<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg4072.tlg001.1st1K-grc1:47</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg4072.tlg001.1st1K-grc1:47</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg4072.tlg001.1st1K-grc1"><div type="textpart" subtype="section" n="47"><pb n="127"/><head>Λῆμμα εἰς τὸ ἑξῆς.</head><p>Ἔστωσαν τέσσαρες ὅροι οἱ Α, Γ, △, Β. Λέγω ὅτι ὁ
συγκείμενος λόχος ἐκ τοῦ τοῦ ὑπὸ τῶν Α, Β πρὸς τὸ ἀπὸ Γ
μετὰ τοῦ τῆς Β πρὸς λόγου ὁ αὐτός ἐστι τῷ τοῦ ὑπὸ
<lb n="5"/> Α, Β ἐπὶ τὴν Β πρὸς τὸ ἀπὸ Γ ἐπὶ τὴν △.</p><figure><graphic url=" http://heml.mta.ca/lace/sidebysideview2/12871653"/></figure><p>Ἔστω γὰρ τῷ μὲν ὑπὸ Α, Β ἴσος ὁ Κ, τῷ δὲ ἀπὸ Γ
ἴσος ὁ Λ, καὶ γεχονέτω ὡς ὁ Β πρὸς △, οὕτως ὁ Λ πρὸς
Μ· ὁ ἄρα τοῦ Κ πρὸς Μ λόχος σύγκειται ἐκ τοῦ τοῦ
πρὸς Λ, τουτέστι τοῦ ὑπὸ Α, Β πρὸς τὸ ἀπὸ Γ, καὶ
<lb n="10"/> τοῦ Λ πρὸς Μ, τουτέστι τοῦ Β πρὸς △. Ὁ δὴ Κ τὸν
Β πολλαπλασιάσας τὸν Ν ποιείτω, ὁ δὲ Λ τὸν Β πολλαπλασιάσας
τὸν Ξ ποιείτω, τὸν δὲ △ πολλαπλασιάσας
τὸν Ο. Ἐπεὶ οὖν τὸ ὑπὸ τῶν A, Β ὁ Κ ἐστίν, ὁ δὲ Κ τὸν Β
πολλαπλασιάσας τὸν Ν πεποίηκεν, ὁ ἄρα Ν ἐστὶν τὸ ὑπὸ
<lb n="15"/> Α, Β ἐπὶ τὸν Β, Πάλιν, ἐπεὶ τὸ ἀπὸ Γ ὁ Λ ἐστίν, ὁ δὲ
Λ τὸν △ πολλαπλασιάσας τὸν O πεποίηκεν, ὁ O ἄρα
ἐστὶν τὸ ἀπὸ τοῦ Γ ἐπὶ τὸν △ ὥστε ὁ τοῦ ὑπὸ Α, Β
ἐπὶ τὸν Β πρὸς τὸ ἀπὸ Γ ἐπὶ τὸν △ λόφος ὁ αὐτός ἐστι

<pb n="128"/>
τῷ τοῦ Ν πρὸς Ο. Δεῖ ἄρα δεῖξαι ὅτι ὁ τοῦ πρὸς Μ
λόγος ὁ αὐτός ἐστι τῷ τοῦ Ν πρὸς Ο.</p><p>Ἐπεὶ οὖν ἑκάτερος τῶν Κ, Λ τὸν Β πολλαπλασιάσας
ἑκάτερον τῶν Ν, Ξ πεποίηκεν, ἔστιν ἄρα ὡς ὁ Κ πρὸς
<lb n="5"/> τὸν Λ, οὕτως ὁ Ν πρὸς Ξ. Πάλιν, ἐπεὶ ὁ Λ ἑκάτερον
τῶν Β, △ πολλαπλασιάσας ἑκάτερον τῶν Ξ, Ο πεποίηκεν,
ἔστιν ἄρα ὡς ὁ Β πρὸς △, ὁ Ξ πρὸς Ο. Ἀλλ᾿ ὡς ὁ Β
πρὸς △, ὁ Λ πρὸς τὸν Μ· καὶ ὡς ἄρα ὁ πρὸς Μ, ὁ
Ξ πρὸς Ο. Οἱ ἄρα Κ, Λ, Μ τοῖς Ν, Ξ, Ο ἐν τῷ αὐτῷ λόγῳ
<lb n="10"/> εἰσὶν σύνδυο λαμβανόμενοι· καὶ διʼ ἴσου ἄρα ἐστὶν ὡς
ὁ Κ πρὸς Μ, οὕτως ὁ Ν πρὸς Ο. Καὶ ἔστιν ὁ τοῦ Κ πρὸς
Μ λόγος ὁ αὐτὸς τῷ συγκειμένῳ ἐκ τοῦ τοῦ ὑπὸ A, Β
πρὸς τὸ ἀπὸ Γ καὶ τοῦ ὃν ἔχει ὁ Β πρὸς △, ὁ δὲ τοῦ Ν
πρὸς Ο λόγος ὁ αὐτὸς ἐστι τῷ τοῦ ὑπὸ Α, Β ἐπὶ τὸν Β
<lb n="15"/> πρὸς τὸ ἀπὸ Γ ἐπὶ τὸν ὁ ἄρα σγκείμενος λόγος ἐκ
τοῦ τοῦ ὑπὸ Α, Β πρὸς τὸ ἀπὸ Γ καὶ τοῦ ὃν ἔχει ὁ Β
πρὸς △ ὁ αὐτός ἐστι τῷ τοῦ ὑπὸ Α, Β ἐπὶ τὸν Β πρὸς
τὸ ἀπὸ Γ ἐπὶ τὸν △.</p><p>Φανερὸν δὲ καὶ ὅτι τὸ ὑπὸ Α, Β ἐπὶ τὸν Β ἴσον ἐστὶ
<lb n="20"/> τῷ ἀπὸ τοῦ Β ἐπὶ τὸν Α. Ἐπεὶ γάρ ἐστιν ὡς ὁ Α πρὸς
τὸν Β, οὕτως τὸ ὑπὸ Α, Β πρὸς τὸ ἀπὸ τοῦ Β τοῦ Β
κοινοῦ ὕψους λαμβανομένου, ἐὰν δὲ τέσσαρες ὅροι ἀνάλογον
ὦσιν, τὸ ὑπὸ τῶν ἄκρων ἴσον ἐστὶ τῷ ὑπὸ τῶν
μέσων, τὸ ἄρα ὑπὸ Α, Β ἐπὶ τὸν Β ἴσον ἐστὶ τῷ ἀπὸ
<lb n="25"/> τοῦ Β ἐπὶ τὸν Α.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>