GetPassage urn:cts:greekLit:tlg0006.tlg007.perseus-grc2:223-242 urn:cts:greekLit:tlg0006.tlg007.perseus-grc2:223-242
τάσσουσιν εἶναι· θύματος δʼ ἐπιστάτηςἱερεύς τʼ ἐπέσται τοῦδε παῖς Ἀχιλλέως.οἶσθʼ οὖν ὃ δρᾶσον; μήτʼ ἀποσπασθῇς βίᾳμήτʼ ἐς χερῶν ἅμιλλαν ἐξέλθῃς ἐμοί·γίγνωσκε δʼ ἀλκὴν καὶ παρουσίαν κακῶντῶν σῶν. σοφόν τοι κἀν κακοῖς ἃ δεῖ φρονεῖν.Ἑκάβηαἰαῖ· παρέστηχʼ, ὡς ἔοικʼ, ἀγὼν μέγας,πλήρης στεναγμῶν οὐδὲ δακρύων κενός.κἄγωγʼ ἄρʼ οὐκ ἔθνῃσκον οὗ μʼ ἐχρῆν θανεῖν,οὐδʼ ὤλεσέν με Ζεύς, τρέφει δʼ, ὅπως ὁρῶκακῶν κάκʼ ἄλλα μείζονʼ ἡ τάλαινʼ ἐγώ.εἰ δʼ ἔστι τοῖς δούλοισι τοὺς ἐλευθέρουςμὴ λυπρὰ μηδὲ καρδίας δηκτήριαἐξιστορῆσαι, σοὶ μὲν εἰρῆσθαι χρεών,ἡμᾶς δʼ ἀκοῦσαι τοὺς ἐρωτῶντας τάδε.Ὀδυσσεύςἔξεστʼ, ἐρώτα· τοῦ χρόνου γὰρ οὐ φθονῶ.Ἑκάβηοἶσθʼ ἡνίκʼ ἦλθες Ἰλίου κατάσκοπος,δυσχλαινίᾳ τʼ ἄμορφος, ὀμμάτων τʼ ἄποφόνου σταλαγμοὶ σὴν κατέσταζον γένυν;Ὀδυσσεύςοἶδʼ· οὐ γὰρ ἄκρας καρδίας ἔψαυσέ μου.