<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg5031.tlg001.1st1K-grc1:0-28</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg5031.tlg001.1st1K-grc1:0-28</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg5031.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg5031.tlg001.1st1K-grc1" n="0"><p rend="indent"> Νίκανδρον τὸν ποιητὴν Διονύσιος ὁ Φασηλίτης ἐν τῷ περὶ τῆς Ἀντιμάχου ποιήσεως Αἰτωλὸν εἶναί φησι τὸ γένος· ἐν δὲ τῷ περὶ ποιητῶν ἱερέα φησὶν αὐτὸν τοῦ Κλαρίου Ἀπόλλωνος ἐκ προγόνων τὴν ἱερωσύνην δεξάμενον. καὶ αὐτὸς δὲ ὑπὲρ αὐτοῦ ἐν τῷ τέλει τῆς βίβλου φησί (<bibl xml:lang="lat">Ther. 958</bibl>) <quote type="blockquote">τὸν ἔθρεψε Κλάρου νιφόεσσα πολίχνη.</quote> Κλάρος δὲ τόπος ἐστὶν Ἀπόλλωνος ἱερός. υἱὸν δέ φησιν αὐτὸν Δαμαίου οὕτω λέγων, <quote type="blockquote">αἰνήσεις υἱῆα πολυμνήστοιο Δαμαίου.</quote> χρόνῳ δὲ ἐγένετο κατὰ Ἄτταλον τὸν τελευταῖον ἄρξαντα Περγάμου, ὅς κατελύθη ὑπὸ Ῥωμαίων, ᾧ προσφωνεῖ λέγων οὕτως, <quote type="blockquote"><lb/>Τευθρανίδης, ὦ κλῆρον ἀεὶ πατρώιον ἴσχων, <lb/>κέκλυθι, μηδ’ ἄμνηστον ἀπ’ οὔατος ὕμνον ἐρύξῃς, <lb/>Ἄτταλ’, ἐπεί σεο ῥίζαν ἐπέκλυον Ἡρακλῆος <lb/>ἐξέτι Λυσιδίκης τε περίφρονος, ἣν Πελοπηίς <lb/>Ἱπποδάμει’ ἐφύτευσεν, ὅτ’ Ἀπίδος ἤρατο τιμήν.</quote> διέτριψε δὲ ἐν Αἰτωλίᾳ τοὺς πλέονας χρόνους, ὡς φανερὸν ἐκ τῶν περὶ Αἰτωλίας συγγραμμάτων καὶ τῆς ἄλλης ποιήσεως ποταμῶν τε τῶν περὶ Αἰτωλίαν καὶ τόπων τῶν ἐκεῖσέ τε καὶ ἄλλων διαφόρων διηγήσεως, ἔτι δὲ καὶ φυτῶν ἰδιότητος.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg5031.tlg001.1st1K-grc1" n="1"><p rend="indent">Ῥεῖά κέ τοι: ὁ νοῦς, ῥᾳδίως σοι τὰ εἴδη καὶ τὰς βλάβας τῶν φονευτικῶν καὶ ὀλεθρίων θηρῶν ἀπροόπτως καὶ ἀθρόως βλαπτούσας τήν τε ἴασιν καὶ θεραπείαν τὴν ἀντιπαθῆ τοῦ πόνου, ὦ τῶν πολλῶν συγγενῶν ἐνδοξότατε καὶ προσφιλέστατε Ἑρμησιάναξ, ἀσφαλῶς καὶ ἀκριβῶς διηγήσομαι. σίνη γὰρ τὰ βλαπτικὰ τύμματα τῶν θηρίων φησί, κατὰ περίφρασιν τῶν θηρίων τὰ εἴδη καὶ τὰς βλάβας. ὀλοφώια δέ, τουτέστι φῶτας ἀναιροῦντα, ἤγουν ἄνδρας ὀλλύντα, οὐχ Ὁμηρικῶς· ὀλοφώια γὰρ ἐκεῖνος τὰ ὀλέθρια εἶπεν (<bibl xml:lang="mul">Od. Δ 460</bibl>) <q>γέρων ὀλοφώια εἰδώς.</q></p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg5031.tlg001.1st1K-grc1" n="2"><p rend="merge">ἑτεραλκέα δὲ τὴν ἀντιπαθῆ ἀλκὴν λέγει, ὅ ἐστι μηχανὴν ἐναντίαν τῷ τύψαντι, οἷον τὴν θεραπείαν ἐμποιοῦσαν τοῖς τύμμασι τῶν δακέτων, ὥσπερ Ὅμηρος (<bibl xml:lang="mul">Il. Ο 738</bibl>) <q>ἑτεραλκέα δῆμον <pb facs="theriacaetalexip00nica_0378"/> ἔχοντες.</q> τὸ δὲ κήδευς Ἰωνικὸν ἀντὶ τοῦ κήδεος. τὸ δὲ κῆδος σημαίνει τρία, τὴν ἐξ ἐπιγαμβρείας συγγένειαν καὶ τὴν φροντίδα καὶ τὸ κακόν, ὡς ἐνταῦθα.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg5031.tlg001.1st1K-grc1" n="3"><p rend="indent">φίλ’ Ἑρμησιάναξ: ὁ Ἑρμησιάναξ οὗτος φίλος τῷ Φιλητᾷ καὶ γνώριμος ἦν. τούτῳ δὲ τὰ Περσικὰ γέγραπται καὶ τὰ εἰς Λεόντιον τὴν ἐρωμένην. οὐ δύναται δὲ Νίκανδρος μνημονεύειν τούτου διὰ τῆς προσφωνήσεως διὰ τὸ τὸν Φιλητᾶν πρεσβύτερον εἶναι Νικάνδρου. καὶ αὐτὸς δὲ ὁ Νίκανδρος μέμνηται τοῦ Ἑρμησιάνακτος ὡς πρεσβυτέρου ἐν τῷ περὶ τῶν ἐκ Κολοφῶνος ποιητῶν. ἔστιν οὖν οὗτος ἑταῖρος Νικάνδρου ὁμώνυμος τῷ πρώτω. δῆλον δὲ ὅτι συγγενὴς αὐτοῦ ἦν. ὁ γὰρ πηός σημαίνει τρία, τόν τε φίλον καὶ τὸν συγγενῆ, ἔτι δὲ καὶ τὸν κατ’ ἐπιγαμίαν οἰκεῖον. ἔστι δὲ καὶ ὁ Νίκανδρος ζηλωτὴς Ἀντιμάχου, διόπερ πολλοῖς αὐτοῦ κέχρηται. διὸ καὶ ἐν ἐνίοις δωρίζει, ὡς καὶ νῦν ἐν τῷ παῶν· πηῶν γάρ ἐστιν, ὅ ἐστι συγγενῶν.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg5031.tlg001.1st1K-grc1" n="5"><p rend="indent">βουκαῖος: ἢ θεριστής, ἢ βουκόλος ὁ ζεύγεσι βοῶν ἑπόμενος, ἢ γεηπόνος ἁπλῶς. ἀλέγοι δὲ ἐν φροντίδι σχοίη καὶ τιμήσειε. ὀροιτύπος δὲ ὑλοτόμος. καὶ ὕλην τὸν σύνδενδρον τόπον.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg5031.tlg001.1st1K-grc1" n="6"><p rend="merge">ἐπίλοιγον δὲ ὀδόντα τὸν θανάσιμον, ἢ ἔπι λοιγόν, ἵν’ ᾖ ἐπιβάλῃ τὸν λοιγὸν ὀδόντα.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg5031.tlg001.1st1K-grc1" n="7"><p rend="merge">περιφρασθέντος δὲ ἐγνωκότος, μεμαθηκότος. ἀπὸ αἰτιατικῆς δὲ μετέβη εἰς γενικήν, σὲ δ’ ἂν πολύεργος τοῖα περιφρασθέντος, κατὰ διάλλαξιν τῆς φράσεως.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg5031.tlg001.1st1K-grc1" n="8"><p rend="indent">φαλάγγια: εἶδος μικρῶν ὄφεων. φασὶ δὲ ὅτι Ἀράχνη ἤρισε τῇ Ἀθηνᾷ περὶ ἔργων, γυνὴ οὖσα τὸ πρῶτον, καὶ διὰ τοῦτο μετεβλήθη εἰς τὸ νῦν ζῷον. ἀνιγροὺς ἤτοι ἀνιαρούς, λυπηρούς, αἰτίους κακοῦ. ἑρπηστὰς δὲ εἶπε πρὸς ἀντιδιαστολὴν τῶν ἄλλων ἑρπετῶν. ὅ τι γὰρ ἐρεῖ τις, πάντα ἑρπετά εἰσι καὶ ἕρπουσιν, ἀλλὰ λέγομεν ὅτι τὰ ἄλλα ἑρπετὰ ὠοτοκοῦσιν, οἱ δὲ ἔχιες ζῳοτοκοῦσι, τουτέστιν εὐθέως ἐκ τόκου ἕρποντα τὰ γεννήματα τίκτουσιν, ὅπερ οὐχ ὑπάρχει τοῖς ἄλλοις ἑρπετοῖς. ἐκεῖνα γὰρ ὠὰ τίκτουσι καὶ οὐ ζῷα, ὡς οἱ ἔχιες.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg5031.tlg001.1st1K-grc1" n="9"><p rend="merge">ἄχθεα δὲ ἤτοι βλάβας. εἰ δὲ διὰ τοῦ ε ἔχθεα, τὰ στυγήματα καὶ τὰ ἐχθρά. ἐκ τοῦ αἵματος οὖν φησι τοῦ Τυφωέως μετὰ τὸ κεραυνωθῆναι αὐτὸν ταῦτα τὰ θηρία ἀνεδόθησαν.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg5031.tlg001.1st1K-grc1" n="11"><p rend="indent">Ἀσκραῖος: ὁ Βοιωτός. καὶ γὰρ Ἄσκρη κώμη Βοιωτίας ἐστίν, ὅθεν καὶ Ἡσίοδος ἐτύγχανεν, ὥς φησι καὶ αὐτὸς τῷ ἀδελφῷ αὐτοῦ Πέρσῃ διὰ τὸν αὐτῶν πατέρα (<bibl xml:lang="lat">O et D 639</bibl>) <quote type="blockquote"><lb/>νάσσατο δ’ ἄγχ’ Ἑλικῶνος ὀιζυρῇ ἐνὶ κώμῃ, <lb/>Ἄσκρῃ, χεῖμα κακῇ, θέρει ἀργαλέῃ, οὐδέποτ’ ἐσθλῇ.</quote> <pb facs="theriacaetalexip00nica_0379"/> ἰστέον δὲ ὅτι ψεύδεται ὁ Νίκανδρος ἐνταῦθα. οὐδαμοῦ γὰρ τοῦτο εἶπεν ἐν τοῖς πραττομένοις. Μελισσήεντα δέ φησι τὸν τόπον τοῦ Ἑλικῶνος, ἐν ᾧ εὗρε τὰς Μούσας, ὃς οὕτως ἐκλήθη ἀπὸ Μελισσέως βασιλεύσαντος τοῦ τόπου. περὶ γοῦν τῆς τῶν δακνόντων θηρίων γενέσεως, ὅτι ἐστὶν ἐκ τῶν Τιτάνων τοῦ αἵματος, παρὰ μὲν τῷ Ἡσιόδῳ οὐκ ἔστιν εὑρεῖν. Ἀκουσίλαος δέ φησιν ἐκ τοῦ αἵματος τοῦ Τυφῶνος πάντα τὰ δάκνοντα γενέσθαι. Ἀπολλώνιος δὲ ὁ Ῥόδιος ἐν τῇ τῆς Ἀλεξανδρείας κτίσει ἀπὸ τῶν σταγόνων τοῦ τῆς Γοργόνος αἵματος. ὁ δὲ Ζηνοδότειος Θεόφιλος ἱστορεῖ ὡς ἄρα ἐν τῇ Ἀττικῇ δύο ἐγένοντο ἀδελφοί, Φάλαγξ μὲν ἄρσην, θήλεια δὲ Ἀράχνη τοὔνομα καὶ ὁ μὲν Φάλαγξ ἔμαθε παρὰ τῆς Ἀθηνᾶς τὰ περὶ τὴν ὁπλομαχίαν, ἡ δὲ Ἀράχνη τὰ περὶ τὴν ἱστοποιίαν· μιγέντας δὲ ἀλλήλοις στυγηθῆναι ὑπὸ τῆς θεοῦ καὶ μεταβληθῆναι εἰς ἑρπετά, ἃ δὴ καὶ συμβαίνει ὑπὸ τῶν ἰδίων τέκνων κατεσθίεσθαι.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg5031.tlg001.1st1K-grc1" n="13"><p rend="merge">ἐν δὲ τῷ χαλαζήεντα εἶδος ἀντὶ γένους παρέλαβεν. εἰσὶ γὰρ σκορπίοι χαλαζήεντες διὰ τὸ τοὺς δεδηγμένους ὑπ’ αὐτῶν ἱδροῦν, ὡς ὑπὸ χαλάζης ἢ ὑετοῦ βεβρεγμένους. Τιτηνὶς δὲ ἡ Ἄρτεμις, ἡ Λητοῦς θυγάτηρ καὶ Κοίου τοῦ Τιτᾶνος.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg5031.tlg001.1st1K-grc1" n="15"><p rend="indent">Βοιωτῷ: Ὑριεὺς γὰρ ὁ πατὴρ Ὠρίωνος Βοιωτός ἐστιν. Οὐαρίων δέ, ἐπειδὴ ἀπὸ τῶν οὔρων τοῦ Διὸς καὶ Ἀπόλλωνος καὶ Ποσειδῶνος ἐγένετο. ὁ δὲ Ὠρίων οὗτος, ὥς τινές φασι, τῇ Ἀρτέμιδι καὶ τῇ Λητοῖ ἐπηγγείλατο ὡς οὐδὲν τῶν θηρίων φεύξεται αὐτόν, ὑπὸ δὲ τοῦ σκορπίου πληγεὶς ἀπέθανεν. ὁ δὲ Ζεὺς κατηστέρισεν αὐτόν τε καὶ τὸν σκορπίον ἐν τοῖς ἄστροις εἰς σημεῖον τῆς πράξεως αὐτῶν. οἱ δὲ πλείους Ταναγραῖον εἶναί φασι τὸν Ὠρίωνα. Κόριννα δὲ εὐσεβέστατον λέγει αὐτόν, καὶ ἐπελθόντα πολλοὺς τόπους ἡμερῶσαι καὶ καθαρίσαι ἀπὸ θηρίων. Ἡσίοδος δέ φησιν αὐτὸν ἐξ Εὐρυάλης τῆς Μίνωος θυγατρὸς εἶναι καὶ Ποσειδῶνος, δοθῆναι δὲ αὐτῷ δωρεὰν ὡς καὶ ἐπὶ τῶν κυμάτων πορεύεσθαι καὶ ἐπὶ τῆς γῆς, ἐλθόντα δὲ εἰς Χίον πρὸς Οἰνοπίωνα Μερόπην τὴν γυναῖκα βιάσασθαι οἰνωθέντα· Οἰνοπίωνα δὲ χαλεπήναντα ἐκτυφλῶσαι τὸν Ὠρίωνα καὶ ἐκ τῆς χώρας ἐκβαλεῖν· ἐλθόντα δὲ εἰς Λῆμνον Ἡφαίστῳ συμμῖξαι, ὃς ἐλεήσας αὐτὸν δίδωσιν αὐτῷ Κηδαλίωνα, ἕνα τῶν θεραπόντων, ὃς δὴ ὡδήγησεν αὐτὸν ἐπὶ τὰς ὁδούς. ἐλθὼν δὲ ἐπὶ τὰς ἀνατολὰς καὶ συμμίξας Ἡλίῳ καὶ ὑγιασθεὶς ἀνῆλθεν ἐπὶ τὸν Οἰνοπίωνα. ὁ δὲ Οἰνοπίων ὑπὸ τῶν πολιτῶν ὑπὸ γῆν ἐκέκρυπτο. ἀπελπίσας δὲ τὴν εὕρεσιν ᾤχετο εἰς Κρήτην καὶ ἐκυνηγέτει, <pb facs="theriacaetalexip00nica_0380"/> κἀκεῖσε ὁ σκορπίος πεμφθεὶς ὑπὸ Λητοῦς καὶ Ἀρτέμιδος χολουμένης αὐτῷ ἴσως διὰ τὴν μεγαλαυχίαν ἔπληξε τὸν Ὠρίωνα, καὶ οὕτως ἀπέθανε.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg5031.tlg001.1st1K-grc1" n="18"><p rend="merge">τὸ δὲ ὑπὸ λᾶι ἀντὶ τοῦ ὑπὸ λίθῳ, παρόσον ὑποκάτω τῶν λίθων οἱ σκορπίοι κρύπτονται, ὡς Σοφοκλῆς ἐν Αἰ χμαλωτίσιν <quote type="blockquote">ἐν παντὶ γάρ τοι σκορπίος φρουρεῖ λίθῳ.</quote> τὸ δὲ λοχήσας γράφεται καὶ δοκήσας καὶ τυχήσας καὶ εἰ μὲν δοκήσας, ἐπιτηρήσας· εἰ δὲ λοχήσας, ἐνεδρεύσας· εἰ δὲ τυχήσας, ἀντὶ τοῦ ἐπιτυχών, κύρσας.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg5031.tlg001.1st1K-grc1" n="20"><p rend="merge">κυνηλατέοντος δὲ ἀντὶ τοῦ κυ νηγετοῦντος, ὡς Εὐφορίων <quote type="blockquote">αὐτῷ σὺν τελαμῶνι νεοσμήκτῳ τε μαχαίρῃ.</quote></p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg5031.tlg001.1st1K-grc1" n="22"><p rend="indent">ἐρίπνην τὴν ἀκρώρειαν λέγει παρὰ τὸ περιπνέεσθαι, οἷον πολλὰ πνέεσθαι, ἢ τὴν κοιλότητα παρὰ τὸ ἐριπέσθαι, ἤγουν πεσεῖν καὶ κοιλωθῆναι, ὃ καὶ νῦν σημαίνει. Ἄλλως. ἐρίπνη τὸ ῥῆγμα τοῦ ὄρους παρὰ τὸ δοκεῖν ἐριπέσθαι.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg5031.tlg001.1st1K-grc1" n="23"><p rend="merge">Αὐτοπόνοιο δὲ τῆς εἰκαίας καὶ αὐτοσχεδίου καὶ εὐτελοῦς χαμαιστρωσίας. παρὰ δὲ Ἀττικοῖς χαμευνάδες λέγονται μικρὰ κλινίδια.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg5031.tlg001.1st1K-grc1" n="24"><p rend="merge">τὸ δὲ πυρόεσσαν γράφεται καὶ πνιγόεσσαν, τουτέστι καυστικήν, ἐπεὶ οἱ ἐν ἀκμῇ ὄντες τοῦ καύματος δοκοῦσι πνίγεσθαι.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg5031.tlg001.1st1K-grc1" n="25"><p rend="merge">καὶ τὸ ἀκρέσπερος ἤτοι κατὰ τὴν ἀρχὴν τῆς νυκτός, οἷον περὶ ἄκραν ἑσπέραν.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg5031.tlg001.1st1K-grc1" n="27"><p rend="merge">κινώπετα δὲ τὰ θηρία τὰ ἐν τῷ πέδῳ κινούμενα, οἷον κινώπεδα ὄντα τινά.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg5031.tlg001.1st1K-grc1" n="28"><p rend="merge">δρυμοὺς δὲ τοὺς συμφύτους τόπους· πᾶν γὰρ δένδρον οἱ ἀρχαῖοι δρῦν ἐκάλουν. καὶ λασιῶνας τοὺς δασεῖς τόπους καὶ ὑλώδεις. ἀμορβαίους δὲ χαράδρας τὰς βουκολικὰς ἢ ποιμενικάς, ὅπου οἱ βου κόλοι περιπατοῦσιν.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>