<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg4072.tlg001.1st1K-grc1:26</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg4072.tlg001.1st1K-grc1:26</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg4072.tlg001.1st1K-grc1"><div type="textpart" subtype="section" n="26"><head>Ὡς Φίλων ὁ Βυζάντιος.</head><p>Ἔστωσαν αἱ δοθεῖσαι δύο εὐθεῖαι αἱ ΑΒ, ΒΓ, ὧν δεῖ
δύο μέσας ἀνάλογον εὑρεῖν. Κείσθωσαν ὥστε ὀρθὴν
γωνίαν περιέχειν τὴν πρὸς τῷ Β, καὶ ἐπιζευχθείσης
<lb n="25"/> τῆς ΑΓ γεγράφθω περὶ αὐτὴν ἡμικύκλιον τὸ ΑΒΕΓ,
καὶ πρὸς ὀρθὰς ἤχθωσαν τῇ μὲν ΒΑ ἡ Α△, τῇ δε ΒΓ

<pb n="49"/>
ἡ ΓΖ, καὶ παρακείσθω κανὼν κινούμενος πρὸς τῷ Β
τέμνων τὰς Α△, ΓΖ καὶ κεκινήσθω περὶ τὸ Β, ἄχρις ἂν
ἡ ἀπὸ τοῦ Β ἐπὶ τὸ △ ἴση γένηται τῇ ἀπὸ τοῦ Ε ἐπὶ τὸ
Ζ, τουτέστι τῇ μεταξὺ τῆς τε περιφερείας τοῦ κύκλου
<lb n="5"/> καὶ τῆς ΓΖ. Νενοήσθω οὖν ἔχον τὸ κανόνιον θέσιν, οἵαν
ἔχει ἡ △ΒΕΖ, ἴσης οὔσης, ὡς εἴρηται, τῆς △Β τῇ ΕΖ.
Λέγω ὅτι αἱ Α△, ΓΖ μέσαι ἀνάλογόν εἰσιν τῶν ΑΒ, ΒΓ.</p><figure><graphic url=" http://heml.mta.ca/lace/sidebysideview2/12871653"/></figure><p>Νενοήσθωσαν γὰρ ἐκβεβλημέναι αἱ △Α, ΖΓ καὶ συμπίπτουσαι
κατὰ τὸ Θ· φανερὸν δὴ ὅτι παραλλήλων
<lb n="10"/> οὐσῶν τῶν ΒΑ, ΖΘ ἡ πρὸς τῷ Θ γωνία ὀρθή ἐστιν, καὶ
ὁ ΑΕΓ κύκλος ἀναπληρούμενος ἥξει καὶ διὰ τοῦ Θ.
Ἐπεὶ οὖν ἴση ἐστὶν ἡ △Β τῇ ΕΖ, καὶ τὸ ὑπὸ Ε△Β ἄρα
ἴσον ἐστὶ τῷ ὑπὸ ΒΖΕ. Ἀλλὰ τὸ μὲν ὑπὸ Ε△Β ἴσον
ἐστὶ τῷ ὑπὸ Θ△Α· ἑκάτερον γὰρ ἴσον ἐστὶν τῷ ἀπὸ
<lb n="15"/> τῆς ἐφαπτομένης ἀπὸ τοῦ △· τὸ δὲ ὑπὸ ΒΖΕ ἴσον τῷ
ὑπὸ ΘΖΓ· ἑκάτερον γὰρ ὁμοίως ἴσον ἐστὶ τῷ ἀπὸ τῆς
ἐφαπτομένης ἀπὸ τοῦ Ζ· ὥστε καὶ τὸ ὑπὸ Θ△Α ἴσον
ἐστὶ τῷ ὑπὸ ΘΖΓ, καὶ διὰ τοῦτό ἐστιν ὡς ἡ △Θ πρὸς
ΘΖ, οὕτως ἡ ΓΖ πρὸς △Α. Ἀλλ᾿  ὡς ἡ Θ△ πρὸς ΘΖ,
<lb n="20"/> οὕτως ἥ τε ΒΓ πρὸς ΓΖ καὶ ἡ △Α πρὸς ΑΒ· τριγώνου

<pb n="50"/>
γὰρ τοῦ △ΘΖ παρὰ μὲν τὴν △Θ ἦκται ἡ ΒΓ, παρὰ δὲ
τὴν ΘΖ ἡ ΒΑ· ἔστιν ἄρα ὡς ἡ ΒΓ πρὸς ΓΖ, ἡ ΓΖ πρὸς
△Α καὶ ἡ △Α πρὸς ΑΒ· ὅπερ προέκειτο δεῖξαι.</p><p>Ἰστέον δὲ ὅτι ἡ τοιαύτη κατασκευὴ σχεδὸν ἡ αὐτή
<lb n="5"/> ἐστι τῇ ὑπὸ Ἥρωνος· τὸ γὰρ ΒΘ παραλληλόγραμμον
τὸ αὐτό ἐστι τῷ ληφθέντι ἐπὶ τῆς Ἥρωνος κατασκευῆς
καὶ αἱ προσεκβαλλόμεναι πλευραὶ αἱ ΘΑ, ΘΓ καὶ ὁ
πρὸς τῷ Β κινούμενος κανών. Ταύτῃ δὲ μόνον διαφέρει,
ὅτι ἐκεῖ μὲν μέχρι τοσούτου ἐκινοῦμεν περὶ τὸ Β τὸν
<lb n="10"/> κανόνα, ἄχρις ἂν αἱ ἀπὸ τῆς διχοτομίας τῆς ΑΓ, τουτέστι
τοῦ Κ, ἴσαι ὑπʼ αὐτοῦ ἀπετέμνοντο πρὸς τὰς Θ△, ΘΖ
προσπίπτουσαι, ὡς αἱ Κ△, ΚΖ, ἐνταῦθα δέ, ἄχρις ἂν
ἡ △Β ἴση γένηται τῇ ΕΖ. Ἐφ᾿  ἑκατέρας δὲ κατασκευῆς
τὸ αὐτὸ ἀκολουθεῖ, τὸ δὲ νῦν εἰρημένον πρὸς χρῆσιν
<lb n="15"/> εὐθετώτερον τὰς γὰρ △Β, ΕΖ ἴσας τηρεῖν ἐνδέχεται
διῃρημένου τοῦ κανόνος εἰς ἴσα καὶ συνεχῆ πολύ
γε εὐκολώτερον τοῦ καρκίνῳ διαπειράζειν τὰς ἀπὸ τοῦ
Κ ἴσας πρὸς τὰ △, Ζ.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>