<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg5031.tlg002.1st1K-grc1:407-437</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg5031.tlg002.1st1K-grc1:407-437</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg5031.tlg002.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg5031.tlg002.1st1K-grc1" n="407"><p rend="indent">Θρίοις· φύλλοις.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg5031.tlg002.1st1K-grc1" n="408"><p rend="indent">Ὁνειδείην· αἰσχύνην.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg5031.tlg002.1st1K-grc1" n="409"><p rend="indent">Βρωμήεντος· τοῦ ὄνου. Ἐναλδήσασα· ἐναυξήσασα. Κορύνην· τὸ αἰδοῖον τοῦ ὄνου. Λειριόεν κάρη· τὴν κεφαλὴν τοῦ λειρίου, λείριον δέ φασι τὸ κρίνον· τούτῳ δὲ λέγεται τὴν Ἀφροδίτην ἐρίσαι περὶ εὐχροίας, τὴν δ’ ὀργισθεῖσαν ὅμοιον αἰδοίῳ ποιῆσαι ὄνου.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg5031.tlg002.1st1K-grc1" n="410"><p rend="indent">Σκύλαιο· ξύρησον. Ἐπεσίνατο· ἔβλαψεν. Περὶ κόρσεα πλάσσοις· ἐπίπλασσε τὴν κεφαλήν. Σκύλαιο κάρη· κελεύει ξυρᾷν τὴν κεφαλὴν αὐτοῦ καὶ καταπλάττειν πηγάνῳ καὶ ἀλεύρῳ κριθίνῳ καὶ ποτίζειν νάρδῳ ὡς πλεῖστον, καὶ ὄξους ἐσκευασμένου· βλάπτεσθαι δέ φησι τὸ πήγανον ὑπὸ τῆς κάμπης. Ἄλλως· ξύρισόν φησι τὴν κεφαλὴν καὶ κατάπλασον ὠμῇ λύσει μετὰ πηγάνου· τὸ δὲ πήγανον παρὰ τὸ πήγνυσθαι τὴν γονήν· ἔστι γὰρ καὶ ἐπισχετικὸν τῆς συνουσίας, διὸ καὶ οἱ μυούμενοι αὐτῷ χρῶνται· ἢ διὰ τὸ ἐν πάγοις φύεσθαι τὸ πήγανον. Ἄλλως· Σκύλαιό φησι τὴν κεφαλὴν τοῦ πηγάνου, καὶ ἔπαρον αὐτοῦ τὴν λάχνην, ἤγουν τὸ ἄνθος, κόψας αὐτὸ κάτωθεν εὐήκει ξυρῷ, ὅ ἐστιν εὐακονήτῳ, καὶ ἔψησον ἄλευρα κριθῶν νεάλεστα καὶ φυλλάδα πηγάνου ἐν ὄξει, καὶ ποίησον τροχίσκους, καὶ περὶ τὴν κεφαλὴν τοῦ πάσχοντος κατάπλασσε.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg5031.tlg002.1st1K-grc1" n="415"><p rend="indent">Μηδεὶς ἀπείρως ἔχων τοῦ ὑοσκυάμου τὴν νηδὺν κορέσκοι, οἷα ποιοῦσιν οἱ σφαλλόμενοι τοῖς φρεσίν· ἰδίως δ’ εἴρηκε τὸ ἀιδρήεντα ἀντὶ τοῦ ἀιδρηέντως· λέγει οὖν, ὅτι ἐάν τις ἀπείρως προσενέγκῃ τὸν ὑοσκύαμον περὶ τὰ ἁπαλὰ λάχανα σὺν τοῖς σπέρμασιν ἁπαλοῖς οὖσιν, ἢ καὶ ὅταν τὰ παιδία προσενέγκηται, ποίει παραφυλάττεσθαι.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg5031.tlg002.1st1K-grc1" n="416"><p rend="indent">Παρασφαλέες δὲ σπέρχονται ἀντὶ τοῦ οἱ ἐσφαλμένοι τρέχουσι καὶ σπεύδουσιν.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg5031.tlg002.1st1K-grc1" n="418"><p rend="indent">Κοῦροι· ὅπερ οἱ παῖδες οἱ ἄρτι ἐπισύρεσθαι παυσάμενοι καὶ τὰς τροφοὺς ἀπαρνησάμενοι ποιοῦσιν ἀγνοίᾳ, καὶ ἐμβάλλοντες εἰς τὰ χαλινὰ αὐτῶν, ὅπερ ἂν αὐτοῖς ὑποπέσηται ἢ εὕρωσιν. <pb facs="theriacaetalexip00nica_0474"/></p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg5031.tlg002.1st1K-grc1" n="417"><p rend="indent">Ἠὲ νέον σπείρημα· λέγει τὸ ἄκρον τῆς κόμης, ὅ ἐστιν ἁπαλὸν, ὃ δὴ πολλάκις συμβαίνει τοῖς ἤδη δυναμένοις παισὶ χωρὶς τῶν τιθηνῶν πορεύεσθαι καὶ ἐσθίειν. Ἄλλως· νέον σπείρημα· οἱ ἔτι τὰς τρίχας ἀπὸ τῆς σπορᾶς φθεροῦντες· σπείρημα γὰρ τὸ σπέρμα. Ἀμφικάρηνα κομάων, ἤγουν τὰ περὶ τὴν κεφαλὴν τῶν κομῶν. Γράφεται δὲ τὸ σπέρχονται καὶ τεύχονται ἀντὶ τοῦ ποιοῦσιν, ὁ δὲ νοῦς τοιοῦτος· τὰ παιδία τὰ νεωστὶ ἐκφυγόντα τὸ ἐπὶ γαστέρα σύρεσθαι καὶ τετραποδίζειν καὶ ἀπειπάμενα τῶν τριχῶν τὸ ἀμφικάρηνον, τουτέστι τὰ νεωστὶ κουρευθέντα καὶ ἀρξάμενα περιπατεῖν ἄνευ τῆς τροφοῦ, λέγει δὲ τὰ ὄντα περὶ τὰ τέσσαρα ἔτη καὶ τὰ πέντε· ταῦτα γὰρ ἐπιτυγχάνοντα τῷ ὑοσκυάμῳ ἐσθίουσιν αὐτὸν καὶ βλάπτονται· ὀλοὴν γὰρ ἑρπυδόνα τὸν τετραποδισμὸν καὶ τὸν συρμόν. Ἄνις δ’ ἀντὶ τοῦ ἄνευ.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg5031.tlg002.1st1K-grc1" n="420"><p rend="indent">Τῇ ἀφροσύνῃ τρώγωσι τοὺς κακανθήσαντας κλάδους.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg5031.tlg002.1st1K-grc1" n="421"><p rend="indent">Οἷα γὰρ οἱ νεωστὶ ἐν τοῖς γναθμοῖς τοὺς βρωτῆρας ὀδόντας ὑποφαίνοντες, τοιοῦτός φησι κνηθμὸς ἐν τοῖς φαγοῦσιν ὑοσκύαμον, οἷος ἐν τοῖς παισὶν, ὅταν ἀποβάλλωσι τοὺς ὀδόντας.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg5031.tlg002.1st1K-grc1" n="424"><p rend="indent">Βουκέραος· εἶδος βοτάνης, τοῦτο δὲ καμπύλον ἐστὶ καθάπερ βοὸς κέρας· διὸ καὶ τῆς ὀνομασίας ταύτης ἔτυχεν. Καὶ σιτηγόνου τοῦ εἰς σιτισμὸν καὶ τροφὴν γινομένου· γράφεται καὶ χιλογόνου. Ὅρρα κεραίας· ὅπερ βούκερας κεραίας τινὰς εὐκαμπεῖς κάτωθεν ὑπὸ τοῖς ὑπηνεμίοις φύλλοις αὔξει. Ἄλλως· σιτηγόνου· γράφεται καὶ κεβληγόνου, τοῦ ἐν τῇ κεφαλῇ ἔχοντος τὸν γόνον· κέβλη γὰρ ἡ κεφαλὴ ἐν συγκοπῇ τοῦ α καὶ τροπῇ τοῦ φ εἰς β.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg5031.tlg002.1st1K-grc1" n="426"><p rend="indent">Ἀτμενίῳ δὲ τῷ ἐλαίῳ τῷ μετὰ κακοπαθείας γινομένῳ· ἀτμένες γὰρ οἱ δοῦλοι, οἷς ἕπεται τὸ κακοπαθεῖν· μέγα φησὶν ὄνειάρ ἐστι τὸ βούκερας, ὅταν ἐμπλεύσῃ καὶ βράχῇ τῷ ἀτμενίῳ ἐλαίῳ.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg5031.tlg002.1st1K-grc1" n="428"><p rend="indent">Τουτέστιν ὠμὰ τὰ φύλλα διαμασήσασθαι καὶ τὸν χυλὸν αὐτῶν καταπίνειν.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg5031.tlg002.1st1K-grc1" n="429"><p rend="indent">Κίχορα δὲ καὶ καρδαμίδας εἴδη λαχάνων καὶ γηθυλλίδας εἶδος κρομμύων, ἤτοι τὰς κεφαλὰς ἢ τὰς ῥίζας, ἢ τὰ ὑπ’ ἐνίων λεγόμενα ἀγριόφυτα.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg5031.tlg002.1st1K-grc1" n="432"><p rend="indent">Καὶ εὔαγλις, καλὰς ἄγλιθας ἔχουσα· ἄγλιθες οἱ κόκκοι, ἐξ ὧν αἱ κεφαλαὶ τῶν σκορόδων σύγκεινται, ἅπερ σκελίδια ἡ συνήθειά φησιν, τὰ δὲ κίχορα οἱ Ἀττικοὶ κιχόριά φασιν, ἡμεῖς δὲ γογγύλια, γαθυλλὶς τὸ νέον κρόμμυον. Κίχορα ἡμεῖς μὲν γιγγικίδια, οἱ δ’ Ἀττικοὶ κιχόρια.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg5031.tlg002.1st1K-grc1" n="433"><p rend="indent">Κεβληγόνου· τῆς ἐν τῇ κεφαλῇ τὸν γόνον ἐχούσης, ὅ ἐστι τὸ σπέρμα· συγγενὲς γὰρ τὸ β τῷ φ· καὶ Καλλίμαχος· <quote type="blockquote"><lb/>ἀμφί τε κέβλην <lb/>εἰργμένος ἀγλίθων οὖλον ἔχει στέφανον.</quote> Τινὲς τῆς κατὰ τὴν κεφαλὴν κομώσης μήκωνος· βοτάνη γάρ ἐστιν ἡ μήκων, ἐν τῇ κεφαλῇ ἔχουσα τὸν γόνον· καὶ Εὐφορίων περὶ τῆς Ἀθηνᾶς· <quote type="blockquote">κεβληγόνου Ἀτρυτώνης.</quote> Μήκων δ’ εἴρηται παρὰ τὸ μὴ κονεῖν, ὅ ἐστι μὴ ἐνεργεῖν· κονεῖν γὰρ λέγεται τὸ ἐνεργεῖν, κωλυτικὸν δὲ τοῦτο τῶν κατὰ φύσιν ἐνεργειῶν. <pb facs="theriacaetalexip00nica_0475"/></p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg5031.tlg002.1st1K-grc1" n="434"><p rend="indent">Καθυπνέας· ὑπνοῦντας· ἄγει γὰρ τὸ μηκώνειον εἰς ὕπνον· ἐτυμολογοῦσι δὲ τὴν μήκωνα, ἤτοι τὴν μὴ ἀκονεῖν, ὡς εἴρηται, μηδ’ ἐνεργεῖν ποιοῦσαν.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg5031.tlg002.1st1K-grc1" n="435"><p rend="indent">Ἀντὶ τοῦ οὐκ ἀνοίγονται οἱ ὀφθαλμοί.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg5031.tlg002.1st1K-grc1" n="436"><p rend="indent">Τὸ δὲ δέδηεν ἀντὶ τοῦ δέδεται, δεσμεῖται.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg5031.tlg002.1st1K-grc1" n="437"><p rend="indent">Ὀδμήεις δ’ ὀζώδης, ὀδμὴν ἔχων τὴν ἀπὸ τοῦ ὀποῦ· φέρεται γὰρ ἱδρὼς ψυχομένου τοῦ σώματος.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>