<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg5031.tlg002.1st1K-grc1:30-43</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg5031.tlg002.1st1K-grc1:30-43</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg5031.tlg002.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg5031.tlg002.1st1K-grc1" n="30"><p rend="indent">Ἀγριόεσσαν ὀπώρην νῦν τὴν σταφυλὴν λέγει ἀντὶ τοῦ ἀγριοποιόν, ἐπειδὴ ὁ οἶος ἀγριοποιός ἐστι, καθάπερ λέγεται ἡ ἀγρία καὶ ὀρεινή Ὑποθλίψαντες δ’ ἤγουν ἐκπιέσαντες τὴν σταφυλὴν οἱ Σιληνοί, οὗτοι δ’ οὓς ἡμεῖς Σατύρους λέγομεν οἱ ἀρχαῖοι Σιληνοὺς ἐκάλουν ἀπὸ τοῦ σιλλαίνειν, ὅ ἐστι λοιδορεῖν, γράφεται δὲ διὰ τοῦ ι.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg5031.tlg002.1st1K-grc1" n="31"><p rend="indent">Κεραοῖο, ὅτι οἱ ἀρχαῖοι κέρασιν ἐχρῶντο ἐν τῇ πόσει ἀντὶ ποτηρίων, ὅθεν καὶ τὸ κεράσαι εἴρηται· ἢ διὰ τὸ ταυρωτικὸν τῶν πινόντων, τουτέστι τὴν ἀπὸ τοῦ οἴνου ἰσχὺν, ὡς κέρατα ἐχόντων, ὁ δὲ Διόνυσος καὶ ταυρόκερως λέγεται.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg5031.tlg002.1st1K-grc1" n="32"><p rend="indent">Θωρηχθέντες ἀντὶ τοῦ μεθυσθέντες· καὶ Ἱπποκράτης τὴν οἰνοποσίαν θώρηξιν εἴρηκεν (<bibl xml:lang="lat">Aphor. II 21 et saepius alibi</bibl>).</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg5031.tlg002.1st1K-grc1" n="34"><p rend="indent">Νυσαίην ἀνὰ κλιτύν· ἤγουν ἀνὰ κλιτὺν τοῦ Νυσαίου ὄρους.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg5031.tlg002.1st1K-grc1" n="35"><p rend="indent">Ὡς οἵγε σκοτόωσιν· οὕτω φησὶ καὶ οἱ βεβρωκότες τὸ ἀκόνιτον διατίθενται ἔκφρονες.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg5031.tlg002.1st1K-grc1" n="36"><p rend="indent">Τὴν μέν τε· ταύτην μέντοι τὴν βοτάνην τὸ ἀκόνιτον καὶ μυοκτόνον καλοῦσι διὰ τὸ τοὺς περιλείχοντας αὐτὴν μύας φονεύειν.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg5031.tlg002.1st1K-grc1" n="37"><p rend="indent">Ὕρακας τοὺς μύας κατ’ Αἰτωλούς· λέγεται γὰρ ὗς ὁ χοῖρος καὶ ὕραξ, ὕρακας δὲ νῦν τοὺς μύας ἐκάλεσε, διότι παρεοίκασι χοίροις τὰ ῥάμφη. Λιχμήρεας δὲ τοὺς περιλείχοντας, καὶ ἀνιγροὺς τοὺς ἀνιαροὺς.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg5031.tlg002.1st1K-grc1" n="38"><p rend="indent">Πορδαλιαγχὲς λέγεται τὸ ἀκόνιτον, ἐπειδὴ τούτου αἱ πορδάλεις <pb facs="theriacaetalexip00nica_0454"/> γευσάμεναι ἀποπνίγονται, ὥσπερ οἱ ἀγχόμενοι, ἅς ἡ τοῦ ἀνθρώπου κόπρος θεραπεύει, οἱ δὲ νομεῖς καὶ οἱ βουπελάται πορδαλιαγχὲς αὐτὸ ἔθηκαν, ἐπεὶ τοῖς θηρίοις τοῖς πελώροις, τουτέστι ταῖς πορδάλεσι ταῖς μεγάλαις, πορδαλιαγχὲς πότμον αὐτὸ ἔθηκαν, βουπελάται δ’ οἱ βουκόλοι παρὰ τὸ πλησιάζειν ταῖς βουσὶ καὶ κολλᾶσθαι αὐτοῖς. Ἰστέον, ὅτι ἡ πόρδαλις, ἐὰν φάγῃ τὸ ἀκόνιτον, ἀναιρεῖται· οὐ πρότερον οὑν ἐσθίει ἐξ αὐτοῦ, εἰ μὴ ἔχει πλησίον κόπρον ἀνθρωπείαν· ταύτῃ γὰρ κέχρηται ἀντιφαρμάκῳ· οἱ οὐν νομεῖς ἐξάπτουσι τὴν κόπρον εἰς δένδρον τοσοῦτον ὕψος, ὅσον οὐ δύναται ἡ πόρδαλις πηδῶσα φθάσαι· ὁρῶσα οὐν ἡ πόρδαλις τὴν κόπρον, ἄτε δὴ θαρροῦσα ἔχειν τὸ ἀντιφάρμακον, τρώγει τὸ ἀκόνιτον, εἶτα ὁρμᾷ ἐπὶ τὸ χρήσασθαι τῷ ἀντιφαρμάκῳ, καὶ οὐκ ἐφίκεται αὐτοῦ διὰ τὸ ὕψος· οὕτως οὖν ἐφαλλομένη καὶ πηδῶσα λαβεῖν τὸ φάρμακον μὴ δυναμένη διὰ τὸ ὕψος ἀποθνήσκει ἢ ἀτονεῖ· ἄτονον γὰρ τὸ ζῷον φύσει· καὶ οὕτως αὐτὴν σφάττουσιν οἱ νομεῖς.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg5031.tlg002.1st1K-grc1" n="40"><p rend="indent">Ἴδης ἐν κνημοῖσιν· ἐν τοῖς τόποις τῆς Ἴδης· κορυφαὶ δ’ ἤγουν ἐξοχαὶ τῆς Ἲδης τέσσαρες, Φαλάκρα, Λεκτὸν, Σίγειον, Γάργαρον· Φαλάκρα δ’ ἀκρωτήριοι Ἴδης· διὸ καὶ Λυκόφρων φησίν (<bibl xml:lang="lat">vs. 24</bibl>). <quote type="blockquote">αἱ Φαλακραῖαι κόραι.</quote></p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg5031.tlg002.1st1K-grc1" n="41"><p rend="indent">Θηλυφόνον, ὅτι, ἐὰν ἅψηται μορίου θήλεος, διαφθείρει τὸ ζῶον· παντός φησι ζώου θήλεος εἰς τὴν φύσιν ἐντιθέμενον τὸ ἀκόνιτον φθορᾶς σιτίον γίνεται. Κάμμορον· κακῷ μόρῳ ἀναιροῦν. Ἐν δ’ ἀκοναίοις· ἐν τοῖς τόποις, οἷς γίνοται αἱ ἀκόναι· ταύτας δὲ τὰς ἀκόνας οἱ μὲν ἐν Ἡρακλείᾳ φασὶ γίνεσθαι, οἱ δ’ ἐν Ἑρμιόνῃ, οἱδ’ ἐν Τανάγρᾳ.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg5031.tlg002.1st1K-grc1" n="42"><p rend="indent">Ὁρόγκοις δὲ τοῖς μετεώροις τόποις ἀπὸ τοῦ τοὺς ὀρεινοὺς τόπους ὄγκους ἔχειν, ἢ τοῖς τόποις τοῖς ἐξοχὰς ἔχουσιν. Ἐντεῦθεν δὲ λέγονται τὰ βοηθήματα καὶ ἀντίδοτα τοῦ ἀκονίτου.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg5031.tlg002.1st1K-grc1" n="43"><p rend="indent">Τῷ καί που τιτάνοιο· πάρεστιν ἐπὶ τὰ βοηθήματα τοῦ ποτίσματος τοῦ ἀκονίτου, καί φησι δράκα κονίας ἀσβέστου μιγνυμένην οἲνῳ βοηθήσειν τῷ πεπωκότι· τίτανος γὰρ ἡ ἄσβεστος.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>