<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg5031.tlg002.1st1K-grc1:123-145</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg5031.tlg002.1st1K-grc1:123-145</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg5031.tlg002.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg5031.tlg002.1st1K-grc1" n="123"><p rend="indent">Χόνδρος· τοῦ στομάχου ἔντερον, ὅθεν καὶ ὑποχόνδριά φαμεν, ἢ μέρος τοῦ θώρακος, μεθ’ ὁ τὰ ὑποχόνδρια· ἀπὸ κοινοῦ δὲ τὸ δάκνεται.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg5031.tlg002.1st1K-grc1" n="124"><p rend="indent">Ἄλη δέ φιν· τό φιν παρέλκει· περιφραστικῶς δ’ ἤθεα φωτὸς ἀντὶ τοῦ τὸν φῶτα, ὅ ἐστι τὸν ἄνδρα.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg5031.tlg002.1st1K-grc1" n="126"><p rend="indent">Οἷά τε δὴ γήρεια· οὕτω φέρεται αὐτῶν ἡ γνώμη, ὡς ἀκάνθης ἄνθος· γήρεια δὲ τὰ ἄνθη τὰ λευκὰ καὶ πολιοειδῆ, πάππος δ’ ὁ καυλὸς αὐτῶν, ἐξ οὑ θρύπτονται καὶ πίπτουσιν, ἢ αὐτὴ ἡ σύστασις.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg5031.tlg002.1st1K-grc1" n="128"><p rend="indent">Τούτῳ δέ φησι τῷ φαρμασσομένῳ σὺ τὸν γλήχωνα ταῖς ποταμίαις νύμφαις τεύξας κυκεῶνα (τουτέστι γλήχωνα μεθ’ ὕδατος· ἐμπληδήν δ’ ἀντὶ τοῦ πληρώσας) πόροις, ὅ ἐστι δίδου.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg5031.tlg002.1st1K-grc1" n="130"><p rend="indent">Νηστείρης Δηοῦς· ἰστέον, ὅτι τῆς Κόρης, ἤγουν τῆς Περσεφόνης, ἁρπαγείσης ὑπὸ τοῦ Πλούτωνος ἡ μήτηρ αὐτῆς ἡ Δηὼ περιήρχετο νῆστις ζητοῦσα αὐτήν, ὑπεδέχθη δ’ ἐν τοῖς οἴκοις τοῦ Ἱπποθόωντος, ὃς ἦν υἱὸς τοῦ Ποσειδώνος ἐξ Ἀλόπης τῆς Κερκυόνος, ὑπὸ τῆς γυναικὸς αὐτοῦ Μετανείρας, ἥτις Μετάνειρα παρέθηκεν αὐτῇ τράπεζαν καὶ ἐκέρασεν αὐτῇ οἶνον ἐπὶ τῇ θλίψει, ἡ δὲ θεὸς οὐκ ἐδέξατο, λέγουσα μὴ θεμιτὸν εἶναι πιεῖν αὐτῇ οἶνον ἐπὶ τῇ θλίψει τῆς θυγατρὸς, ἀλφίτων δ’ αὐτὴν κυκεῶνα ἐκέλευσε κατασκευάσαι, ὃν δεξαμένη ἔπιεν· Ἰάμβη δέ τις δούλη τῆς Μετανείρας ἀθυμοῦσαν τὴν θεὸν ὁρῶσα γελοιώδεις λόγους καὶ σκώμματά τινα πρὸς τὸ γελάσαι τὴν θεὸν ἔλεγεν· ἦσαν δὲ τὰ ῥηθέντα ὑπ’ αὐτῆς ἰαμβικῷ μέτρῳ ῥυθμισθέντα, ὅπερ αὐτὴ πρῶτον εἶπεν, ἐξ ἧς καὶ τὴν προσηγορίαν ἔλαβον ἴαμβοι λέγεσθαι· Ἰάμβη δὲ θυγάτηρ Ἠχοῦς καὶ Πανὸς, Θρᾷσσα δὲ τὸ γένος. Μορόεν δὲ ποτόν, τὸ ἐν κακοπαθείᾳ δοθέν· ὅτι δὲ διὰ γλήχωνος ἔπιεν ἡ Δημήτηρ τὸν κυκεῶνα καὶ διὰ τὴν χλεύην τῆς Ἰάμβης ἐγέλασεν ἡ θεὰ, ἐν τοῖς εἰς Ὅμηρον ἀναφερομένοις ὕμνοις λέγεται (<bibl xml:lang="lat">Hymm. in Cer. 192 sqq.</bibl>). <pb facs="theriacaetalexip00nica_0459"/></p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg5031.tlg002.1st1K-grc1" n="132"><p rend="indent">Ἀθύροισιν· υπὸ τοῖς παγνιώδεσι λόγοις τῆς Θρᾳκικῆς Ἰάμβης, καὶ τὰ ἑξῆς.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg5031.tlg002.1st1K-grc1" n="134"><p rend="indent">Ἐυτροχάλοιο δὲ λίνου· τουτέστι τὴν κεφαλὴν ἑψηθεῖσαν σπέρματι λίνου ἤτοι τῷ λινοσπέρμῳ καλουμένῳ· γράφεται καὶ εὐτροχάλοιο λίνοιο. Μορόεν ἢ τὸ μετὰ πόνου γινόμενον καὶ ἑψόμενον, ἢ μορίδιον ἀντὶ τοῦ αἲσιμον, ὅ ἄν τις ἐπὶ τοῦ συμφέροντος ἐκδέξαιτο, ἢ τὸ ἁρμόζον τῷ πάθει. Ὅμηρος (<bibl xml:lang="mul">Od. η 227 et ν 48</bibl>)· <quote type="blockquote">ἐπεὶ κατὰ μοῖραν ἔειπεν.</quote></p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg5031.tlg002.1st1K-grc1" n="135"><p rend="indent">Χιμαίρας, αἰγάγρου.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg5031.tlg002.1st1K-grc1" n="137"><p rend="indent">Εἰς δ’ ἔμετον· ἀντὶ τοῦ ἕως ἐμἐσῃς κορέσθητι, τὰ δὲ φάρμακα ἀθρόα κάτωθεν ἀναβάλλοις ἐμματέων, τοὺς δακτύλους καθιεὶς διὰ τοῦ στόματος εἰς τὴν φάρυγγα· ἐμμάττειν γάρ ἐστι τὸ καθιέναι τοὺς δακτύλους εἰς κοῖλον τόπον. Ὅμηρος (<bibl xml:lang="mul">Il. υ 425</bibl>)· <quote type="blockquote">ἐγγὺς ἀνὴρ, ὅς ἐμόν γε μάλιστ’ ἐπεμάσσατο θυμόν,</quote> τουτέστι καθήψατο τῆς ψυχῆς, καὶ οἷον ἐνέβαλλεν εἰς αὐτὴν χεῖρα. Ἄλλως· ἐμματεῖν ἐστι τὸ εἴς τι καθιέναι καὶ ἅπτεσθαί τινων· βούλεται ουν δηλοῦν τὸ καθιέντα τοὺς δακτύλους ἐμεῖν βιάζεσθαι, ἔτι τοῦ ληφθέντος ἐν τῇ κοιλίᾳ παρακειμένου καὶ μήπω διὰ τῆς πύλης ὡρμηκότος πρὸς ἀνάδοσιν· τότε γὰρ μετ’ αὐτῆς τῆς τροφῆς συνανενεχθήσεται καὶ τὸ φάρμακον. Μεμιασμένα δὲ δόρπα ἀντὶ τοῦ ἄπεπτα καὶ ῥυπαρά· καὶ μεμιασμένα τὰ δόρπα τοῖς ἰοβόλοις φαρμάκοις ἐν τῇ πύλῃ τῆς γαστρὸς ἀναβάλλοις, καθιεὶς τοὺς δακτύλους.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg5031.tlg002.1st1K-grc1" n="139"><p rend="indent">Νεωστὶ ἀμελχθὲν γάλα βαλὼν ἐν ἐργαλείῳ δὸς ἔνεμά φησι διὰ τῆς ἔδρας, ὅπως ὑπάρδῃς τὴν γαστέρα· ἀφόρδια γὰρ τὰ ἀφοδεύματα, οἱονεὶ τὰ ἄποθεν τῆς ὀδοῦ, ὥσπερ καὶ ἀποπατήματα τὰ ἄποθεν τοῦ πάτου, ἤγουν τῆς ὀδοῦ. Ὅμηρος (<bibl xml:lang="mul">Il. ζ 202</bibl>)· <quote type="blockquote">πάτον ἀνθρώπων ἀλεείνων.</quote></p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg5031.tlg002.1st1K-grc1" n="142"><p rend="indent">Κόψαι κελεύει κλήματα ἀμπέλου χλωρὰ σὺν τοῖς φύλλοις καὶ ἐν γλεύκει ἢ μέλιτι ἑψήσαντα δοῦναι πιεῖν· τοῦτο γὰρ παραδεκτέον.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg5031.tlg002.1st1K-grc1" n="145"><p rend="indent">Ψαφαρῆς δὲ ῥίζια γαίης· τῆς πετρώδους καὶ ὀρεινῆς γῆς· ἐν τοιαύτῃ γὰρ γῇ ἡ βοτάνη γίνεται.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>