<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg4174.tlg001.1st1K-grc1:53-56</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg4174.tlg001.1st1K-grc1:53-56</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg4174.tlg001.1st1K-grc1"><div type="textpart" subtype="section" n="53" corresp="urn:cts:greekLit:tlg0084.tlg001:517-524"><p>517—524. Τούτων δὲ τῶν νήσων τοῦ Αἰγαίου πελάγους
αἱ μὲν τῆς Εὐρώπης ἐπὶ τὰ ἀριστερὰ κεῖνται τῷ
εἰσπλέοντι, οἱ δὲ τῆς Ἀσίας ἐπὶ τὰ δεξιὰ κατὰ τὸ μῆκος
ἐκτεινόμεναι ἀπὸ τῆς μεσημβρίας πρὸς ἄρκτους ἢ
τὸν ἀρκτῶον βορέαν. Καὶ ἐπὶ τῆς Εὐρώπης μέν ἐστιν
ἡ Εὔβοια, Μάκρις διὰ τὰ μακρὸν σχῆμα λεγομένη,
ἣν οἱ Ἄβαντες κατοικοῦσι, καὶ ἡ Σκῦρος ἀνέμους
βιαίους ἔχουσα, καὶ ἡ ὑψηλὴ Πεπάρηθος· ὅπου ὑπάρχει
καὶ ἡ Λῆμνος, τὸ τραχὺ πέδον, ἤγουν ἡ τραχεῖα νῆσος,
τοῦ Ἡφαίστου, καὶ ἡ ἀρχαία Θάσος, Δημήτερος
ἀκτὴ, τουτέστι πυροφόρος χώρα, καὶ Ἴμβρος καὶ ἡ
Σαμοθρᾴκη, ἡ πόλις τῶν Κορυβάντων τὰ μυστήρια ἐν
αὐτῇ τελούντων.</p></div><div type="textpart" subtype="section" n="54" corresp="urn:cts:greekLit:tlg0084.tlg001:525-532"><p>525—532. Αἱ δὲ τὴν πρώτην μοῖραν ἢ τάξιν τῆς
Ἀσίας λαχοῦσαι νῆσοι αὗταί εἰσιν, αἳ κύκλῳ τὴν Δῆλον
περιέχουσι, καὶ Κυκλάδες ἐκ τούτου ὀνομάζονται.
Χαριστήρια δὲ τῷ Ἀπόλλωνι καὶ χοροὺς ἅπασαι αἱ
νῆσοι ἄγουσι, τὴν Δῆλον τοῦ Ἀπόλλωνος κυκλοῦσαι,
τοῦ καλοῦ καὶ ἐπιθυμητοῦ ἔαρος νεωστὶ ἀρχομένου,
ἡνίκα ἡ ἡδύφωνος ἀηδὼν χωρὶς καὶ ἄπωθεν τῶν ἀνθρώπων
γεννᾷ ἢ νεοττεύει. Αἱ δὲ Σποράδες νῆσοι
ἐφεξῆς μετὰ τὰς Κυκλάδας πανταχοῦ ἐν τῷ πόντῳ
λάμπουσιν, ὥσπερ τὰ ἄστρα διὰ ἀνεφέλου καὶ καθαροῦ
ἀέρος φαίνονται, τοῦ ταχυτάτου βορρᾶ τὰ ὑγρὰ
νέφη βιασαμένου ἢ διασκεδάσαντος.</p></div><div type="textpart" subtype="section" n="55" corresp="urn:cts:greekLit:tlg0084.tlg001:533-540"><p>533—540. Ἐπὶ ταύταις δέ εἰσιν αἱ Ἰωνίδες νῆσοι,
ὅπου ἡ Καῦνος, καὶ ἡ καλὴ καὶ ἐπιθυμητὴ Σάμος, τὸ
ἔδαφος τῆς ἐν Πελασγίᾳ τιμωμένης Ἥρας, καὶ ἡ
Χίος ὑπὸ τὴν πέζαν τοῦ ὑψηλοῦ Πεληναίου ὄρους.
Λέγει δὲ πρὸς τὸ Πεληναῖον ὄρος εἶναι τὴν Χίον, οὐ
τὴν νῆσον, ἀλλὰ τὴν πόλιν. Ἐκεῖθεν δὲ τὰ ὄρη τῶν
Αἰολίδων νήσων φαίνεται, τῆς τε μεγάλης ἢ πλατεῖαν
χώραν ἐχούσης Λέσβου καὶ τῆς ἐπιθυμητῆς Τενέδου.
Κἀκεῖθεν περὶ τὴν Τένεδον νῆσον ὁ Μέλας καλούμενος
κόλπος τὸν Ἑλλήσποντον ἐπέρχεται τὸν ἀφρὸν ἀποπέμπων,
τῷ δὲ κατὰ πολὺ ἐπὶ τὸν βορρᾶν πορευομένῳ
τὸ αὔξημα ἢ τὸ φύσημα τῆς Προποντίδος θαλάσσης
ἔνθα κἀκεῖσε παρατέταται.</p></div><div type="textpart" subtype="section" n="56" corresp="urn:cts:greekLit:tlg0084.tlg001:541-549"><p>541—549. Ὑπὲρ δὲ τὸν ἀριστερὸν πόρον, ἤγουν πρὸς
τὰ ἀριστερὰ μέρη, τοῦ Εὐξείνου πόντου ἐξ ἐναντίας τοῦ
Βορυσθένους ποταμοῦ μεγαλώνυμος καὶ ἔνδοξός τις νῆσος
τῶν ἡμιθέων ἀνδρῶν κεῖται, Λευκὴν δὲ τὸ ἐπίκλην

<pb n="417"/>
αὐτὴν λέγουσι, διότι τὰ ἐν αὐτῇ θηρία ἢ ὄρνεα λευκὰ
ὑπάρχουσιν. Ἐκεῖσε λέγουσι τὰς καὶ τοῦ Ἀχιλλέως καὶ
τῶν ἄλλων ἡμιθέων ψυχὰς κατὰ τοὺς ἐρήμους καὶ
συμφύτους τόπους ἀναστρέφεσθαι. Τοῦτο δὲ τὸ δῶρον
παρὰ τοῦ Διὸς ταῖς ἀρίσταις ψυχαῖς ἀντὶ τῆς ἀρετῆς
ἐπακολουθεῖ· ἀφθάρτου γὰρ ἡ ἀρετὴ τιμῆς καὶ
ἀκηράτου ἔτυχεν.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>