<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg5019.tlg001.1st1K-grc1:420-454</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg5019.tlg001.1st1K-grc1:420-454</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg5019.tlg001.1st1K-grc1"><div type="textpart" subtype="section" n="420" corresp="urn:cts:greekLit:tlg0084.tlg001:420"><p rend="indent">Δοιαὶ δ᾿ Ἴσθμια] Ὅντινα Ἰσθμὸν ἀπὸ τοῦ Σικελικοῦ καὶ Αἰγαίου περιρρέεσθαί φησιν.
Ἄλλως. Περὶ δὲ τὰ Ἴσθμια νῶτα, ἤτοι τὰ στενὰ, δύο θάλασσαι <lb n="15"/> ἠχοῦσιν, ἥ τε Κορινθία καὶ ἡ
Σαρωνική· ἥτις Κορινθία ἐξεναντίας τῆς Ἐφύρης πόλεως πρὸς τὴν δύσιν κατὰ τοῦ Ἀδριατικοῦ ἐστι
πελάγους, ἥ τε Σαρωνικὴ συρομένη ἐστὶ πρὸς ἀνατολάς. Καὶ ταύτην τὴν Κορινθίαν Σαρωνίδα καλοῦσιν, ὡς
μὲν Εὐφορίων φησὶν, ἐπειδὴ <lb n="20"/> Σάρων τις κυνηγὸς ἐπιδιώκων σῦν ἐκεῖθεν κατεκρημνίσθη εἰς
θάλασσαν, καὶ διὰ τοῦτο Σαρωνικὸν κληθῆναι <pb n="448"/> τὸ πέλαγος· ὡς δὲ Παρθένιος ἐν ταῖς
Μεταμορφώσεσι σεσι λέγει, ἐπειδὴ Μίνως λαβὼν τὰ Μέγαρα διὰ τῆς Νίσου θυγατρὸς, ἐρασθείσης αὐτοῦ καὶ
ἀποτεμούσης τῆς κεφαλῆς τοῦ πατρὸς τὸν μόρσιμον πλόκαμον καὶ <lb n="5"/> οὕτως αὐτὸν προδούσης,
ἐννοηθεὶς ὡς ἡ πατέρα προδοῦσα οὐδενὸς ἄν ποτε ῥᾷστα φείσαιτο, προσδήσας αὐτὴν ἐπισύρεσθαι τῆ
θαλάσσῃ, ὅθεν Σαρωνικὸς οὗτος ὁ πόντος ἐκλήθη. Ὅτι εἰς ὄρνεον ἡ κόρη μετεβλήθη. Ἄλλως. Τὴν πρὸς
ἕω] Ἐπειδὴ Σάρων ὁ Τροιζηνεύς <lb n="10"/> ποτε ἐκδίδωσιν αὐτήν.</p></div><div type="textpart" subtype="section" n="425" corresp="urn:cts:greekLit:tlg0084.tlg001:425"><p rend="indent">Ἔνθεν καὶ Βορέης] Οὗτος ὁ Βορέας βασιλεὺς ἐγένετο τῆς Θράκης, καὶ ἥρπασεν ἐκεῖθεν
τὴν Ὠρείθυιαν, καὶ μετεμυθεύθη εἰς τὸν ἄνεμον· καθάπερ καὶ Ἀῖδωνεὺς, ὁ τῆς Ἠπείρου βασιλεὺς, εἰς τὸν
Πλούτωνα. <lb n="15"/> Πρὸς ὃν λέγονται ἐλθεῖν Πειρίθους καὶ Θησεὺς, μετὰ δὲ τούτους Ἡρακλῆς διὰ τὸν
Κέρβερον.</p></div><div type="textpart" subtype="section" n="427" corresp="urn:cts:greekLit:tlg0084.tlg001:427"><p rend="indent">Μακηδονίης τε <add>πόλ.]</add> Ἡ οὖν Μακεδονία πρώην Ἠμαθία ἐκαλεῖτο ἀπὸ Ἠμαθίωνος τοῦ Διὸς
καὶ Ἠλέκτρας· ὕστερον δὲ Μακεδονία ἀπὸ Μακεδόνος τοῦ <lb n="20"/> Αἰακοῦ. Ἐκλήθη δέ ποτε καὶ
Πηλαγονία.</p></div><div type="textpart" subtype="section" n="431" corresp="urn:cts:greekLit:tlg0084.tlg001:431"><p rend="indent">Τῆς δʼ ὕπερ] Κατωτέρα γάρ ἐστι τῆς Δωδώνης ἡ Αἰτωλία, ἢ τῆς μεσογείας Ἠπείρου. —
Διὰ γὰρ τῶν Ἐχινάδων ἐκβάλλει ὁ Ἀχελώῖος εἰς τὸ Ἰόνιον πέλαγος. Ἐχινάδες δὲ καλοῦνται αἱ νῆσοι, ὅτι
<lb n="25"/> ἔχεις πολλοί εἰσιν ἐν αὐταῖς, ἢ ἐπὸ Ἐχίονός τινος, ἢ διὰ τὸ τραχύτερον τῶν πετρῶν.</p></div><div type="textpart" subtype="section" n="437" corresp="urn:cts:greekLit:tlg0084.tlg001:437"><p rend="indent">Τῇ δ᾿ ἔπι Φωκὶς <add>ἄρουρα.]</add> ἐπὶ τῷ πεδίῳ. — Ἐπειδὴ μέση ἐστὶ δύσεως καὶ ἀνατολῆς,
ἀποκλίνουσα ὡς πρὸς βορέαν.</p><lb n="30"/></div><div type="textpart" subtype="section" n="441" corresp="urn:cts:greekLit:tlg0084.tlg001:441"><p rend="indent">Παρὰ τῷ Κηφισσῷ ἐστιν ἡ Πυθία. — Ὡς ἔτι τοῦ δράκοντος ἐκεῖσε ὄντος, <add>ἢ</add>
διατετυπωμένου αὐτοῦ τοῦ σώματος. Θηλυκῦς δὲ Δελφύνης δράκοντος εἶπεν ἀντὶ τοῦ ἀρσενικοῦ, ὡς καὶ ὁ
Ποιητής (II. ο, 275)· λέων ἠῦγένειος· ὁ γὰρ ἄρρην γένειον οὐκ ἔχει. Ὁλκὸς ἡ περιπλοκὴ ἡ περὶ τὸν
πόδα. Τινές δέ περιττὸν ἔλεγον τὸν στίχον· ὁλκὸς ἀπειρεσίῃσιν. <lb n="5"/> — Ὁλκὸν δὲ ἢ τὸ οὐραῖον
λέγει τοῦ δράκοντος, ἢ ἀπὸ ἔλλου τινὸς τεχνουργήματος τὸ ὅλον σῶμα ἀπεικαζόμενον.</p></div><div type="textpart" subtype="section" n="449" corresp="urn:cts:greekLit:tlg0084.tlg001:449"><p rend="indent">Ἀνδράσι φαίνονται] Τοῦτο εἶπεν ὁ ποιητὴς; πρὸς ἂ ὑποτίθεται ἀόρατα, οἱονεὶ τὰ τῶν
Κιμμερίων <lb n="10"/> καὶ τῶν Ἀλανῶν καὶ τῶν Κυκλώπων. Ἀνδράσι δὲ ἀντὶ τοῦ ὑπὸ ἀνδρῶν, ἷνʼ δοτικὴ
ἀντὶ γενετικῆς.</p></div><div type="textpart" subtype="section" n="450" corresp="urn:cts:greekLit:tlg0084.tlg001:450"><p rend="indent">Ὑπὸ τὰς στήλας, ἵνα εἴπῃ πεπυκνωμένα κατὰ τὸ μέσον τῆς πορθμίδος. Ἴνα εἴπῃ· πόλις τὰ Γάδειρα
ἒν τῇ νήσῳ κειμένη. Ἑξῆς καὶ ἡ νῆσος οὕτως ἐκλήθη. <lb n="15"/> Εἰσὶ γὰρ καὶ ἑῷαι στῆλαι τοῦ
Ἀλεξάνδρου. Καὶ τὸ αὐτὸ πάλιν πρὸς τὰ φαινόμενα καὶ πολλοῖς ὁμολογούμινσ.</p></div><div type="textpart" subtype="section" n="453" corresp="urn:cts:greekLit:tlg0084.tlg001:453"><p rend="indent">Ὡς ἐμπορικοὶ γὰρ πάντα τόπον παρῆλθον οἱ Φοίνικες.</p><lb n="20"/></div><div type="textpart" subtype="section" n="454" corresp="urn:cts:greekLit:tlg0084.tlg001:454"><p rend="indent">Ἡρακλῆα] Φοῖνιξ ἦν ὁ Ἡρακλῆς ὁ ἀρχαιότατος, ὥς φησιν Ἡρόδοτος (2, 44)· ἢ ὅτι ὁ
Ἡρακλῆς εἰρήνευσε τὸν τόπον, ὅτε καὶ τὰς στήλας ἔστησε.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>