<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg5019.tlg001.1st1K-grc1:420-496</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg5019.tlg001.1st1K-grc1:420-496</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg5019.tlg001.1st1K-grc1"><div type="textpart" subtype="section" n="420" corresp="urn:cts:greekLit:tlg0084.tlg001:420"><p rend="indent">Δοιαὶ δ᾿ Ἴσθμια] Ὅντινα Ἰσθμὸν ἀπὸ τοῦ Σικελικοῦ καὶ Αἰγαίου περιρρέεσθαί φησιν.
Ἄλλως. Περὶ δὲ τὰ Ἴσθμια νῶτα, ἤτοι τὰ στενὰ, δύο θάλασσαι <lb n="15"/> ἠχοῦσιν, ἥ τε Κορινθία καὶ ἡ
Σαρωνική· ἥτις Κορινθία ἐξεναντίας τῆς Ἐφύρης πόλεως πρὸς τὴν δύσιν κατὰ τοῦ Ἀδριατικοῦ ἐστι
πελάγους, ἥ τε Σαρωνικὴ συρομένη ἐστὶ πρὸς ἀνατολάς. Καὶ ταύτην τὴν Κορινθίαν Σαρωνίδα καλοῦσιν, ὡς
μὲν Εὐφορίων φησὶν, ἐπειδὴ <lb n="20"/> Σάρων τις κυνηγὸς ἐπιδιώκων σῦν ἐκεῖθεν κατεκρημνίσθη εἰς
θάλασσαν, καὶ διὰ τοῦτο Σαρωνικὸν κληθῆναι <pb n="448"/> τὸ πέλαγος· ὡς δὲ Παρθένιος ἐν ταῖς
Μεταμορφώσεσι σεσι λέγει, ἐπειδὴ Μίνως λαβὼν τὰ Μέγαρα διὰ τῆς Νίσου θυγατρὸς, ἐρασθείσης αὐτοῦ καὶ
ἀποτεμούσης τῆς κεφαλῆς τοῦ πατρὸς τὸν μόρσιμον πλόκαμον καὶ <lb n="5"/> οὕτως αὐτὸν προδούσης,
ἐννοηθεὶς ὡς ἡ πατέρα προδοῦσα οὐδενὸς ἄν ποτε ῥᾷστα φείσαιτο, προσδήσας αὐτὴν ἐπισύρεσθαι τῆ
θαλάσσῃ, ὅθεν Σαρωνικὸς οὗτος ὁ πόντος ἐκλήθη. Ὅτι εἰς ὄρνεον ἡ κόρη μετεβλήθη. Ἄλλως. Τὴν πρὸς
ἕω] Ἐπειδὴ Σάρων ὁ Τροιζηνεύς <lb n="10"/> ποτε ἐκδίδωσιν αὐτήν.</p></div><div type="textpart" subtype="section" n="425" corresp="urn:cts:greekLit:tlg0084.tlg001:425"><p rend="indent">Ἔνθεν καὶ Βορέης] Οὗτος ὁ Βορέας βασιλεὺς ἐγένετο τῆς Θράκης, καὶ ἥρπασεν ἐκεῖθεν
τὴν Ὠρείθυιαν, καὶ μετεμυθεύθη εἰς τὸν ἄνεμον· καθάπερ καὶ Ἀῖδωνεὺς, ὁ τῆς Ἠπείρου βασιλεὺς, εἰς τὸν
Πλούτωνα. <lb n="15"/> Πρὸς ὃν λέγονται ἐλθεῖν Πειρίθους καὶ Θησεὺς, μετὰ δὲ τούτους Ἡρακλῆς διὰ τὸν
Κέρβερον.</p></div><div type="textpart" subtype="section" n="427" corresp="urn:cts:greekLit:tlg0084.tlg001:427"><p rend="indent">Μακηδονίης τε <add>πόλ.]</add> Ἡ οὖν Μακεδονία πρώην Ἠμαθία ἐκαλεῖτο ἀπὸ Ἠμαθίωνος τοῦ Διὸς
καὶ Ἠλέκτρας· ὕστερον δὲ Μακεδονία ἀπὸ Μακεδόνος τοῦ <lb n="20"/> Αἰακοῦ. Ἐκλήθη δέ ποτε καὶ
Πηλαγονία.</p></div><div type="textpart" subtype="section" n="431" corresp="urn:cts:greekLit:tlg0084.tlg001:431"><p rend="indent">Τῆς δʼ ὕπερ] Κατωτέρα γάρ ἐστι τῆς Δωδώνης ἡ Αἰτωλία, ἢ τῆς μεσογείας Ἠπείρου. —
Διὰ γὰρ τῶν Ἐχινάδων ἐκβάλλει ὁ Ἀχελώῖος εἰς τὸ Ἰόνιον πέλαγος. Ἐχινάδες δὲ καλοῦνται αἱ νῆσοι, ὅτι
<lb n="25"/> ἔχεις πολλοί εἰσιν ἐν αὐταῖς, ἢ ἐπὸ Ἐχίονός τινος, ἢ διὰ τὸ τραχύτερον τῶν πετρῶν.</p></div><div type="textpart" subtype="section" n="437" corresp="urn:cts:greekLit:tlg0084.tlg001:437"><p rend="indent">Τῇ δ᾿ ἔπι Φωκὶς <add>ἄρουρα.]</add> ἐπὶ τῷ πεδίῳ. — Ἐπειδὴ μέση ἐστὶ δύσεως καὶ ἀνατολῆς,
ἀποκλίνουσα ὡς πρὸς βορέαν.</p><lb n="30"/></div><div type="textpart" subtype="section" n="441" corresp="urn:cts:greekLit:tlg0084.tlg001:441"><p rend="indent">Παρὰ τῷ Κηφισσῷ ἐστιν ἡ Πυθία. — Ὡς ἔτι τοῦ δράκοντος ἐκεῖσε ὄντος, <add>ἢ</add>
διατετυπωμένου αὐτοῦ τοῦ σώματος. Θηλυκῦς δὲ Δελφύνης δράκοντος εἶπεν ἀντὶ τοῦ ἀρσενικοῦ, ὡς καὶ ὁ
Ποιητής (II. ο, 275)· λέων ἠῦγένειος· ὁ γὰρ ἄρρην γένειον οὐκ ἔχει. Ὁλκὸς ἡ περιπλοκὴ ἡ περὶ τὸν
πόδα. Τινές δέ περιττὸν ἔλεγον τὸν στίχον· ὁλκὸς ἀπειρεσίῃσιν. <lb n="5"/> — Ὁλκὸν δὲ ἢ τὸ οὐραῖον
λέγει τοῦ δράκοντος, ἢ ἀπὸ ἔλλου τινὸς τεχνουργήματος τὸ ὅλον σῶμα ἀπεικαζόμενον.</p></div><div type="textpart" subtype="section" n="449" corresp="urn:cts:greekLit:tlg0084.tlg001:449"><p rend="indent">Ἀνδράσι φαίνονται] Τοῦτο εἶπεν ὁ ποιητὴς; πρὸς ἂ ὑποτίθεται ἀόρατα, οἱονεὶ τὰ τῶν
Κιμμερίων <lb n="10"/> καὶ τῶν Ἀλανῶν καὶ τῶν Κυκλώπων. Ἀνδράσι δὲ ἀντὶ τοῦ ὑπὸ ἀνδρῶν, ἷνʼ δοτικὴ
ἀντὶ γενετικῆς.</p></div><div type="textpart" subtype="section" n="450" corresp="urn:cts:greekLit:tlg0084.tlg001:450"><p rend="indent">Ὑπὸ τὰς στήλας, ἵνα εἴπῃ πεπυκνωμένα κατὰ τὸ μέσον τῆς πορθμίδος. Ἴνα εἴπῃ· πόλις τὰ Γάδειρα
ἒν τῇ νήσῳ κειμένη. Ἑξῆς καὶ ἡ νῆσος οὕτως ἐκλήθη. <lb n="15"/> Εἰσὶ γὰρ καὶ ἑῷαι στῆλαι τοῦ
Ἀλεξάνδρου. Καὶ τὸ αὐτὸ πάλιν πρὸς τὰ φαινόμενα καὶ πολλοῖς ὁμολογούμινσ.</p></div><div type="textpart" subtype="section" n="453" corresp="urn:cts:greekLit:tlg0084.tlg001:453"><p rend="indent">Ὡς ἐμπορικοὶ γὰρ πάντα τόπον παρῆλθον οἱ Φοίνικες.</p><lb n="20"/></div><div type="textpart" subtype="section" n="454" corresp="urn:cts:greekLit:tlg0084.tlg001:454"><p rend="indent">Ἡρακλῆα] Φοῖνιξ ἦν ὁ Ἡρακλῆς ὁ ἀρχαιότατος, ὥς φησιν Ἡρόδοτος (2, 44)· ἢ ὅτι ὁ
Ἡρακλῆς εἰρήνευσε τὸν τόπον, ὅτε καὶ τὰς στήλας ἔστησε.</p></div><div type="textpart" subtype="section" n="456" corresp="urn:cts:greekLit:tlg0084.tlg001:456"><p rend="indent">Κλῃζομένην Κοτινοῦσαν] Ἀπὸ τῆς ἀγριελαίου Φοίνικες ὠνόμασαν Γάδειρα, καὶ ἐνταῦθά
<lb n="25"/> εἰσιν αἱ στῆλαι τοῦ Ἡρακλέος. Αἱ δὲ τοῦ Διονύσου ἑῷαι. Ὁ δὲ Παρθένιος Βριάρεω τὰς
στήλας φησὶν εἶναι· <lg><l>μάρτυρα δʼ ἄμμιν τὴν ἐπὶ Γάδειρα λίπε θυμὸν</l><l>ἀρχαίου Βριάρεω ἀπʼ οὔνομα τὸ πρὶν ἄρξας<gap reason="omitted"/></l><lb n="30"/></lg>
<pb n="449"/> Κοτίνουσα μὲν ἐκαλεῖτο τὸ πρότερον ὑπὸ τῶν ἐνοικούντων, διὰ τὸ πολλοὺς εἶναι κοτίνους
ἐν αὐτῇ ἢ ἀγριελαίους, ὕστερον δὲ ἀπὸ τῶν Φοινίκων μετωνομάσθη Γάδειρα διὰ τὴν στενότητα, οἶον γῆς
δειρὰ, ἀντὶ τοῦ <lb n="5"/> τράχηλος γῆς στενότατον γὰρ μέρος τοῦ ἀνθρώπου ὁ τράχηλος.</p></div><div type="textpart" subtype="section" n="458" corresp="urn:cts:greekLit:tlg0084.tlg001:458"><p rend="indent">Σαρδώ] ἀπὸ Σαρδόνος, ῦἱοῦ Ἡρακλέους. ᾨκίσθη δὲ ὑπὸ τῶν Ἰδήρων, εἶθ᾿ ὑπὸ τῶν
Ἡρακλειδῶν, εἶθ᾿ ὑπὸ Καρχηδονίων. Ἴχνουσα δὲ ὠνομάζετο, ἐπεὶ <lb n="10"/> ἴχνει ἀνθρώπου ὁμοία ἦν.
Ἡρακλῆς δὲ ἐκεῖσε μετῴκισε τοὺς Θεσπιάδας, καὶ λεὼν ἀθροίσας, Καδμείους, Αἰτωλοὺς, Λοκρούς.</p></div><div type="textpart" subtype="section" n="461" corresp="urn:cts:greekLit:tlg0084.tlg001:461"><p rend="indent">Τὴν δὲ μέτ᾿ Αἰόλου] Αἴολος ἀνὴρ ἐγένετο πολυχρόνιός τε καὶ ναυτικώτατος, προῖδεῖν
ἀνέμους <lb n="15"/> ἱκανὸς, καὶ ἱστία πρῶτος ἐξευρών· διὸ καὶ ταμίαν ἀνέμων αὐτὸν εἶναι λέγουσιν.
Εἷς δὲ τῶν υἱῶν αὐτοῦ Ἰόκαστος τὸ Ῥήριον ἔκτισε, πόλιν πρώνη· Ἐρυθρὰν καλουμένην, ὡς ὁ Καλλίμαχος
(fr. 202) « Ῥήγιον ἄστυ λιπὼν Ἰοκάστεον Αἰολίδαο, » Φιλόξενον δὲ τὸν <lb n="20"/> Αἴολον εἶπεν,
ἐπειδὴ τὸν Ὀδυσσέα ὑπεδέξατο, καὶ τοὺς ἀνέμους αὐτῷ παρέσχεν. Ἄλλως. Ἄρνην πρὸ γάμου κύουσαν ὁ πατὴρ
Αἴολος εἰς Ἰταλοὺς ἐξορίζει. Μετάποντος δὲ ἄρχων τῶν τόπων γυναῖκα αὐτὴν ποιεῖται, τὴν πρότερον
Σῖριν μετοικίσας εἰς τὴν ὁμώνυμον <lb n="25"/> αὐτῇ πόλιν. Οἱ δὲ τεχθέντες ἐξ Ἄρνης, Βοιωτὸς καὶ
Αἴολος, βουλήσει τῆς μητρὸς κτείνουσι τὴν Σῖριν, καὶ μετοικίζονται φόβῳ τοῦ Μεταπόντου· ἀλλʼ ὁ μὲν
εἰς Βοιωτίαν ἅμα τῇ μητρὶ, ὁ δὲ πρὸς Λίπαρον τὸν τῶν πλησίων νήσων ἄρχοντα, <add>ὅς</add> καὶ υἱὸν
αὐτὸν <lb n="30"/> ποιεῖται καὶ μετὰ θάνατον τὰς νήσους αὐτῷ ἐᾷ, ἐξ οὗ Αἰολίδες ὠνομάσθησαν. Τούτων
δὲ μία Ἱερὰ πῦρ ἀναδίδωσιν.</p></div><div type="textpart" subtype="section" n="465" corresp="urn:cts:greekLit:tlg0084.tlg001:465"><p rend="indent">Εἰσὶ δὲ αὗται Στρογγύλη, Εὐώνυμος, Διδύμη, Φοινικώδης, Ἐρικώδης, Ἱερὰ Ἡφαίστου καὶ <lb n="35"/> Λιπάρα.</p></div><div type="textpart" subtype="section" n="476" corresp="urn:cts:greekLit:tlg0084.tlg001:476"><p rend="indent">Ἀονίῳτμηθεῖσα] τῷ Βοιωτικῷ τοῦ Ποσειδῶνος, ἐπειδὴ ἐν τῆ Βοιωτίᾳ ἐτιμᾶτο ὁ
Ποσειδῶν· ὅθεν καί (II. β, 506)· <lg><l>Ὄγχηστον θʼ ἱερὸν, Ποσιδήῖον ἀγλαὸν ἄλσος·</l></lg> ἢ τῷ ἰσχυρῷ ἄριστος γὰρ ὁ ἔνθεν σίδηρος. Φασὶ δὲ Ἰοκάστῳ τῷ Αἰόλου παιδὶ χαριζόμενον Ποσειδῶνα
Σικελίαν διατεμεῖν τῷ σιδήρῳ, πρότερον χερσόνησον οὖσαν, ὅπως ἔχῃ ταύτην πρὸς οἴκησιν, ὡς καὶ
Καλλίμαχός φησι· <lb n="5"/>
<lg><l>Ῥήγιον ἄστυ λιπὼν Ἰοκάστεον Αἰολίδαο.</l></lg> Ἄλλως. Πολυγλώχινι ἀντὶ τοῦ τρεῖς γωνίας ἔχοντι. Εἴτι γὰρ τρεῖς, τοῦτο καὶ πολύ· οὐκ εἴτι δὲ
πολὺ, τοῦτο καὶ τρεῖς· οὐκ ἀναστρέφει γὰρ ὁ λόγος. Τρεῖς δὲ ἀκίδας εἶχεν ἡ τρίαινα τοῦ Ποσειδῶνος,
ἐπειδὴ <lb n="10"/> καὶ τρεῖς εἶσι ποιότητες τῶν ὑδάτων· ἁλμυρὰ, ὡς ἡ τῆς θαλάσσης, γλυκεῖα, ὡς ἡ
τῶν ποταμῶν, μέση, ὡς ἡ τῶν λιμνῶν.</p></div><div type="textpart" subtype="section" n="482" corresp="urn:cts:greekLit:tlg0084.tlg001:482"><p rend="indent">Ἰηπυγίνη μετὰ πέτρνη] Πέτραν δέ φησι τὴν Λευκήν. Τῆς γὰρ Ἰαπυγίας ἐστὶ χώρας.
Πλησίον <lb n="15"/> δὲ τῶν Λοκρῶν αὕτη ἡ πέτρα ὑπάρχει.</p></div><div type="textpart" subtype="section" n="483" corresp="urn:cts:greekLit:tlg0084.tlg001:483"><p rend="indent">Δήεις ἰφθίμου <add>Διομήδ.]</add> Πρώην μεν γὰρ Ἵππιον ὠνομάζετο Ἄργος· νῦν δὲ Ἀργύριππα
καλεῖται, ὡς Λυκόφρων φησί (592)· <lg><l>ὁ δʼ Ἀργύριππα Δαυνίων παγκληρίαν</l><l>παῤ Αὐσονῖτιν Φυλαμὸν δοκήσεται·</l></lg> εἶτα μετʼ ὀλίγον (599) καί· <lg><l>φερώνυμον νησῖδα νάσσονται πρόμου.</l></lg> Ἐξερχόμενος Διομήδης ἐπὶ Τροίαν Κομήτην τὸν υἱὸν Σθενέλου εἴασε φύλακα τῇ γυναικί. Εἶτα
ὀργισθεῖσα <lb n="25"/> ἡ Ἀφροδίτη διὰ τὴν πληγὴν ἐποίησε τὴν Αἰγιάλειαν· φιλῆσαι τὸν Κομήτην.
Ἐπανελθόντι οὖν τῷ Διομήδει ἐπεβούλευσεν. Ὁ δὲ ἦλθεν εἰς ταύτην τὴν νῆσον πλανώμενος, καὶ ἐκεῖσε
ἐτελεύτησεν. Διομήδεος οὖν νῆσον, τὴν καλουμένην Διομήδειαν. Ἔστι δὲ πλησίον <lb n="30"/>
Λοκρῶν.</p></div><div type="textpart" subtype="section" n="484" corresp="urn:cts:greekLit:tlg0084.tlg001:484"><p rend="indent">Χαλψαμένης] διὸ ἔτρωσεν αὐτὴν ἐν τῶ πολέμῳ βοηθοῦσαν Αἰνείᾳ.</p></div><div type="textpart" subtype="section" n="493" corresp="urn:cts:greekLit:tlg0084.tlg001:493"><p rend="indent">Θεσπρωτοῦ δὲ υἱὸς ἦν ὁ Ἄμπραξ, ἀφʼ οὗ ὅ τε κόλπος ὠνομάσθη Ἀμπρακικὸς καὶ πόλις Ἀμπρακία.
<lb n="35"/> Καὶ Κέρκυραι δὲ δύο εἰσὶν, ἡ μὲν λεγομένη νῦν Φαιακὶς, ἐν ἀρχῇ τοῦ Ἀδρίου, περὶ δὲ τὰ
ἔνδον ἡ ἑτέρα ἡ <pb n="450"/> καλουμένη Μελίγουνις. Καὶ δύο λιμένας ἔχει ἡ Φαιακὶς, τὸν μὲν
Ἀλκινόου, τὸν δὶ Ὑλλου. Διό φησι Καλλίμαχος (fr. 336) Ἀμφίδυμος Φαίαξ. »</p></div><div type="textpart" subtype="section" n="496" corresp="urn:cts:greekLit:tlg0084.tlg001:496"><p rend="indent">Ἀπὸ Χαλκίδος] Χαλκὶς πόλις τῆς Αἰτωλίας· <lb n="5"/> καὶ ὁ Ποιητής· « Χαλκίδατ᾿
ἀγχίαλον· » ἥτοι τὴν Καλυδῶνα.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>