GetPassage urn:cts:greekLit:tlg0006.tlg007.perseus-grc2:974-993 urn:cts:greekLit:tlg0006.tlg007.perseus-grc2:974-993
Πολυμῆστορ· ἄλλως δʼ αἴτιόν τι καὶ νόμος,γυναῖκας ἀνδρῶν μὴ βλέπειν ἐναντίον.Πολυμήστωρκαὶ θαῦμά γʼ οὐδέν. ἀλλὰ τίς χρεία σʼ ἐμοῦ;τί χρῆμʼ ἐπέμψω τὸν ἐμὸν ἐκ δόμων πόδα·Ἑκάβηἴδιον ἐμαυτῆς δή τι πρὸς σὲ βούλομαικαὶ παῖδας εἰπεῖν σούς· ὀπάονας δέ μοιχωρὶς κέλευσον τῶνδʼ ἀποστῆναι δόμων.Πολυμήστωρχωρεῖτʼ· ἐν ἀσφαλεῖ γὰρ ἥδʼ ἐρημία.φίλη μὲν εἶ σύ, προσφιλὲς δέ μοι τόδεστράτευμʼ Ἀχαιῶν. ἀλλὰ σημαίνειν σὲ χρῆν·τί χρὴ τὸν εὖ πράσσοντα μὴ πράσσουσιν εὖφίλοις ἐπαρκεῖν; ὡς ἕτοιμός εἰμʼ ἐγώ.Ἑκάβηπρῶτον μὲν εἰπὲ παῖδʼ ὃν ἐξ ἐμῆς χερὸςΠολύδωρον ἔκ τε πατρὸς ἐν δόμοις ἔχεις,εἰ ζῇ· τὰ δʼ ἄλλα δεύτερόν σʼ ἐρήσομαι.Πολυμήστωρμάλιστα· τοὐκείνου μὲν εὐτυχεῖς μέρος.Ἑκάβηὦ φίλταθʼ, ὡς εὖ κἀξίως λέγεις σέθεν.Πολυμήστωρτί δῆτα βούλῃ δεύτερον μαθεῖν ἐμοῦ;Ἑκάβηεἰ τῆς τεκούσης τῆσδε μέμνηταί τί μου;Πολυμήστωρκαὶ δεῦρό γʼ ὡς σὲ κρύφιος ἐζήτει μολεῖν.