἣν εἶχε πρὸς αὐτὸν ὁ λαμπρότατος Πλάτων ζηλοτυπίαν, ἢ τάχα φιλονίκως εἶχον ἀρχῆθεν πρὸς ἑαυτοὺς οἱ ἄνδρες οὗτοι, αἰσθόμενοι τῆς ἰδίας ἑκάτερος ἀρετῆς, καὶ ἴσως καὶ περὶ πρωτείων διεφέροντο, οὐ μόνον ἐξ ὧν περὶ Κύρου εἰρήκασι τεκμαιρομένοις ἡμῖν, ἀλλὰ κἀκ τῶν αὐτῶν ὑποθέσεων. συμπόσια μὲν γὰρ γεγράφασιν ἀμφότεροι, καὶ ἐν αὐτοῖς ὁ μὲν τὰς αὐλητρίδας ἐκβάλλει, ὁ δὲ εἰσάγει· καὶ ὁ μέν, ὡς πρόκειται, παραιτεῖται πίνειν μεγάλοις ποτηρίοις, ὁ δὲ τὸν Σωκράτην παράγει τῷ ψυκτῆρι πίνοντα μέχρι τῆς ἕω. κἀν τῷ περὶ Ψυχῆς δὲ ὁ Πλάτων καταλεγόμενος ἕκαστον τῶν παρατυχόντων οὐδὲ κατὰ μικρὸν τοῦ Ξενοφῶντος μέμνηται. καὶ περὶ τοῦ Κύρου οὖν ὁ μὲν λέγει ὡς ἐκ πρώτης ἡλικίας ἐπεπαίδευτο πάντα τὰ πάτρια, ὁ δὲ Πλάτων ὥσπερ ἐναντιούμενος ἐν τρίτῳ Νόμων φησί ᾽ μαντεύομαι δὲ περὶ Κύρου τὰ μὲν ἄλλα στρατηγὸν αὐτὸν ἀγαθὸν εἶναι καὶ φιλόπονον, παιδείας δ’ ὀρθῆς οὐδὲ ἧφθαι τὸ παράπαν, οἰκονομίᾳ δ’ οὐδ’ ᾑτινιοῦν προσεσχηκέναι. ἔοικε δ’ ἐκ νέου στρατεύεσθαι, παραδούς τε τοὺς παῖδας ταῖς γυναιξὶ τρέφειν.᾽ πάλιν ὁ μὲν Ξενοφῶν συναναβὰς Κύρῳ εἰς Πέρσας μετὰ τῶν μυρίων Ἑλλήνων καὶ ἀκριβῶς εἰδὼς τὴν προδοσίαν τοῦ Θεσσαλοῦ Μένωνος, ὅτι αὐτὸς αἴτιος ἐγένετο τοῖς περὶ Κλέαρχον τῆς ἀπωλείας τῆς ὑπὸ Τισσαφέρνου γενομένης, καὶ οἷός τις ἦν τὸν τρόπον, ὡς χαλεπός, ὡς ἀσελγής, διηγησάμενος φαίνεται. ὁ δὲ καλὸς Πλάτων μονονουχὶ εἰπών ᾽ οὐκ ἔστ’ ἔτυμος λόγος οὗτος ᾽ ἐγκώμια αὐτοῦ διεξέρχεται, ὁ τοὺς ἄλλους ἁπαξαπλῶς κακολογήσας, ἐν μὲν τῇ Πολιτείᾳ Ὅμηρον ἐκβάλλων καὶ τὴν μιμητικὴν ποίησιν, αὐτὸς δὲ τοὺς διαλόγους μιμητικῶς γράψας, ὧν τῆς ἰδέας οὐδ’ αὐτὸς εὑρετής ἐστιν. πρὸ γὰρ αὐτοῦ τοῦθ’ εὗρε τὸ εἶδος τῶν λόγων ὁ Τήιος Ἀλεξαμενός, ὡς ΝικίαςΝικαεὺς ἱστορεῖ καὶ Σωτίων. Ἀριστοτέλης δ’ ἐν τῷ περὶ Ποιητῶν οὕτως γράφει οὐκοῦν οὐδὲ ἐμμέτρους ὄντας τοὺς καλουμένους Σώφρονος μίμους μὴ φῶμεν εἶναι λόγους, ἢ μὴ μιμήσεις τοὺς Ἀλεξαμενοῦ τοῦ Τηίου τοὺς πρώτους γραφέντας τῶν Σωκρατικῶν λόγους ἄντικρυς φάσκων ὁ πολυμαθέστατος Ἀριστοτέλης πρὸ Πλάτωνος διαλόγους γεγραφέναι τὸν Ἀλεξαμενόν. διαβάλλει δὲ ὁ Πλάτων καὶ Θρασύμαχον τὸν Χαλκηδόνιον σοφιστὴν ὅμοιον εἶναι λέγων τῷ ὀνόματι, ἔτι δ’ Ἱππίαν καὶ Γοργίαν καὶ Παρμενίδην καὶ ἑνὶ διαλόγῳ τῷ Πρωταγόρᾳ πολλούς, ὁ τοιαῦτα ἐν τῇ Πολιτείᾳ εἰπών ᾽ ὅταν, οἶμαι, δημοκρατουμένη πόλις ἐλευθερίας διψήσασα κακῶν οἰνοχόων τύχῃ καὶ ἀκράτου αὐτῆς μεθυσθῇ.᾽

λέγεται δὲ ὡς καὶ ὁ Γοργίας αὐτὸς ἀναγνοὺς τὸν ὁμώνυμον αὑτῷ διάλογον πρὸς τοὺς συνήθεις ἔφη ᾽ ὡς καλῶς οἶδε Πλάτων ἰαμβίζειν.Ἕρμιππος δὲ ἐν τῷ περὶ Γοργίου ‘ὡς ἐπεδήμησε,’ φησί,· ταῖς Ἀθήναις Γοργίας μετὰ τὸ ποιήσασθαι τὴν ἀνάθεσιν τῆς ἐν Δελφοῖς ἑαυτοῦ χρυσῆς εἰκόνος, εἰπόντος τοῦ Πλάτωνος, ὅτε εἶδεν αὐτόν, ἥκει ἡμῖν ὁ καλός τε καὶ χρυσοῦς ὁ Γοργίας ἔφη ὁ Γοργίας· ἦ καλόν γε αἱ Ἀθῆναι καὶ νέον τοῦτον Ἀρχίλοχον ἐνηνόχασιν. ἄλλοι δέ φασιν ὡς ἀναγνοὺς ὁ Γοργίας τὸν Πλάτωνος διάλογον πρὸς τοὺς παρόντας εἶπεν ὅτι οὐδὲν τούτων οὔτ’ εἶπεν οὔτ’ ἤκουσε παρὰ Πλάτωνος,᾽ ταὐτά φασι καὶ Φαίδωνα εἰπεῖν ἀναγνόντα τὸν περὶ Ψυχῆς. διὸ καλῶς ὁ Τίμων περὶ αὐτοῦ ἔφη · ὡς ἀνέπλαττε Πλάτων ὁ πεπλασμένα θαύματα εἰδώς. Παρμενίδῃ μὲν γὰρ καὶ ἐλθεῖν εἰς λόγους τὸν τοῦ Πλάτωνος Σωκράτην μόλις ἡ ἡλικία συγχωρεῖ, οὐχ ὡς καὶ τοιούτους εἰπεῖν ἢ ἀκοῦσαι λόγους. τὸ δὲ πάντων σχετλιώτατον καὶ τὸ εἰπεῖν οὐδεμιᾶς κατεπειγούσης χρείας ὅτι παιδικὰ γεγόνοι τοῦ Παρμενίδου Ζήνων ὁ πολίτης αὐτοῦ. ἀδύνατον δὲ καὶ Φαῖδρον οὐ μόνον κατὰ Σωκράτην εἶναι, ἦ πού γε καὶ ἐρώμενον αὐτοῦ γεγονέναι. ἀλλὰ μὴν οὐ δύνανται οὐδὲ Πάραλος καὶ Ξάνθιππος οἱ Περικλέους υἱοὶ τελευτήσαντος τῷ λοιμῷ Πρωταγόρᾳ διαλέγεσθαι ὅτε δεύτερον ἐπεδήμησε ταῖς Ἀθήναις, οἱ ἔτι πρότερον τελευτήσαντες. πολλὰ δ’ ἔστι καὶ ἄλλα λέγειν περὶ αὐτοῦ καὶ δεικνύναι ὡς ἔπλαττε τοὺς διαλόγους. ὅτι

δὲ καὶ δυσμενὴς ἦν πρὸς ἅπαντας, δῆλον καὶ ἐκ τῶν ἐν τῷ Ἴωνι ἐπιγραφομένῳ, ἐν ᾧ πρῶτον μὲν κακολογεῖ πάντας τοὺς ποιητάς, ἔπειτα καὶ τοὺς ὑπὸ τοῦ δήμου προαγομένους, Φανοσθένη τὸν Ἄνδριον κἀπολλόδωρον τὸν Κυζικηνόν, ἔτι δὲ τὸν Κλαζομένιον Ἡρακλείδην. ἐν δὲ τῷ Μένωνι καὶ τοὺς μεγίστους παρ’ Ἀθηναίοις γενομένους ᾽ Ἀριστείδην καὶ Θεμιστοκλέα, Μένωνα δὲ ἐπαινεῖ τὸν τοὺς Ἕλληνας προδόντα. ἐν δὲ τῷ Εὐθυδήμῳ Εὐθύδημον καὶ τὸν ἀδελφὸν αὐτοῦ Διονυσόδωρον προπηλακίζων καὶ καλῶν ὀψιμαθεῖς ἔτι τε ἐριστὰς ὀνομάζων ὀνειδίζει αὐτοῖς καὶ τὴν ἐκ Χίου τῆς πατρίδος φυγήν, ἀφ’ ἧς ἐν Θουρίοις κατῳκίσθησαν. ἐν δὲ τῷ περὶ Ἀνδρείας Μελησίαν τὸν Θουκυδίδου τοῦ ἀντιπολιτευσαμένου Περικλεῖ καὶ Λυσίμαχον τὸν Ἀριστείδου τοῦ δικαίου, τῆς τῶν πατέρων ἀρετῆς ἀναξίους εἶναι φάσκων. ἃ δὲ περὶ Ἀλκιβιάδου εἴρηκεν ἐν τῷ Συμποσίῳ οὐδ’ εἰς φῶς λέγεσθαί ἐστιν ἄξιον, ἔν τε τῷ προτέρῳ τῶν εἰς αὐτὸν διαλόγων ὁ γὰρ δεύτερος ὑπό τινων Ξενοφῶντος εἶναι λέγεται, ὡς καὶ ἡ Ἀλκυὼν Λέοντος τοῦ Ἀκαδημαικοῦ, ὥς φησι ΝικίαςΝικαεύς. τὰ μὲν οὖν κατὰ Ἀλκιβιάδου λεχθέντα σιωπῶ· ὅτι δὲ τὸν Ἀθηναίων δῆμον εἰκαῖον εἴρηκε κριτὴν ἔτι τε πρόκωπον, Λακεδαιμονίους δὲ ἐπαινῶν ἐπαινεῖ καὶ τοὺς πάντων Ἑλλήνων ἐχθροὺς Πέρσας, καὶ τὸν ἀδελφὸν δὲ τοῦ Ἀλκιβιάδου Κλεινίαν μαινόμενόν τε ἀποκαλεῖ καὶ τοὺς υἱοὺς αὐτοῦ ἠλιθίους Μειδίαν τε ὀρτυγοκόπον, καὶ τὸν τῶν Ἀθηναίων δῆμον εὐπρόσωπον μὲν εἶναι, δεῖν δ’ αὐτὸν ἀποδύσαντας θεωρεῖν ὀφθήσεται γάρ, φησί, περίβλεπτον ἀξίωμα περικείμενος κάλλους οὐκ ἀληθινοῦ. ἐν

δὲ τῷ Κίμωνι οὐδὲ τῆς Θεμιστοκλέους φείδεται κατηγορίας οὐδὲ τῆς Ἀλκιβιάδου καὶ Μυρωνίδου, ἀλλ’ οὐδ’ αὐτοῦ τοῦ Κίμωνος, καὶ ὁ Κρίτων δ’ αὐτοῦ Κρίτωνος, ἡ δὲ Πολιτεία καὶ Σοφοκλέους περιέχει καταδρομήν, ὁ δὲ Γοργίας οὐ μόνον ἀφ’ οὗ τὸ ἐπίγραμμα, ἀλλὰ καὶ Ἀρχελάου τοῦ Μακεδονίας βασιλέως, ὃν οὐ μόνον ἐπονείδιστον γένος ἔχειν, ἀλλ’ ὅτι καὶ ἀπέκτεινε τὸν δεσπότην. οὗτος δ’ ἐστὶ Πλάτων, ὃν Σπεύσιππός φησι φίλτατον ὄντα Φιλίππῳ τῆς βασιλείας αἴτιον γενέσθαι. γράφει γοῦν ΚαρύστιοςΠεργαμηνὸς ἐν τοῖς Ἱστορικοῖς Ὑπομνήμασιν οὕτως Σπεύσιππος πυνθανόμενος Φίλιππον βλασφημεῖν περὶ Πλάτωνος εἰς ἐπιστολὴν ἔγραψέ τι τοιοῦτον ὥσπερ ἀγνοοῦντας τοὺς ἀνθρώπους ὅτι καὶ τὴν ἀρχὴν τῆς βασιλείας Φίλιππος διὰ Πλάτωνος ἔσχεν. Εὐφραῖον γὰρ ἀπέστειλε τὸν ᾽ Ὠρείτην πρὸς Περδίκκαν Πλάτων, ὃς ἔπεισεν ἀπομερίσαι τινὰ χώραν Φιλίππῳ. διατρέφων δ’ ἐνταῦθα δύναμιν, ὡς ἀπέθανε Περδίκκας, ἐξ ἑτοίμου δυνάμεως ὑπαρχούσης ἐπέπεσε τοῖς πράγμασι. ᾽ τοῦτο δ’ εἴπερ οὕτως ἀληθείας ἔχει, θεὸς ἂν εἰδείη. ὁ δὲ καλὸς αὐτοῦ Πρωταγόρας πρὸς τῷ καταδρομὴν ἔχειν πολλῶν ποιητῶν καὶ σοφῶν ἀνδρῶν ἐκθεατριζόμενον ἔχει καὶ τὸν Καλλίου βίον μᾶλλον τῶν Εὐπόλιδος Κολάκων, ἐν δὲ τῷ Μενεξένῳ οὐ μόνον ἹππίαςἩλεῖος χλευάζεται, ἀλλὰ καὶ ὁ Ῥαμνούσιος Ἀντιφῶν καὶ ὁ μουσικὸς Λάμπρος, ἐπιλίποι δ’ ἄν με ἡ ἡμέρα εἰ πάντας ἐθελήσαιμι ἐπελθεῖν τοὺς κακῶς ἀκούσαντας ὑπὸ τοῦ σοφοῦ. ἀλλὰ μὴν οὐδ’ Ἀντισθένη ἐπαινῶ· καὶ γὰρ καὶ οὗτος πολλοὺς εἰπὼν κακῶς οὐδ’ αὐτοῦ τοῦ Πλάτωνος ἀπέσχετο, ἀλλὰ καλέσας αὐτὸν φορτικῶς Σάθωνα τὸν ταύτην ἔχοντα τὴν ἐπιγραφὴν διάλογον ἐξέδωκεν. Ἡγήσανδρος

δὲ ὁ Δελφὸς ἐν τοῖς Ὑπομνήμασι περὶ τῆς πρὸς πάντας τοῦ Πλάτωνος κακοηθείας λέγων γράφει καὶ ταῦτα μετὰ τὴν Σωκράτους τελευτὴν ἐπὶ πλεῖον τῶν συνήθων ἀθυμούντων ἒν τινι συνουσίᾳ Πλάτων συμπαρὼν λαβὼν τὸ ποτήριον παρεκάλει μὴ ἀθυμεῖν αὐτούς, ὡς ἱκανὸς αὐτὸς εἴη ἡγεῖσθαι τῆς σχολῆς, καὶ προέπιεν Ἀπολλοδώρῳ. καὶ ὃς εἶπεν ἥδιον ἂν παρὰ Σωκράτους τὴν τοῦ φαρμάκου κύλικα εἰλήφειν ἢ παρὰ σοῦ τὴν τοῦ οἴνου πρόποσιν. ἐδόκει γὰρ Πλάτων φθονερὸς εἶναι καὶ κατὰ τὸ ἦθος οὐδαμῶς εὐδοκιμεῖν. καὶ γὰρ Ἀρίστιππον πρὸς Διονύσιον ἀποδημήσαντα ἔσκωπτεν, αὐτὸς τρὶς εἰς Σικελίαν ἐκπλεύσας· ἅπαξ μὲν τῶν ῥυάκων χάριν, ὅτε καὶ τῷ πρεσβυτέρῳ Διονυσίῳ συγγενόμενος ἐκινδύνευσεν, δὶς δὲ πρὸς τὸν νεώτερον Διονύσιον· Αἰσχίνου τε πένητος ὄντος καὶ μαθητὴν ἕνα ἔχοντος Ξενοκράτην, τοῦτον περιέσπασεν. καὶ Φαίδωνι δὲ τὴν τῆς δουλείας ἐφιστὰς δίκην ἐφωράθη· καὶ τὸ καθόλου πᾶσι τοῖς Σωκράτους μαθηταῖς ἐπεφύκει μητρυιᾶς ἔχων διάθεσιν. διόπερ Σωκράτης οὐκ ἀηδῶς περὶ αὐτοῦ στοχαζόμενος ἐνύπνιον ἔφησεν ἑωρακέναι πλειόνων παρόντων. δοκεῖν γὰρ ἔφη τὸν Πλάτωνα κορώνην γενόμενον ἐπὶ τὴν κεφαλήν μου ἀναπηδήσαντα τὸ φαλακρόν μου κατασκαριφᾶν καὶ κρώζειν περιβλέπουσαν. δοκῶ οὖν σε, ὦ Πλάτων, πολλὰ κατὰ τῆς ἐμῆς. ψεύσεσθαι κεφαλῆς. ἦν δὲ ὁ Πλάτων πρὸς τῇ κακοηθείᾳ καὶ φιλόδοξος, ὅστις ἔφησεν· ἔσχατον τὸν τῆς δόξης χιτῶνα ἐν τῷ θανάτῳ αὐτῷ ἀποδυόμεθα, ἐν διαθήκαις, ἐν ἐκκομιδαῖς, ἐν τάφοις, ὥς φησι Διοσκουρίδης ἐν τοῖς Ἀπομνημονεύμασιν. καὶ τὸ πόλιν δὲ θελῆσαι κτίσαι καὶ τὸ νομοθετῆσαι τίς οὐ φήσει πάθος εἶναι φιλοδοξίας; δῆλον δ’ ἐστὶ τοῦτο ἐξ ὧν ἐν τῷ Τιμαίῳ λέγει· πέπονθά τι πάθος πρὸς τὴν πολιτείαν, ὥσπερ ἂν εἰ ζωγράφος ἐβούλετο τὰ ἑαυτοῦ ἔργα κινούμενα καὶ ἐνεργὰ ἰδεῖν οὕτω κἀγὼ τοὺς πολίτας οὓς διαγράφω.

᾽ ᾽περὶ δὲ τῶν ἐν τοῖς διαλόγοις αὐτοῦ λελεγμένων τί ἂν καὶ λέγοι τις; ἡ μὲν γὰρ ψυχὴ ἡ διαπλαττομένη ἀθάνατος ὑπ’ αὐτοῦ καὶ κατὰ τὴν ἀπόλυσιν χωριζομένη τοῦ σώματος παρὰ πρώτῳ εἴρηται Ὁμήρῳ. οὗτος γὰρ εἶπεν ὡς ἡ τοῦ Πατρόκλου ψυχὴ ἄιδόσδε κατῆλθεν ὃν πότμον γοόωσα, λιποῦσ’ ἀνδροτῆτα καὶ ἥβην. εἰ δ’ οὖν καὶ Πλάτωνος φήσειέν τις εἶναι τὸν λόγον, οὐχ ὁρῶ τίν’ ἐσχήκαμεν ἀπ’ αὐτοῦ ὠφέλειαν. ἐὰν γὰρ καὶ συγχωρήσῃ τις μεθίστασθαι τὰς τῶν τετελευτηκότων ψυχὰς εἰς ἄλλας φύσεις καὶ πρὸς τὸν μετεωρότερον καὶ καθαρώτερον ἀνέρχεσθαι τόπον, ἅτε κουφότητος μετεχούσας, τί πλέον ἡμῖν; ὧν γὰρ μήτ’ ἀνάμνησίς ἐστιν οὗ ποτε ἦμεν μήτ’ αἴσθησις εἰ καὶ τὸ σύνολον ἦμεν, τίς χάρις ταύτης τῆς ἀθανασίας; οἱ δὲ συντεθέντες ὑπ’ αὐτοῦ Νόμοι καὶ τούτων ἔτι πρότερον ἡ Πολιτεία τί πεποιήκασιν; καίτοι γε ἔδει καθάπερ τὸν Λυκοῦργον τοὺς Λακεδαιμονίους καὶ τὸν Σόλωνα τοὺς Ἀθηναίους καὶ τὸν Ζάλευκον τοὺς Θουρίους, καὶ αὐτόν, εἴπερ ἦσαν χρήσιμοι, πεῖσαί τινας τῶν Ἑλλήνων αὐτοῖς χρήσασθαι. ᾽ νόμος γάρ ἐστιν,᾽ ὥς φησιν Ἀριστοτέλης, ᾽ λόγος ὡρισμένος καθ’ ὁμολογίαν κοινὴν πόλεως, μηνύων πῶς δεῖ πράττειν ἕκαστα ὁ δὲ Πλάτων πῶς οὐκ ἄτοπος, τριῶν Ἀθηναίων γενομένων νομοθετῶν τῶν γε δὴ γνωριζομένων, Δράκοντος καὶ αὐτοῦ τοῦ Πλάτωνος καὶ Σόλωνος, τῶν μὲν τοῖς νόμοις ἐμμένειν τοὺς πολίτας, τῶν δὲ τοῦ Πλάτωνος καὶ προσκαταγελᾶν; ὁ δ’ αὐτὸς λόγος καὶ περὶ τῆς Πολιτείας· εἰ καὶ πασῶν ἐστιν αὕτη βελτίων, μὴ πείθοι δ’ ἡμᾶς, τί πλέον; ἔοικεν οὖν ὁ Πλάτων οὐ τοῖς οὖσιν ἀνθρώποις γράψαι τοὺς νόμους, ἀλλὰ τοῖς ὑπ’ αὐτοῦ διαπλαττομένοις, ὥστε καὶ ζητεῖσθαι τοὺς χρησομένους. ἐχρῆν οὖν ἃ πείσει· λέγων ταῦτα καὶ γράφειν καὶ μὴ ταὐτὰ ποιεῖν τοῖς εὐχομένοις, ἀλλὰ τοῖς τῶν ἐνδεχομένων ἀντεχομένοις.

χωρὶς τοίνυν τούτων εἴ τις διεξίοι τοὺς Τιμαίους αὐτοῦ καὶ τοὺς Γοργίας καὶ τοὺς ἄλλους δὲ τοὺς τοιούτους διαλόγους, ἐν οἷς καὶ περὶ τῶν ἐν τοῖς μαθήμασι διεξέρχεται καὶ περὶ τῶν κατὰ φύσιν καὶ περὶ πλειόνων ἄλλων, οὐδὲ διὰ ταῦτα θαυμαστέος ἐστίν. ἔχει γάρ τις καὶ παρ’ ἑτέρων ταῦτα λαβεῖν ἢ βέλτιον λεχθέντα ἢ μὴ χεῖρον. καὶ γὰρ ΘεόπομποςΧῖος ἐν τῷ κατὰ τῆς Πλάτωνος διατριβῆς ᾽ τοὺς πολλούς,᾽ φησί, ᾽ τῶν διαλόγων αὐτοῦ ἀχρείους καὶ ψευδεῖς ἄν τις εὕροι· ἀλλοτρίους δὲ τοὺς πλείους, ὄντας ἐκ τῶν Ἀριστίππου διατριβῶν, ἐνίους δὲ κἀκ τῶν Ἀντισθένους, πολλοὺς δὲ κἀκ τῶν Βρύσωνος τοῦ Ἡρακλεώτου ἀλλὰ τὰ κατὰ τὸν ἄνθρωπον ἅπερ ἐπαγγέλλεται καὶ ἡμεῖς ζητοῦμεν ἐκ τῶν ἐκείνου λόγων, οὐχ εὑρίσκομεν, ἀλλὰ συμπόσια μὲν καὶ λόγους ὑπὲρ ἔρωτος εἰρημένους καὶ μάλα ἀπρεπεῖς, οὓς καταφρονῶν τῶν ἀναγνωσομένων συνέθηκεν, ὥσπερ καὶ οἱ πολλοὶ τῶν μαθητῶν αὐτοῦ τυραννικοί τινες καὶ διάβολοι γεγόνασιν.

Εὐφραῖος μὲν γὰρ παρὰ Περδίκκᾳ τῷ βασιλεῖ διατρίβων ἐν Μακεδονίᾳ οὐχ ἧττον αὐτοῦ ἐβασίλευε φαῦλος ὢν καὶ διάβολος· ὃς οὕτω ψυχρῶς συνέταξε τὴν ἑταιρίαν τοῦ βασιλέως ὥστε οὐκ ἐξῆν τοῦ συσσιτίου μετασχεῖν εἰ μή τις ἐπίσταιτο γεωμετρεῖν ἢ φιλοσοφεῖν, ὅθεν, Φιλίππου τὴν ἀρχὴν παραλαβόντος, Παρμενίων αὐτὸν ἐν ᾽ Ὠρεῷ λαβὼν ἀπέκτεινεν, ὥς φησι Καρύστιος ἐν Ἱστορικοῖς Ὑπομνήμασι. καὶ Κάλλιππος δ’ ὁ Ἀθηναῖος, μαθητὴς καὶ αὐτὸς Πλάτωνος, ἑταῖρος Δίωνος καὶ συμμαθητὴς γενόμενος καὶ συναποδημήσας αὐτῷ εἰς Συρακούσας, ὁρῶν ἤδη τὸν Δίωνα ἐξιδιοποιούμενον τὴν μοναρχίαν ἀποκτείνας αὐτὸν καὶ αὐτὸς τυραννεῖν ἐπιχειρήσας ἀπεσφάγη, Εὐαίων δ’ ὁ Λαμψακηνός, ὥς φησιν Εὐρύπυλος καὶ ΔικαιοκλῆςΚνίδιος ἐνενηκοστῷ καὶ πρώτῳ Διατριβῶν, ἔτι δὲ Δημοχάρης ὁ ῥήτωρ ἐν τῷ ὑπὲρ Σοφοκλέους πρὸς Φίλωνα, δανείσας τῇ πατρίδι ἀργύριον ἐπὶ ἐνεχύρῳ τῇ ἀκροπόλει ἀφυστερήσας τυραννεῖν ἐβουλεύετο, ἕως συνδραμόντες ἐπ’ αὐτὸν οἱ Λαμψακηνοὶ καὶ τὰ χρήματα ἀποδόντες ἐξέβαλον. Τίμαιος δ’ ὁ Κυζικηνός, ὡς ὁ αὐτὸς Δημοχάρης φησίν, χρήματα καὶ σῖτον ἐπιδοὺς τοῖς πολίταις καὶ διὰ ταῦτα πιστευθεὶς εἶναι χρηστὸς παρὰ τοῖς Κυζικηνοῖς, μικρὸν ἐπισχὼν χρόνον ἐπέθετο τῇ πολιτείᾳ δι’ Ἀριδαίου. κριθεὶς δὲ καὶ ἁλοὺς καὶ ἀδοξήσας ἐν μὲν τῇ πόλει ἐπέμενε παλαιὸς καὶ γεγηρακώς, ἀτίμως δὲ διαζῶν. τοιοῦτοι δ’ εἰσὶ καὶ νῦν τῶν Ἀκαδημαικῶν τινες, ἀνοσίως καὶ ἀδόξως βιοῦντες. χρημάτων γὰρ ἐξ ἀσεβείας καὶ παρὰ φύσιν κυριεύσαντες διὰ γοητείαν νῦν εἰσιν περίβλεπτοι· ὥσπερ καὶ Χαίρων Πελληνεύς, ὃς οὐ μόνῳ Πλάτωνι ἐσχόλακεν, ἀλλὰ καὶ Ξενοκράτει. καὶ οὗτος οὖν τῆς πατρίδος, πικρῶς τυραννήσας οὐ μόνον τοὺς ἀρίστους τῶν πολιτῶν ἐξήλασεν, ἀλλὰ καὶ τοῖς τούτων δούλοις τὰ χρήματα τῶν δεσποτῶν χαρισάμενος καὶ τὰς ἐκείνων γυναῖκας συνῴκισεν πρὸς γάμου κοινωνίαν, ταῦτ’ ὠφεληθεὶς ἐκ τῆς καλῆς Πολιτείας καὶ τῶν παρανόμων Νόμων.

διὸ καὶ Ἔφιππος ὁ κωμῳδιοποιὸς ἐν Ναυάγῳ Πλάτωνά τε αὐτὸν καὶ τῶν γνωρίμων τινὰς κεκωμῴδηκεν ὡς καὶ ἐπ’ ἀργυρίῳ συκοφαντοῦντας, ἐμφαίνων ὅτι καὶ πολυτελῶς ἠσκοῦντο καὶ ὅτι τῆς εὐμορφίας τῶν καθ’ ἡμᾶς ἀσελγῶν πλείονα πρόνοιαν ἐποιοῦντο· λέγει δ’ οὕτως· ἔπειτ’ ἀναστὰς εὔστοχος νεανίας τῶν ἐξ Ἀκαδημίας τις ὑποπλατωνικὸς Βρυσωνοθρασυμαχειοληψικερμάτων, πληγεὶς ἀνάγκῃ ληψιλογομίσθῳ τέχνῃ συνών τις, οὐκ ἄσκεπτα δυνάμενος λέγειν, εὖ μὲν μαχαίρᾳ ξύστ’ ἔχων τριχώματα, εὖ δ’ ὑποκαθιεὶς ἄτομα πώγωνος βάθη, εὖ δ’ ἐν πεδίλῳ πόδα τιθεὶς ἐπισφύρων κνήμης ἱμάντων ἰσομέτροις ἑλίγμασιν, ὄγκῳ τε χλανίδος εὖ τεθωρακισμένος, σχῆμ’ ἀξιόχρεων ἐπικαθεὶς βακτηρίᾳ, ἀλλότριον, οὐκ οἰκεῖον, ὡς ἐμοὶ δοκεῖ, ἔλεξεν ἄνδρες τῆς Ἀθηναίων χθονός.᾽

μέχρι τούτων ἡμῖν πεπεραιώσθω καὶ ἥδε ἡ συναγωγή, φίλτατε Τιμόκρατες. ἑξῆς δὲ ἐροῦμεν περὶ τῶν ἐπὶ τρυφῇ διαβοήτων γενομένων.