GetPassage urn:cts:greekLit:tlg0006.tlg007.perseus-grc2:585-604 urn:cts:greekLit:tlg0006.tlg007.perseus-grc2:585-604
ὦ θύγατερ, οὐκ οἶδʼ εἰς ὅ τι βλέψω κακῶν,πολλῶν παρόντων· ἢν γὰρ ἅψωμαί τινος,τόδʼ οὐκ ἐᾷ με, παρακαλεῖ δʼ ἐκεῖθεν αὖλύπη τις ἄλλη διάδοχος κακῶν κακοῖς.καὶ νῦν τὸ μὲν σὸν ὥστε μὴ στένειν πάθοςοὐκ ἂν δυναίμην ἐξαλείψασθαι φρενός·τὸ δʼ αὖ λίαν παρεῖλες ἀγγελθεῖσά μοιγενναῖος. οὔκουν δεινόν, εἰ γῆ μὲν κακὴτυχοῦσα καιροῦ θεόθεν εὖ στάχυν φέρει,χρηστὴ δʼ ἁμαρτοῦσʼ ὧν χρεὼν αὐτὴν τυχεῖνκακὸν δίδωσι καρπόν, ἀνθρώποις δʼ ἀεὶὁ μὲν πονηρὸς οὐδὲν ἄλλο πλὴν κακός,ὁ δʼ ἐσθλὸς ἐσθλός, οὐδὲ συμφορᾶς ὕποφύσιν διέφθειρʼ, ἀλλὰ χρηστός ἐστʼ ἀεί;ἆρʼ οἱ τεκόντες διαφέρουσιν ἢ τροφαί;ἔχει γε μέντοι καὶ τὸ θρεφθῆναι καλῶςδίδαξιν ἐσθλοῦ· τοῦτο δʼ ἤν τις εὖ μάθῃ,οἶδεν τό γʼ αἰσχρόν, κανόνι τοῦ καλοῦ μαθών.καὶ ταῦτα μὲν δὴ νοῦς ἐτόξευσεν μάτην·σὺ δʼ ἐλθὲ καὶ σήμηνον Ἀργείοις τάδε,