<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg4072.tlg001.1st1K-grc1:40</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg4072.tlg001.1st1K-grc1:40</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg4072.tlg001.1st1K-grc1"><div type="textpart" subtype="section" n="40"><pb n="115"/><head>Εἰς τὴν σύνθεσιν τοῦ δ΄.</head><p>Ἐν δὲ τῇ συνθέσει προσεκβάλλων τὴν διάμετρον τῆς
σφαίρας τὴν △Β καὶ ἀποθέμενος τῇ ἡμισείᾳ αὐτῆς ἴσην
τὴν ΖΒ καὶ τεμὼν αὐτὴν εἰς τὸν δοθέντα λόχον κατὰ
<lb n="5"/> τὸ Θ καὶ ἐπὶ τῆς △Β λαβὼν τὸ Χ οὕτως, ὥστε εἶναι
ὡς τὴν ΧΖ πρὸς ΘΖ, οὕτως τὸ ἀπὸ Β△ πρὸς τὸ ἀπὸ
△Χ, τὰ αὐτὰ κατασκευάζων τοῖς πρότερόν φησι ὅτι
γεγονέτω ὡς συναμφότερος ἡ Κ△Χ πρὸς △Χ, οὕτως
ἡ ΡΧ πρὸς ΧΒ, καὶ τίθησιν τὸ Ρ μεταξὺ τῶν Θ, Ζ.</p><lb n="10"/><p>Ὅτι δὲ τοῦτο οὕτως ἔχει δεικτέον. Ἐπεὶ γάρ ἐστιν
ὡς συναμφότερος ἡ Κ△Χ πρὸς △Χ, ἡ ΡΧ πρὸς ΧΒ, διελόντι
ὡς ἡ Κ△ πρὸς △Χ, ἡ ΡΒ πρὸς ΧΒ· ἐναλλὰξ ὡς ἡ Κ△
πρὸς ΡΒ, ἡ △Χ πρὸς ΒΧ. Μείζων δὲ ἡ ΔΧ τῆς ΧΒ· μείζων
ἄρα καὶ ἡ ΚΒ τῆς ΒΡ, τουτέστιν ἡ ΖΒ τῆς ΒΡ· ὥστε
<lb n="15"/> τὸ Ρ ἐντὸς τοῦ Ζ πεσεῖται. Ὅτι δὲ καὶ ἐκτὸς τοῦ Θ
δειχθήσεται ὁμοίως τοῖς ἐν τῇ ἀναλύσει προελθούσης
πάσης τῆς συνθέσεως τοῦ θεωρήματος. Συνάγεται γὰρ
ὅτι ἐστὶν ὡς ἡ ΡΧ πρὸς ΧΛ, ἡ ΒΘ πρὸς ΘΖ· ὥστε καὶ
συνθέντι, Καὶ διὰ τοῦτο γίνεται ἀκόλουθος τοῖς ἄνω
<lb n="20"/> εἰρημένοις καὶ ἐνταῦθα ἡ δεῖξις.</p><p>Καὶ διʼ ἴσου ἐν τῇ τεταραχμένῃ ἀναλογίᾳ | Τεταραγμένην
ἀναλογίαν ἐν τοῖς Στοιχείοις ἐμάθομεν τριῶν ὄντων
μεγεθῶν καὶ ἄλλων αὐτοῖς ἴσων τὸ πλῆθος, ὅταν
ᾖ ὡς μὲν ἡγούμενον πρὸς ἑπόμενον ἐν τοῖς πρώτοις
<lb n="25"/> μεγέθεσιν, οὕτως ἐν τοῖς δευτέροις μεγέθεσιν ἡφούμενον
πρὸς ἑπόμενον, ὡς δὲ ἑπόμενον πρὸς ἄλλο τι ἐν τοῖς

<pb n="116"/>
πρώτοις, οὕτως ἐν τοῖς δευτέροις ἄλλο τι πρὸς ἡγούμενον.
Κἀνταῦθα οὖν δέδεικται ὡς μὲν ἡγούμενον ἡ ΡΛ πρὸς
ἑπόμενον τὴν Λ△, οὕτως ἡγούμενον ἡ ΧΖ πρὸς ἑπόμενον
τὴν ΖΘ, ὡς δὲ ἑπόμενον ἡ △Λ πρὸς ἄλλο τι τὴν ΛΧ,
<lb n="5"/> οὕτως ἄλλο τι ἡ ΒΖ πρὸς ἡγούμενον τὴν ΧΖ. Ἕπεται
ἄρα καὶ διʼ ἴσου, ὡς δέδεικται ἐν τῷ πέμπτῳ τῶν Στοιχείων,
ὡς ἡ ΡΛ πρὸς ΛΧ, οὕτως ἡ ΒΖ πρὸς ΖΘ.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>