<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg3156.tlg001.1st1K-grc1:praef-188</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg3156.tlg001.1st1K-grc1:praef-188</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg3156.tlg001.1st1K-grc1"><div type="textpart" subtype="section" n="praef"><p>Μουσάων Ἑλικωνιάδων.1) Μούσας τὰς λογικὰς τέχνας φησί. χορεύειν δὲ περὶ τὸν
                        Ἑλικῶνα, ἤτοι τὴν βάσιν τοῦ ἐγκεφάλου. φασὶ γὰρ καὶ τὸ ὀστοῦν, ἐν ᾧ ἱδρύεται
                        ὁ ἐγκέφαλος, τοιοῦτον εἶναι ἑλικοειδές· ἢ χορεύειν φησί, τουτέστι ἐγκεῖσθαι
                        ταύτας περὶ τὸν ἐγκέφαλον, ὅτι εἰ μή τις ἀεὶ στρέφοιτο ἐπὶ τῆς τέχνης, ἣν
                        ἐξηγήσατο, οὔποτʼ ἂν ἐν ἕξει ταύτῃ γενήσεται. καὶ λουθεῖσαι τῇ ἰοειδέϊ πηγῇ,
                        ἤγουν τῷ ἐπιπόνῳ ἱδρῶτι (διὰ γὰρ ἱδρῶτος αἱ τέχναι κρατοῦνται), χορεύουσι
                        καὶ συστρέφονται περὶ τὸν ἐγκέφαλον, ἔνθα. ἤγουν ἀπὸ τοῦ ἐγκεφάλου,
                        προέρχονται2) κεκαλυμμέναι σκότῳ πολλῷ (ἀόρατοι γὰρ αἱ τέχναι κρατοῦνται).
                        χορεύουσι δὲ συστρέφοντες περὶ τὸν ἐγκέφαλον, ἤγουν ἀπὸ τοῦ ἐγκεφάλου πατρός
                        εἰσι, κατὰ τὴν νύκτα πορεύονται, ἤγουν ἀσωμάτως καὶ μὴ ὁρώμεναι πρός
                        τινος.</p><p>ἢ νύχιαι πορεύονται, ἐπειδὴ ὁ νοῦς μᾶλλον κατὰ τὴν νύκτα συνάγεται καὶ
                        γίνεται καθʼ ἑαυτὸν καὶ ταύτας προβάλλεται. αὗται δὲ περὶ τὸν ἑαυτῶν πατέρα
                        διηνεκῶς στρέφονται, ἤγουν μένουσι περὶ τὸν ἐγκέφαλον καὶ φωνὴν πέμπουσι
                        θαυμαστήν, περί3) τε αἰθέρος φάσκουσαι, ὃν Δία φησί, καὶ περὶ ἀέρος ἀργοῦ,
                        ἤτοι λευκοῦ, τοῦ ἐμβαίνοντος χρυσοῖς ὑποδήμασι, τουτέστι τοῦ συγγινομένου τῷ
                        αἰθέρι (ὁ γὰρ αἰθὴρ λαμπρός ἐστι καὶ πυρώδης), καὶ περὶ ἡλίου καὶ σελήνης
                            <del>καὶ</del> ὕδατος <del>καὶ</del> θέμιδός τε, ἤγουν τοῦ νοῦ, παντὸς
                        κόσμου θέσεως καὶ διαθέσεως, καὶ περὶ ἀστέρων· περὶ Λητοῦς, ἤτοι σκότους,
                        περὶ Ἰαπετοῦ <note type="footnote">1. Μουσάων — ὅπου ἂν ἐθέ- 2. προέρχονται
                            F προερχόμεναι λοιμεν πορεύεσθαι f. Par. Statt codd. dessen Schol. 1—24
                            Trinc. 3. παρά τε Cas.</note>
                        <pb n="370"/> ἤτοι οὐρανοῦ κινήσεως, περὶ Κρόνου, ἤτοι καθαροῦ νοός (κορὸς
                        γὰρ ὁ καθαρός), περὶ ἡμέρας, περὶ νυκτὸς καὶ περὶ πάντων. ἢ ὀρχεῦνται περὶ
                        τὴν βάσιν τοῦ Κρονίωνος, τοῦ υἱοῦ τοῦ νοός. τὸ μὲν γὰρ τοῦ νοός ἐστι
                        πρακτικόν, τὸ δὲ θεωρητικόν. ἐπεὶ γοῦν δύο μέρη τοῦ νοός εἰσιν, εἰκότως
                        Κρονίδην τὸ πρακτικόν φησι τοῦ νοός. καλῶς δὲ καὶ τοῦ εἶπε Κρονίδου, ἤγουν
                        τοῦ θεωρητικοῦ, ἐπεὶ γὰρ αἱ λογικαὶ τέχναι οὐκ εἰσὶ τοῦ πρακτικοῦ μέρους,
                        ἀλλὰ τοῦ θεωρητικοῦ, διὰ τοῦτο ἕνα Κρονίδην εἶπεν· αἰγίοχον δὲ τὸν αἰθέρα
                        εἶπεν, ἐπειδὴ ὁ αἰθὴρ πάντων ὑπεραναβεβηκὼς τῶν στοιχείων. αἱ αἰγίδες δέ,
                        ἤγουν αἱ καταιγίδες καὶ τὰ πνεύματα πάθη τοῦ ἀέρος εἰσίν.</p></div><div type="textpart" subtype="section" n="23"><p>23. ἄρνας ποιμαίνονθ’. αἵ τινές ποτε, δηλονότι αἱ τέχναι, ἐδίδαξαν τὸν
                        Ἡσίοδον καὶ ἐσόφισαν ἄρνας ποιμαίνοντα, ἤγουν πρῶτον μὲν ταῖς ἀλόγοις
                        ἐπιθυμίαις ἑπόμενον, ὕστερον δὲ ἀσχολεύσαντα ἀπὸ πάντων καὶ οἱουεὶ μύσαντα
                        καὶ ἀναισθήσαντα πρὸς πᾶσαν αἴσθησιν. ἄρνας δὲ λέγει τοὺς ἀλόγους ἐπιθυμίας,
                        Ἑλικῶνα δὲ τὸν ἐγκέφαλον, ἑπόμενον οὖν ταῖς ἀλόγοις ἐπιθυμίαις ὑποκάτω τοῦ
                        νοός. ὁ μὲν νοῦς πάντων ὑπερανέστηκεν, ὅθεν καί, ὃν μέγαν μέλλομεν εἰπεῖν,
                        κορυφαῖον καλοῦμεν διὰ τὸ τοῦ σώματος ὅλου ὑπερανεστηκέναι τὸν νοῦν. ὁ δὲ
                        ποιμαίνων ἀφίησι τὰ ποιμαινόμενα, ὅπου ἄν ἐθέλοιεν πορεύεσθαι.</p></div><div type="textpart" subtype="section" n="24"><p>24. τόνδε δέ με. αὗται γοῦν, αἱ Μοῦσαι δηλονότι, εἶπον πρός με1), ἤγουν αἱ
                        λογικαὶ τέχναι, ἤτοι ἐν συναισθήσει ) ἑαυτοῦ γεγονὼς καὶ ἀναλογισάμενος εἶπε
                        πρὸς ἑαυτόν· ὦ ποιμένες, δοῦλοι κοιλίας, ἐπονείδιστοι. οἱ σοφοὶ γινώσκουσι
                        πολλὰ ψεύδη λέγειν ὁμοιούμενα ἀληθέσι καὶ πάλιν ἀληθῆ λέγειν. τοῦτο δὲ
                        παρήγαγε δεικνύων), ὅτι τὸ περὶ ἔργων ἀψευδῶς ) φαίνεται πρὸς τὸν ἑαυτοῦ
                        ἀδελφὸν5 ) Πέρσην λεγόμενον6 ). εὐθὺς δὲ σκῆπτρον <note type="footnote">1.
                            πρώτιστα Par. — αἱ τῶν λό- 4. ψευδῶς Vat. Cas. γων Par.</note>
                        <note type="footnote">2. συνθέσει — ἀναλυσάμενος Par. 5. ἀδελφὸν f.
                            Par.</note>
                        <note type="footnote">3. ὅτι καὶ τ. π. ε. καὶ ἡμερῶν 6. Nach λεγόμενον:
                            οὕτως εἷπον γίνεται Vat. Cas. πρὸς ἐμαυτὸν Vat. Cas.</note>
                        <pb n="371"/> καὶ στήριξιν1) ἔλαβον δάφνης, ἤγουν2) ἐπεχείρησα κοπιῶν3). καὶ
                        γὰρ τὰ φύλλα τῆς δάφνης πικρά εἰσι, καὶ ὁ ὑπὲρ τῆς ἀρετῆς ἱδρῶς ἐπίπονος.
                        καὶ ἄλλως4) δὲ νοητέον τὸ ἔδον μοι δάφνης κλάδον. εἰ μὴ γὰρ τὴν γλῶσσάν τις
                        ἐξασκήσῃ καὶ οἱονεὶ στομώσῃ πρὸς τὸ φωνεῖν, ὁπότʼ ἂν βούλοιτο καὶ ὅ θέλοι5),
                        οὐκ ἄν ἄλλως γινώσκοιτο σοφός. δάφνη γὰρ εἴρηται ἀπὸ τοῦ δα ἐπιτατικοῦ
                        μορίου καὶ τοῦ φωνῶ. ἐνεπνεύσθην δὲ ὑπὸ τῶν Μουσῶν, ἵνα γινώσκοιμι τὰ ὄντα
                        καὶ τὰ ἐσσόμενα ), ὡς καὶ Ὅμηρος ἐν Ὀδυσσείᾳ φησὶν ἐμφαίνων δεῖν εἶναι περὶ
                        ἐσσομένου γινώσκειν τὸν ποιητήν. ἄειδε δὲ7) Φήμιος καλόν, οὗ κλέος οὔποτʼ
                        ὀλεῖται, γινώσκων γὰρ τὸ μέλλον, καὶ ὡς8) οὔποτε τὸ ὄνομα τῆς τούτου
                        σβεσθείη ποιήσεως, τοῦτο ἐπέγραψεν.</p></div><div type="textpart" subtype="section" n="35"><p>35. ἀλλὰ τίη μοι ταῦτα. ἀλλὰ τί μοι ταῦτα, φησίν, ὥσπερ εἰ ἔλεγον περὶ τῶν ἐν
                        δρυὶ9) καὶ πέτρᾳ σκηνωμάτων. οἱ γὰρ παλαιοὶ πρὸ τοῦ κτίσαι πόλεις ἐν δρυσὶ
                        καὶ πέτραις ᾤκουν.</p></div><div type="textpart" subtype="section" n="36"><p>36. τύνη Μουσάων. σὺ δέ, ὦ νοῦ, ἄρχου λέγειν περὶ πάντων τῶν προαναφωνηθέντων
                        σοι τεχνῶν, αἵ τινες ὑμνοῦσι τὸν ἑαυτῶν πατέρα, τὸν νοῦν δηλαδή, καὶ λέγουσι
                        τὰ ὄντα καὶ τὰ10) ἐσσόμενα ὁμοφωνοῦσί τε ἀλλήλαις. τὰ γὰρ καλὰ πάντοτε
                        συμφωνοῦσι, τὰ δὲ μὴ τοιαῦτα καὶ ἀφʼ ἑαυτῶν ἐλέγχονται. διαχέεσθαί11) τε
                        ποιοῦσι τὸν ἐγκέφαλον, ἐνστρέφονταί τε ἀεὶ ἐν αὐτῷ, καὶ ἠχεῖσθαι ποιοῦσι τὸν
                        νιφόεντα Ὅλουμπον, ἤτοι τὸν καθαρώτατον νοῦν. ἄρχου τε πάλιν, ὦ νοῦ, ὑμνεῖν
                        τὸν Δία, ἤτοι τὸν νοῦν, τὸν πατέρα πάντων, ὅτι πάντων κρατεῖ, ἔπειτα λέγε
                        περὶ ἀνθρώπων περὶ τεχνῶν τε. ποίων; ἃς ἐγέννησεν <note type="footnote">1.
                            Nach στήριξιν: ἔλαφον ἢ Cas. 8. ὅτι Par. οὔτε Cas. τοῦ Par.</note>
                        <note type="footnote">2. νεχείρισα Par. σβεσθείσης Vat. Cas. καὶ
                            οὗτος</note>
                        <note type="footnote">3. σκοπήσας Par. κοπιᾶν Vat. ἐπέγραψεν Vat.</note>
                        <note type="footnote">9. δρυὶ καὶ πέτρᾳ Par. δρυσὶ</note>
                        <note type="footnote">4. οὕτως Par. καὶ πέτραις Cas. περὶ τεχνῶν Vat.</note>
                        <note type="footnote">5. θέλῃ Vat. Cas.</note>
                        <note type="footnote">6. ἐσόμενα Par. [10. τὰ f. Par.</note>
                        <note type="footnote">7. δὲ f. Par. 11. διαδέχεσθαι Par. ἀεὶ f. Par.</note>
                        <pb n="372"/> ἡ Μνημοσύνη1) συνελθοῦσα τῷ Διΐ, ἤτοι τῷ νοΐ. ἐγέννησε δὲ ἐν
                        τῇ Πιερίᾳ, ἐν ἐπιθυμητῷ δηλαδὴ τόπῳ. Μνήμη δὲ ποία; ἡ βασιλεύουσα ἐν τῷ
                        Ἐλευθῆρι. τοῦτο δὲ εἶπεν ἐμφαίνων, ὡς δεῖ τὸν μέλλοντα τὴν φιλοσοφίαν
                        μετέρχεσθαι ἐλεύθερον μὲν2) εἶναι παντὸς βιωτικοῦ πράγματος, ἄρχειν δʼ ἐν
                        τούτῳ καὶ μόνον ἐμμένειν τὴν ἐλευθερίαν. ἐγέννησε δὲ ταύτας τὰς τέχνας εἰς
                        λησμοσύνην τε τῶν κακῶν καὶ ἀνάπαυσιν τῶν φροντίδων. δεῖ γὰρ τὸν μανθάνοντα
                        πρὸς τῷ πόνῳ καὶ τῇ σπουδῇ καὶ πᾶσι τοῖς εἰς τοῦτο συντείνουσιν,
                        ἀπεπιλήσμονα εἶναι τῶν μαθημάτων αὐτῶν. ἀντίκειται γὰρ τῷ λόγῳ καὶ3) ἡ λήθη,
                        καὶ τοῦτο δηλοῖ4) Ὅμηρος παρεισάγωυ ἐν τῇ ἰδίᾳ ποιήσει τὴν Ληθὼ τῷ Ἑρμῇ
                        ἀντιμαχομένην, Λητοῦς μὲν τῆς λήθης νοουμένης, Ἑρμοῦ δὲ τοῦ λόγου.</p></div><div type="textpart" subtype="section" n="56"><p>56. ἐννέα γάρ οἱ νύκτας. διὰ τούτου δηλοῖ τὸ πολυχρόνιον τῶν μαθημάτων. δεῖ
                        γὰρ τὸν μανθάνοντα πολυχρονίζειν ἐν τοῖς μαθήμασι. καὶ γὰρ ὁ ἐννέα ἀριθμὸς
                        τέλειός ἐστιν. ἐμίσγετο5) γοῦν ταύτῃ τῇ Μνήμῃ Ζεύς, ἤγουν ὁ νοῦς, ὁ τὸ εὖ
                        ζῆν ἡμῖν παρεχόμενος, ἡμέρας ἐννέα διὰ τὸ δεῖν εἶναι τὸν μανθάνοντα
                        πολυχρονίζειν, ἐν τοῖς μαθήμασιν. ἐμίσγετο δὲ χωρὶς τῶν ἄλλων μαθημάτων,
                        ἤγουν χωριζόμενος καὶ καθαρεύων πασῶν αἰσθήσεων. ἀθανάτους δὲ ταύτας λέγει
                        διὰ τὸ ἀεὶ συμπαραμένειν τῇ φύσει καὶ μήποτε μηδὲ6) μίαν ἐκ ταύτης
                        ἀπόλλυσθαι. ἀλλʼ ὁπότε ὁ καιρὸς παρῆλθε τῆς μαθήσεως καὶ ἡμέραι πολλαὶ
                        ἐτελέσθησαν, ἐγέννησεν αὕτη ἡ Μνήμη ἐννέα θυγατέρας, τῶν ἐννέα τούτων εἰς
                        λογικὰς τέχνας ἀναγομένων, αἷς θυγατράσι διὰ φροντίδος ἐστὶ τὸ φροντίζειν
                        καὶ ᾄδειν περὶ θείων καὶ ἀνθρωπίνων πραγμάτων, μικρὸν ἀπεχομέναις τοῦ
                        Οὐρανοῦ. καὶ αὐτοῦ γὰρ ἐφικνοῦνται τοῦ Οὐρανοῦ σχεδόν, ἐξετάζουσαι, ὅπου γε
                        ἐν τῷ οὐρανῷ πολλαὶ αὐτῶν7) γίνονται ἐξετάσεις. σὺν αὐταῖς δὲ κατοικοῦσι
                            <note type="footnote">1. Μνήμη Par. — νοΐ, ἤτοι τῷ 4. δηλῶν — παρεισάγει
                            Cas. Διί Par. ἐγέννησε ἐν τῇ Vat. Cas. 5. ἐμίσγετο — ἐν τοῖς
                            μαθή-</note>
                        <note type="footnote">2. μὲν f. Par. ἄρχειν δὲ τ. Par. μασιν f. Par. τῇ
                            ἐλευθερίᾳ Vat Cas. 6. δὲ Par.</note>
                        <note type="footnote">3. καὶ f. Par. 7. αὐτοῦ Vat. f. Par.</note>
                        <pb n="373"/> καὶ αἱ Χάριτες, ἃς Χάριτας σωματοποιοῦσιν οἱ παλαιοὶ τρεῖς
                        ζωγραφοῦντες1 ) γυμνὰς ἐχομένας ἀλλήλων2). εἰσὶ δὲ ταῦτα τὰ ὀνόματα τούτων·
                        Θάλεια, Εὐφροσύνη καὶ Ἀγλαΐα. ταύτας δὲ οὕτως ἐζωγράφουν, δηλοῦντες διὰ μὲν
                        τοῦ τρεῖς γράφειν τὸν χαρίζοντα, τὸν3) χαριζόμενον καὶ αὖθις τὸν
                        ἀντιχαρίζοντα, διὰ δὲ τοῦ γυμνὰς γράφειν τὸ4) δεῖν εἶναι τὸν χαρίζοντα μήτε
                        διὰ φόβον μήτε διὰ κολακείαν μήτε διʼ ἄλλο τι τοιοῦτον χαρίζειν, μηδὲ πρὸς
                        ἀντίχαριν ἀφορῶντα5), ἀλλὰ διὰ τὸ ἔχεσθαι ἀλλήλων, ὅτι ἕπεται τῇ Χάριτι ἡ
                        ἀντίχαρις. τὰ δὲ ὀνόματα ταῦτα ἐπέγραφον ταύταις, ὅτι, εἰ μή τις θάλλει καὶ
                        εὐπορεῖ, τοῦ πράγματος οὐ μεταδίδωσί τινι, ὁμοίως δὲ καὶ ἐπὶ τῆς Ἀγλαίας καὶ
                        ἐπὶ τῆς Εὐφροσύνης. συγκατοικεῖν δὲ τὰς Χάριτας ταῖς Μούσαις φησὶ διὰ τὸ
                        χαρίεν καὶ ἐπιθυμητὸν τῆς σοφίας. αἵ τινες Μοῦσαι διεξιᾶσι καὶ λέγουσι τοὺς
                        νόμους καὶ τὰς ποιότητας καὶ τὰς διαγωγὰς πασῶν τῶν αἰσθήσεων. ἐζωγράφουν δὲ
                        ταύτας ἐπιβαινούσας σφαιρῶν, δηλοῦντες, ὡς δεῖ τὸν μετερχόμενον τὴν
                        φιλοσοφίαν ὀλίγον τι τῶν γηΐνων ἐφάπτεσθαι, ὥσπερ καὶ τὴν σφαῖραν. τοῦτο δὲ
                        δηλοῦντες καὶ ἐν ὄρει γεγεννῆσθαι ταύτας φασί, δηλοῦντες ), ὥσπερ τὸ ὄρος
                        πάντων ὑπερανέστηκε τῶν λοιπῶν, οὕτω δεῖν ὑπεράνω τῶν βιωτικῶν εἶναι καὶ τὸν
                        φιλοσοφοῦντα. αἵ τινες Μοῦσαι πρὸς τὸν οὐρανὸν ἀπήρχοντο, ὑμνοῦσαι τὸν Δία,
                        ἤγουν τὸν πρῶτον νοῦν, τὸν παραγωγέα τῶν τῇδε πάντων. καὶ γὰρ ἐδόξαζον οἱ
                        παλαιοὶ νοῦν εἶναι τὸν7) πρῶτον τὸν τὰ τῇδε πάντα παραγαγόντα. οὗτος δὲ8)
                        ἐμβασιλεύει τῷ οὐρανῷ, ἤγουν οἶδε πάντων τῶν στοιχείων τὰς ποιότητας,
                        νικήσας τὸν πατέρα Κρόνον ἐν τῇ δυνάμει. φασὶ γὰρ τὸν Κρόνον πολλὰ
                        τεκνογονήσαντα πάντα καταφαγεῖν, <note type="footnote">1. σωματοποιοῦντες —
                            ἐζωγρά- 5. ἀφορῶσα Vat. διὰ τοῦ ἔχ. φουν Vat. Cas. Vat. Cas. μεταδίδωσί
                            τινι οὐκ ἀν</note>
                        <note type="footnote">2. θάλεια δʼ ἐστίν, Εὐφροσύνη ἄλλως χαρίσαιτο ὁμοίως
                            καὶ codd τε καὶ Ἀγλαΐα τὰ ὀνόματα τού- 6 ὅτι ὥσπερ Par.</note>
                        <note type="footnote">7. ὸν f. Par. των Vat. Cas</note>
                        <note type="footnote">3. αὶ χαριζ. Par 8. δὲ f Par. οἶδε πανταχοῦ
                            Vat.</note>
                        <note type="footnote">4. τὸ f Par. Cas. νικήσας γὰρ Cas</note>
                        <pb n="374"/> μόνον δὲ τὸν Δία τοῦτου ὑπερνικῆσαι, δηλοῦντος τοῦ λόγου, ὅτι
                        ὁ χρόνος, ὅσα ἐνταῦθα παράγει, ταῦτα καὶ ἀφανίζει, μόνης δὲ τῆς ἡμετέρας
                        ψυχῆς καὶ τοῦ νοῦ οὐχ ὑπερισχύει, οὐ γὰρ ἄν ἐκλείψῃ αὕτη ποτέ, μέχρις αὐτὸ
                        τῇδε πᾶν συνεστηκὸς ) περίγειον ἐκλείψῃ. ὃς νοῦς νικήσας τὸν χρόνον πάντα
                        καλῶς ᾠκονόμησε καὶ περὶ πάντων ἐφυσιολόγησεν, ὅτι αἱ ἐννέα Μοῦσαι εἰς ἐννέα
                        λογικὰς ἀνάγονται τέχνας. Κλειὼ μὲν γὰρ ἐφεῦρε ῥητορικήν, Εὐτέρπη αὐλητικήν,
                        Θάλεια κωμῳδίαν, ἐλπομένη τραγῳδίαν, Τερψιχόρη κιθαρῳδίαν, Ἐρατὰ ποίησιν,
                        Πολυμνία γεωμετρίαν, Οὐρανία ἀστρονομίαν, Καλλιόπη τὰ ἔμμετρα ἔπη2 ). τῶν δὲ
                        θ Μουσῶν τὰ ὀνόματα ἀπὸ τῶν τεχνῶν παρητυμολόγηνται. τὸν γὰρ τὴν ῥητορικὴν
                        μετερχόμενον κλείεσθαι, ἤτοι δοξάζεσθαι συμβαίνει, συμβουλεύοντα καὶ )
                        δικανευόμενον καὶ πανηγυρίζοντα, τὸν δὲ τὴν αὐλητικὴν πολλοὺς τέρπειν τοῖς
                        μέλεσι, τὸν τὴν κωμῳδίαν μετερχόμενον θάλλειν ἐν αὐτῇ τῇ τέχνῃ διὰ τὸ ἀεὶ
                        θάλλειν τῆς ποιήσεως, τὸν δὲ τὴν γεωμετρίαν ἀσκοῦντα πολλοὺς ὑμνεῖν καὶ
                        πολλοῖς ὑμνεῖσθαι, καὶ καθεξῆς ἀπὸ τῆς ἐμφαινομένης πείρας ἔχειν τὸ ὄνομα,
                        ὥσπερ καὶ τὴν Καλλιόπην ἀπὸ τοῦ καλλύνειν τὰ ἔπη ἢ ἀπὸ τοῦ κάλλος ἔχειν4)
                        ὀπός. ἐπεὶ γὰρ εἰς τὰ ἔμμετρα ἔπη ἡ Καλλιόπη ἀνάγεται, δεῖ τὸν ταύτῃ
                        προκείμενον, τὴν γλῶτταν εὐπερίστροφον φέρειν. ὁ δὲ Ἡσίοδος διὰ τοῦτο ταύτην
                        μᾶλλον τῶν ἄλλων ἐγκωμιάζει, ἐπειδὴ ποιητής ἐστιν, καὶ5) ἐπειδὴ ἡ Καλλιόπη,
                        πρὸς ποίησιν ἀνάγεται. αὕτη γάρ, φησίν, ἡ Καλλιόπη ἡ διʼ ἐμμέτρων ἐπῶν
                        προσγινομένη γνῶσις, ἐπακολουθεῖ καὶ τῷ βασιλεῖ, ὅν τινα αὗται αἱ6) λογικαὶ
                        τέχναι κοσμήσωσι, καὶ ὅν τινα εἰσίδωσι γεννώκαὶ μενον, ἤγουν7 ) τινι
                        ἐπικλωσθῇ τὸ γενέσθαι σοφόν. ἢ <note type="footnote">1. ἐκλείψῃ f. codd.
                            Εὐτέρπη 5. καὶ f. Cas. πρὸς ποίησιν — αὐλικήν Par. ἡ Καλλιόπη f. Cas.
                            πρὸς τὴν ποιη-</note>
                        <note type="footnote">2. τὴν ποίησιν Par. τῶν δὲ — τικὴν Par. Καλλιόπη διʼ —
                            ἀκοὑμνεῖσθαι f. Par λουθεῖ τῷ Par.</note>
                        <note type="footnote">3. καὶ f. Cas. 6. αἰ f. Vat. Cas. κοσμήσειαν
                            codd.</note>
                        <note type="footnote">4. ὀπός — εὐπερίστροφον φέ- 7. ἤγουν καὶ Par. ἐπικληθῇ
                            Vat. ρειν f. Par. Cas. ἢ ἄλλως Vat. Cas.</note>
                        <pb n="375"/> ἄλλως ἀπὸ τῶν θ τούτων Μουσῶν τοῖς δ1) ἂν εὕροι τις τὰς δ
                        λογικὰς τέχνας τὰς πρώτας ἐμφαινομένας, τῇ Κλειοῖ τὴν ἀριθμητικὴν, (ἡ γὰρ
                        ἀριθμητικὴ τὰ πλεῖστα εἰς ἓν συνενοῖ καὶ συνάγει καὶ συγκλείει,
                        ἐτυμολογουμένη ἀπὸ τοῦ κλείειν), τῇ Εὐτέρπῃ τὴν μουσικὴν ὡς ἀπὸ τοῦ τέρπειν,
                        τῇ Ἐρατοῖ τὴν γεωμετρίαν, ὡς δῆλόν ἐστι καὶ ἀπʼ αὐτοῦ τοῦ ὀνόματος, (ἔρα2)
                        γὰρ καὶ γῆ ταυτὸν δηλοῦσι συνεκφωνούμενα), τῇ Οὐρανίᾳ τὴν ἀστρονομίαν· καὶ
                        τοῦτο δῆλον ἀπὸ τοῦ ὀνόματος.</p></div><div type="textpart" subtype="section" n="94"><p>94. ἐκ γὰρ Μουσάωω καὶ ἑκηβόλου Ἀπόλλωνος. ἐνταῦθα περὶ τῶν ἐν οὐρανῷ
                        διαλέγεται. τοῦ γὰρ Ἀπόλλωνος εἰς τὸν ἥλιον ἀναγομένου, φησίν, ὅτι τοῦ ἡλίου
                        καὶ τῆς τῶν ἀστέρων κινήσεως τοιῶνδε ἐμφαινομένων ἐπʼ ἐκείνου, ἐφʼ οὗ ἂν
                        παρηγοροῖέν3 ) τινες τὰ τοιαῦτα, γίνεται καὶ κιθαριστής. ἐπειδὴ δὲ κυρίως
                        μὲν ἀπὸ τῶν ἐν τῇ γεννήσει ἐπιψηφισθέντων συμβαίνουσι τὰ γινόμενα εἰ μὴ γάρ
                        τινι ἐπικλωσθείη τὸ γενέσθαι τοιῷδε, οὐκ ἄν συμβαίη, τέως δὲ καὶ ἀπὸ τῆς
                        ἐνασκουμένης τινὶ τέχνης), διὰ τοῦτο καὶ τὰς Μούσας ἐπήγαγεν, ὡς4) διὰ μὲν
                        τοῦ ζωδίου τῆς τύχης ἐμφαινομένας, διὰ δὲ τῆς ἀσκήσεως τὴν τοιάνδε τέχνην
                        καὶ τὸ πλήρωμα. πάλιν τοῦ Διὸς εἰς βασιλικὸν ἀστέρα ἐμφαινομένου, τοιόσδε
                        γίνεται οὗτος, ἐφʼ οὗ ἂν τοῦτο παρηγοροῖτο5), ἄρχων τυχὸν ἢ βασιλεύς. οὗτος
                        δʼ ἐστὶ μακάριος, ὃν ἡ φιλοσοφία κατακοσμήσει· εἰ γάρ τίς, φησι, νεωστὶ
                        ἐπισυμβάντος πάθους 6) κατατήκοιτο τὴν καρδίαν, ὑπὸ μουσικοῦ ἢ τοιούτου
                        τινὸς θεραπεύεται, οἷον καὶ τὸ ἐπί τινι τῶν βαρβάρων βασιλέων συμβάν.
                        τεθνηκυίας γὰρ αὐτοῦ τῆς συμβίου, καὶ 7) τὴν καρδίαν κοπτόμενος ἀβίωτον
                        εἶναι τοῦτον8 ) τὸν βίον ἐνόμιζε. προσελθόντος δέ τινος αὐτοῦ μουσικοῦ καὶ
                        τὴν <note type="footnote">1. τὰς δ Cas. λόγων Par. συνά- 5. παρατηροῖτο
                            codd. γει καὶ συνενοῖ Par. 6. ἐπισυμβάντα πάθη Cas. οἷα</note>
                        <note type="footnote">2. ἔρα γὰρ ἡ γῆ. ταυτὸν — Vat. συνεκφωνούμενα f. Par.
                            7. καὶ f. Cas.</note>
                        <note type="footnote">3. ἐκείνου οὐ codd. παρατηροῖεν 8. τούτῳ Vat.
                            προελθόντος Cas. Vat. Cas. τὴν δὴν f. Par. εἰ μόνους codd.</note>
                        <note type="footnote">4. ὡς μὲν διὰ τοῦ ζωδιακοῦ Par. ἐμφαινομένης
                            codd.</note>
                        <pb n="376"/> γυναῖκα τὴν σὴν ἀναστήσειν δύναμαι φήσαντος, ὦ βασιλεῦ, ἐὰν
                        μόνους τρεῖς μοι δυνηθῇς 1) ἀλύπους ἀνθραώπους εὑρεῖν, μὴ δυνηθέντος τοῦ
                        βασιλέως τούτους εὑρεῖν, ἐνταῦθα ὁ μουσικὸς εἶπεν· ὦ βασιλεῦ, τρεῖς μόνους
                        ἀλύπους μὴ δυνάμενος ἐξευρεῖν αὐτὸς ἄχθῃ καὶ τὴν καρδίαν σπαράττῃ,
                        ὁμοιοπαθὴς τυγχάνων καὶ αὐτὸς τοῖς πολλοῖς; ὁ δὲ βασιλεὺς τοῦτο ἐνωτισθεὶς
                        εὐθὺς τῆς λύπης ἐπαύσατο.</p></div><div type="textpart" subtype="section" n="116"><p>116. ἤτοι μὲν πρώτιστα χάος ἐγένετο. χάος ἐνταῦθα ἠλληγόρησάν τινες τὸ ὕδωρ
                        παρὰ τὸ κεχύσθαι. πρῶτον μὲν οὖν, φησί, προϋπέστη τὸ ὕδωρ ἡ γῆ τε, τί
                        ἀσφαλὲς κατοικητήριον τῶν ἀθανάτων, ἀθανάτων 2) νοουμένων ἐνταῦθα ἀέρος,
                        ὕδατος, πυρός. καὶ γὰρ κἄν τοῖς κοιλώμασι τῆς γῆς ἔστιν εὑρεῖν ἀέρα3) καὶ
                        πῦρ καὶ ὕδωρ. καὶ τὰ ἀγγεῖα δὲ κἂν ὑγρότητος μὴ ἐμπέπλησται, ἀέρος
                        μεταλαμβάνουσι. κατοικητήριον γοῦν ἐστιν αὕτη τῶν τοιούτων στοιχείων, ἅπερ
                        ἀθάνατα εἶπε διὰ τὸ ἀεὶ εἶναι. ποίων δὲ ἀθανάτων κατοικητήριον; οἵπερ περὶ
                        τὸν ἀέρα εἰσί. προϋπέστη δὲ καὶ4 ) Τάρταρος, ἤγουν ὁ ἀὴρ παρὰ τὸ τεταράχθαι.
                        φύσει γὰρ ὄντος ἀφεγγοῦς καὶ σκοτεινοῦ τοῦ ἀέρος5 ), ὁ ἥλιος φωτίζει τοῦτο
                        τὸ ἀχλυῶδες καὶ σκοτεινόν. καὶ ὥσπερ ἡλίου μὴ φαίνοντος ἐπίκειται ὁμίχλη,
                        ἅμα δὲ τῷ φάνσαι τοῦτον διασκεδάζει, οὕτω καὶ ὁ ἀὴρ φύσει ὢν ζοφερὸς ὑπὸ τοῦ
                        ἡλίου φωτίζεται. ἐπεὶ δὲ ὁ μὲν κατὰ μέσον οὐρανοῦ καὶ γῆς ἀὴρ κἄν ζοφώδης
                        ἐστίν, (ἀποβάλλει τὸν γνόφον, αὐτοῦ φαίνοντος τοῦ ἡλίου,) ὁ δὲ ὑποκάτω τῆς
                        γῆς ἀεὶ ζοφώδης ἐστί, διὰ τοῦτο ἐπήγαγε τὸ μυχῷ χθονὸς εὐρυοδείης, καὶ γὰρ
                        τὸν ὑποκάτω τῆς γῆς ἀέρα συμβαίνει ἀλαμπῆ τινα εἶναι. προϋπέστη δὲ καὶ ὁ
                        ἔρως, τουτέστιν ἡ ἁρμονία καὶ κοινωνία τῶν στοιχείων πρὸς ἄλληλα. τοῦ γὰρ
                        ἀέρος θερμοῦ καὶ ὑγροῦ ὄντος, <note type="footnote">1. δυνηθεὶς Cas.
                            ἐνταῦθα— ἐξευ- 4. θάνατος ἢ Τάρταρος Vat. ρεῖν f. Par. μὴ δυν. ἀλ.
                            εὑρεῖν Vat. Cas.</note>
                        <note type="footnote">2. ἀθανάτων f. Par. 5. ὁ ἥλιος — οὕτω καὶ ὁ ἀὴρ</note>
                        <note type="footnote">3. καὶ — καὶ f. Par. δὲ κἂν f. Cas. τούτου φωτίζει τ.
                            α. Par. codd ὑγρότητας Vat. ὑγρότητα ἀχλυῶδες φωτίζεται Cas. διασκε-
                            Par. Cas. αὕτη f Par. δάζεται Cas. ὁ μὲν μέσον codd</note>
                        <pb n="377"/> τὸ ὕδωρ συμβαίνει μετέχειν1) τῆς τοῦ ἀέρος ὑγρότητος πρὸς τῷ2)
                        καὶ ψυχρὸν εἶναι. πάλιν τοῦ ὕδατος ὄντος ψυχροῦ, συμβαίνει τὴν γῆν ψυχρὰν
                        εἶναι πρὸς τῷ3) καὶ ξηρὰν τυγχάνειν. ὡσαύτως καὶ τὸ πῦρ πρὸς τῷ4) εἶναι
                        θερμὸν καὶ ξηρόν ἐστι, καὶ οὕτως ἀλλήλοις εἰσὶ συνηνωμένα καὶ τῆς ἀλλήλων
                        ποιότητος συμμετέχοντα. καὶ τοῦτό ἐστιν, διʼ ὅπερ καὶ Ὅμηρος παρεισάγει τὸν
                        Δία λέγοντα ὀργιζόμενον τοῖς θεοῖς τὸ ,,σειρὴν χρυσείην ἐξ οὐρανόθεν
                        κρεμάσαντες“. ἐὰν γὰρ ἡ τάξις καὶ ἡ κοινωνία τῶν στοιχείων ἡ πρὸς ἄλληλα
                        διαλυθῇ, ἥδη καὶ τὸ πᾶν καταλέλυται. τινὲς δέ φασιν Ἔρον νοεῖσθαι καὶ τὸν
                        αἰθέρα. ἐπεὶ γὰρ ὁ ἔρως οὐ μόνον θερμότητός ἐστιν αἴτιος5), ὥσπερ καὶ ὁ
                        αἰθήρ, ἀλλὰ καὶ λύων τὰ μέλη, εἰκότως ἄν κἀπὶ τοῦ αἰθέρος λαμβάνοιτο, ὅς
                        ἔρως, ἤγουν ἡ6 ) κοινωνία τῶν στοιχείων ἡ πρὸς ἄλληλα ἢ ὁ αἰθήρ, δαμάζει τὴν
                        φρόνησιν πάντων τῶν ἀνθρώπων διὰ τὸ μὴ ὑπό τινος δύνασθαι νοεῖσθαι.</p></div><div type="textpart" subtype="section" n="126"><p>126. γαῖα δέ τοι ἡ γῆ δὲ7) πρῶτον μὲν ἐγέννησε τὸν οὐρανόν. φησὶ γὰρ τὴν γῆν
                        κέντρου λόγον ἐπέχειν πρὸς τὸν οὐρανόν. τὸ δὲ ἶσον ἑαυτῇ, ἤγουν πάντοθεν
                        ὁμοίως ἀπέχοντα καὶ διεστηκότα ταύτης8 ) (πάντοθεν γὰρ ἶσος ἀφέστηκε τῆς
                        γῆς), ἵνα ταύτην παρακαλύπτῃ πανταχοῦ, ἕως9) ἐστήρικται καὶ τὰ στοιχεῖα ἐν
                        αὐτῇ. ἐγέννησε δὲ καὶ τὰ ὅρη· ὅσον γὰρ γλίσχρον τῆς γῆς, ἀναπηδῆσαν καὶ
                        ἐξοστρακισθὲν ἐξ αὐτῆς, ὅρη ἐγένετο, ὅσον λεπτὸν ταύτης, ἐκμυζηθὲν τὴν
                        θάλασσαν ἀπετέλεσε. ποῖα δὲ ὄρη ἐγέννησε; τὰ κατοικητήρια τῶν νυμφῶν, ἤτοι
                        τῶν πηγῶν, αἵ τινες κατοικοῦσι ἀνὰ τὰ ὄρη τὰ βησσήεντα, ἤγουν τὰ ἀφʼ ἑνὸς
                        μέρους βάσιμον 0) τὴν πορείαν ἔχοντα, ὥσπερ <note type="footnote">1. μὲν
                            ἔχειν Cas. 7. δὲ f. Cas.</note>
                        <note type="footnote">2. πρὸς τὸ Cas. 8. ταύτῃ Par. ἴσως — τῇ γῇ</note>
                        <note type="footnote">3. πρὸς τῷ τε Vat. — περικαλύπτῃ Par.</note>
                        <note type="footnote">4. πρὸς τὸ Par. τοῦτό ἐστιν 9. ἕως ὅτου — ἐν αὐτῷ — ἐξ
                            ὅπερ codd. αὐτοῦ — ὄρη ἐγένοντο Par. ἕως</note>
                        <note type="footnote">5. αἴτιος f. Par. ὅτε Vat. Cas. ἐν ἑαυτῇ Vat.
                            Cas.</note>
                        <note type="footnote">6. καὶ Cas. ἢ αἰθὴρ Par. πάντων ἀνθρώπων Vat. Cas.
                            δύναται Par. 10. βάσιμον f. Par.</note>
                        <pb n="378"/> καὶ τὸ ἀτραπός. ἀτραπὸς γὰρ λέγεται ἡ λεία ὁδός1 ), ἧς
                        ἐκτραπῆναι οὐκ ἔστιν. ἐγέννησε δὲ καὶ τὸν πόντον, (ὅσον γὰρ λεπτότατον τῆς
                        γῆς, ἐκμυζηθὲν οἱονεί, τοῦτον ἀπετέλεσε), μήτινι συνελθοῦσα, ἔπειτα δὲ
                        συνελθοῦσα τῷ οὐρανῷ ἐγέννησε τὸν Ὠκεανόν, ἤγουν τὸν2 ) ποταμὸν παρὰ τὸ
                        ὠκέως νάειν. καὶ γὰρ ἄνωθεν κατερχομένου τοῦ ἀτμοῦ, τοῦ ἐκ τῆς γῆς
                        ἀναχθέντος, συμβαίνει τὰ κατερχόμενα3 ) εἰς λίμνας ὑδάτων συνεστάναι.</p></div><div type="textpart" subtype="section" n="134"><p>134. Κοῖόν τε Κρεῖόν τε. διὰ τῶν τοιούτων4) ὀνομάτων συμβαίνει νοεῖσθαι τῶν
                        ὑομένων ὑδάτων τὴν ἐτυμολογίαν. διὰ μὲν γὰρ τοῦ Κοίου5) τὸ ποιὸν νοεῖται τοῦ
                        ὀμβρίμου ὕδατος, διὰ δὲ τοῦ Κρειοῦ τὸ ἀκράτητον τοῦ ὕδατος τῆς γῆς, διὰ δὲ
                        τοῦ Υπερίονος τὸ ἀπὸ τοῦ ὑπὲρ6) ἡμᾶς κατέρχεσθαι τόπου, διὰ δὲ τοῦ Ἰαπετοῦ
                        τὸ ἴεσθαι καὶ πέτεσθαι, διὰ δὲ τῆς θείας τὴν θεῦσιν καὶ τὴν ταχύτητα τῶν
                        ὑδάτων, διὰ τῆς Φοίβης τὸ καθαρώτατον τούτων καὶ εὐειδές, διὰ δὲ τῆς Θέμιδος
                        τὴν θέσιν τοῦ ὕδατος καὶ διευθέτησιν, μέχρις ἄν συνίσταται τὰ τῇδε πάντα καὶ
                        τὰ ὕδατα κατερχόμενα ἄνωθεν ῥέουσι7 ), διὰ δὲ τῆς Ῥέας τὴν ῥεῦσιν, διὰ τῆς
                        Μνημοσύνης τὸ μόνιμον τούτων, Μνημοσύνης τινὸς οὔσης, διὰ τῆς Τηθύος τὸ
                        αὐξητικόν τε τούτου καὶ θρεπτικόν. μετὰ8) τοῦτο δὲ ἐγένετο ὁ Κρόνος,
                        δηλονότι ὁ χρόνος, συνεπινοουμένου τῷ χρόνῳ καὶ τοῦ ἡλιακοῦ περιδρόμου. ἄλλο
                        τι γὰρ οὐκ ἔστιν ὁ χρόνος, εἰ μὴ ἡ διὰ τῶν δώδεκα ζωδίων διόδευσις τοῦ
                        ἡλίου. μετὰ ταῦτα γὰρ συνέστη ) ὁ ἥλιος ὁ ἀγκυλομήτης, περὶ ὃν δηλαδὴ πολλά
                        εἰσι τὰ ἀγκύλα καὶ ἀνώμαλα.</p></div><div type="textpart" subtype="section" n="138"><p>138. δεινότατος παίδων. μόνος γὰρ οὗτος οὐχ ὑποπίπτει τῷ χρόνῳ, τῶν ἄλλων
                        φθειρομένων καὶ εἰς τὰ <note type="footnote">1. ἡ ὁδὸς ἡ λεία Vat. Cas ἦς 6.
                            ὑπὲρ f. Par. διὰ τοῦ — διὰ — οὐκ ἔστιν f. Par. τῆς Vat. Cas.</note>
                        <note type="footnote">7. διὰ δὲ τῆς Ῥέας τὴν ῥεῦσιν</note>
                        <note type="footnote">2. τοὺς ποταμοὺς Par F. f. codd. τούτου Par.</note>
                        <note type="footnote">3. ὸ κατερχόμενον Par. 8. μετὰ τούτων ἐγένετο Par.
                            ἄλλα γάρ τι at. κάρ ἐστιν Par.</note>
                        <note type="footnote">4. τούτων τῶν Par.</note>
                        <note type="footnote">5. διὰ τὸ Κοῖον Par. 9. σύνεστι Par</note>
                        <pb n="379"/> ἀφʼ ὧν συνέστηκε1), διαλυομένων, καὶ τούτῳ ὑποπιπτόντων.
                        ἐμίσησε δὲ ὁ ἥλιος καὶ τὸν ἑαυτοῦ πατέρα χρόνον. πάλιν δὲ ἐγέννησε τοὺς
                        Κύκλωπας, δηλονότι τὰς βροντάς, τὰς ἀστραπὰς καὶ τοὺς κεραυνούς, οἵ τινες
                        καὶ τῇ θείᾳ προνοίᾳ2 ) ταῦτα παρέχουσιν, οἳ Κύκλωπες, ἤγουν αἱ3 ) βρονταί,
                        αἱ ἀστραπαί, καὶ οἱ κεραυνοὶ τὰ μὲν ἄλλα ὅμοιοι τοῖς θεοῖς, ἤγουν τοῖς
                        ἄλλοις στοιχείοις ὑπῆρχον, κατὰ τοῦτο δὲ μόνον διέφερον, ἐπειδὴ κατὰ μέσον
                        τοῦ μετώπου εἶχον τὸν ὀφθαλμόν, ἐπειδὴ κατὰ τὸ μέσον τοῦ οὐρανοῦ καὶ τῆς
                        γῆς, ἤγουν4) τοῦ ἀέρος εἶχον τὴν ἐπιφάνειαν. ἄλλοι δὲ τοῦ. οὐρανοῦ καὶ τῆς
                        γῆς ἐγένοντο τρεῖς μεγάλοι παῖδες, λέγω5 ) δὲ τοὺς ἀνέμους Ζέφυρον, Βορρᾶν
                        καὶ Νότον. ἐτυμολογεῖ δὲ διὰ τῶν ὀνομάτων τὰς τῶν ἀνέμων δυνάμεις, διὰ μὲν
                        τοῦ Κόττου6 ) τὸ ὀργίλον τούτου καὶ δριμύ τε καὶ ἀπειλητικόν, διὰ δὲ7) τοῦ
                        Βριάρεω τὸ ἰσχυρὸν καὶ σφοδρόν, διὰ δὲ τοῦ Γύγου τὸ ἀπὸ τῆς γῆς γεννᾶσθαι,
                        γύων τῶν πλέθρων τῆς γῆς νοουμένων. τούτων τῶν ἀνέμων8) ἑκατὸν ἦσαν χεῖρες.
                        διὰ τούτου δείκνυσι τὸ ἰσχυρὸν καὶ πρὸς πάντα σύντομον τῶν ἀνέμων. τὸ δὲ ν
                        κεφαλὰς πρὸς τὸ ρ χεῖρας νοεῖται. ἐπειδὴ γὰρ ρ ἦσαν χεῖρες, ἀνάγκη καὶ
                        πεντήκοντα εἶναι κεφαλάς.</p></div><div type="textpart" subtype="section" n="154"><p>154. ὅσοι γὰρ γαίης τε. ὅσα γάρ φησιν ἀνεβλάστανον9) ἀπὸ τῆς γῆς, τῷ ἑαυτῶν
                        πατρὶ μισητῶς διετίθεντο. πατέρα δὲ τὸν οὐρανὸν τὰ ἀπὸ τῆς γῆς βλαστάνοντα
                        κέκτηνται.</p></div><div type="textpart" subtype="section" n="155"><p>155. δεινότατον τῶν παίδων. τοῦτο εἶπεν, ἐπειδὴ μετὰ τὸ τὰ τῇδε πάντα
                        πραχθῆναι ἄχρι καὶ τὰ νῦν σπειρόμενα σπέρματα ἀναδίδονται καὶ ἐξέρχονται τῶν
                        λαγόνων <note type="footnote">1. συνεστήκεσαν Cas. πατέρα f. 6. Κόττος Vat.
                            Cas. ἀπειρητι- Par. καὶ τούτων codd. κὸν Par. δὲ — Βριάρεω τὸ f.
                            Par</note>
                        <note type="footnote">2. τῇ προνοία τῇ θείᾳ Cas. τῇ Γύγης Vat. Cas. τὸ
                            ἄτοπον Par. γαίᾳ προνοίᾳ Vat.</note>
                        <note type="footnote">8. ἤγουν τῶν Vat. χεῖρες f. Cas.</note>
                        <note type="footnote">3. αἱ — αἱ — καὶ αἱ f, Vat. πάντας Vat. Cas. πρὸς τὰς
                            ρ Vat Cas. ἐπειδὴ μέσον codd. Cas.</note>
                        <note type="footnote">9. ἀνεβλάστησαν Cas. ἄχρι μαὶ</note>
                        <note type="footnote">4. ἢ τοῦ Par. τοῦ νῦν σπειρόμενα τὰ καὶ ὅσα</note>
                        <note type="footnote">5. λέγει Vat. Cas. βορέαν Par. ἐξ codd.</note>
                        <pb n="380"/> τῆς γῆς, ἤγουν οἱ ἀμετάτροποι1) (ὧν τὴν φύσιν οὐδεὶς
                        μετατρέψαι ἰσχύει), μισητῶς διέκειντο τῷ πατρὶ τῷ ἑαυτῶν ἐξ ἀρχῆς, ἤγουν πρὸ
                        τῆς τοῦ ἡλίου παραγωγῆς, πρὸ τῆς τῶν τῇδε2) πάντων διακοσμήσεως, διὰ τὸ ἅμα
                        τῇ τῶν φυομένων βλαστήσει πάλιν αὐτὸ ἀποκρύπτεσθαι. τῶν ἀτμίδων δὲ τῶν τῆς
                        θαλάσσης εἰς τὸν οὐρανὸν ἀναγομένων καὶ πάλιν ἀτάκτως3 ) κατὰ τῆς γῆς
                        φερομένων διὰ τὸ μήπω τὸν ἥλιον παραχθῆναι, πᾶν τὸ φυόμενον ἀπὸ τῆς γῆς
                        διεφθείρετο.</p></div><div type="textpart" subtype="section" n="159"><p>159. ἡ δʼ ἐντὸς στοναχίζετο. ἡ δὲ γῆ, φησί, ποτὲ μὲν πολλὰ ἀναφιεῖσα4), ποτὲ
                        δὲ ὑδατώδη πλημμύραν ἐν ἑαυτῇ δεχομένη, ἐστοναχίζετο καὶ ἐστενοχωρεῖτο.
                        ἐμηχανήσατο δὲ δολίαν, ἤγουν συνετὴν τέχνην. κατασκευάσασα γὰρ ἀπὸ
                        ἀδάμαντος, ἤτοι σιδήρου, δρεπάνην εἶπε τοῖς φίλοις πᾶσι παισίʼ τιμωρησώμεθα
                        τὸν ὑμῶν πατέρα. πάντων δὲ πρὸς τοὖργον δειλανδρησάντων ), ὁ Κρόνος μόνος
                        ἐθάρρησε τοῦτο ποιῆσαι. καλῶς δὲ τοῦτο εἶπε. πάντα γὰρ τὰ ἐκ τῆς γῆς
                        προερχόμενα μητέρα κέκτηνται ταύτην. τινῶν δὲ τούτων μὴ δυνηθέντων στῆσαι
                        τὴν τῶν ὑδάτων ἄτακτον6) φορὰν μηδὲ καλῶς μετέρχεσθαι τὰ τῆς γῆς. μόνος ὁ
                        Κρόνος δηλονότι ὁ ἀρχαιότατος τῶν ἀνθρώπων τοῦτο ἐδυνήθη7), θαρρήσαντες δὲ
                        μετήεσαν μὲν τὰ τῆς γῆς, τοῦ δὲ οὐρανοῦ οὐδὲ ὀλίγον ἐφρόντιζον.</p></div><div type="textpart" subtype="section" n="171"><p>171. ἐπεὶ πατρός γε δυσω νύμου. καλῶς καὶ τοῦτο προσέθηκε. καὶ γὰρ ὁ ἄνθρωπος
                        οὐδένα λόγον κέκτηται τοῦ οὐρανοῦ. οὔτε γὰρ γεννώμενος ) ἐξ αὐτοῦ τὴν
                        ὑπόστασιν ἔχει, οὔτ’ ἂν ἀναλυόμενος εἰς αὐτὸν ἀναλύεται. διὰ τοῦτο εἶπεν,
                        ὅτι οὐ φροντίζω τοῦ οὐρανοῦ.</p></div><div type="textpart" subtype="section" n="173"><p>173. γήθησεν δὲ. ἐπὶ πάσης διαχύσεως εἰώθασιν οἱ ποιηταὶ τοῦτο τιθέναι, ὡς
                        καὶ Ὅνγρος· πᾶσα δὲ γήθησε πέρι χθών.</p><note type="footnote">1. ἀμετάτρεπτοι Par. μισητῶς λοις πᾶσι παισὶ f. Cas. δὲ
                        codd. τῷ ἑαυτῶν f. Par. 5. δειλησάντων Cas.</note><note type="footnote">2. τῶνδε Par. 6. ἄστατον Par.</note><note type="footnote">3. ἀτάκτως f. Par. 7. τοῦτο ἐδυνήθη — δὲ F. f.</note><note type="footnote">4. ναφύουσα Par. ἑαυτῆς Vat. codd. ἐν ἑαυτῇ Par.
                        ἐστοναχίζετο — φί- 8. γενόμενος Par. τὴν f. Cas.</note><pb n="381"/></div><div type="textpart" subtype="section" n="174"><p>174. εἷσε δέ μιν κρύψασα λόχῳ. ὥσπερ οἱ λοχῶντες καθήμενοι ἐνεδρεύουσι καὶ
                        κρύπτονται, οὕτως οἱ θερίζοντες οἱονεί τινι λόχῳ προσκαθήμενοι, τὰς στάχυας
                        1) ἐκθερίζουσιν. ἐδίδαξεν οὖν, φησί, τοὺς ἀνθρώπους ἡ γῆ, πῶς δεῖ ταῦτα
                        μετέρχεσθαι. δέδωκε δὲ αὐτοῖς καὶ δρέπανον) κεχαραγμένους ὀδόντας ἔχον καὶ
                        ὑπέθετο τούτοις πάντα τὰ τεχνάσματα. τὸ δὲ λοιπὸν μυθικόν ἐστι.</p></div><div type="textpart" subtype="section" n="178"><p>178. ὁ δʼ ἐκ λοχεοῖο. καὶ γὰρ οἱ θερίζοντες τῇ λαιᾷ τῶν ἀσταχύων
                        ἐπιλαμβανόμενοι τῇ δεξιᾷ ἀποδρεπανίζουσιν. ἀπέκοψε δὲ τὰ αἰδοῖα τοῦ οὐρανοῦ,
                        ἤγουν τὴν ἄτακτον ἐκείνην τῶν ὑδάτων φοράν.</p></div><div type="textpart" subtype="section" n="181"><p>181. πάλιν δʼ ἔρριψε φέρεσθαι. καὶ γὰρ οἱ γεωργοὶ ἀπὸ τῶν πρώην3 )
                        γεωργηθέντων ἐπιρριπτοῦντες ἐπὶ τὴν γῆν πάλιν εἰσκομίζονται τοὺς καρπούς·
                        διὰ τοῦτο εἶπεν, ὅτι4) οὐκ ἔφυγον μάτην ἀπὸ τῆς χειρὸς αὐτοῦ. ὅσαι γὰρ
                        κόκκων. καταβολαὶ καταβληθεῖσαι ἐπὶ τὴν γῆν αἱματόεσσαι, ἤγουν αἴτιαι τῆς
                        συστάσεως τοῦ ἡμετέρου αἵματος, πάσας δέχεται ἡ γῆ. τοῦ χρόνου δὲ
                        περιερχομένου ἐγέννησε τὰς Ἐρινῦς, ἤγουν τὰ σπέρματα παρὰ τὸ ἐν τῇ ἔρᾳ καὶ
                        ἐν5) τῇ γῇ ναίειν. ἐγέννησε δὲ καὶ τοὺς Γίγαντας, δηλονότι τὰ δένδρα, ἅπερ
                        ὑψηλὰ μὲν ὡς Γίγαντές εἰσι, τοὺς κλῶνάς τε κέκτηνται ἀντὶ δοράτων6 ), καὶ
                        ἀντʼ ἀσπίδων τὰ στελέχη. ἢ Γίγαντας τὸν σῖτον, ὃς τὰς ἀνθερίκας ἀντὶ δοράτων
                        προβάλλεται ), τὸ δὲ ἄχυρον ἀντʼ ἀσπίδος. ἐγέννησε δὲ καὶ τὰς Νύμφας τὰς ἐκ
                        τῆς γῆς ἀναφυομένας βοτάνας. ἐτυμολογεῖται δὲ παρὰ τὸ νέας φαίνεσθαι, ἃς
                        νύμφας μελιηδέας, ἤγουν ἐνηδόνους οἱ ἄνθρωποι κατὰ γῆν ὀνομάζουσι.</p></div><div type="textpart" subtype="section" n="188"><p>188. μήδεα δʼ ὡς τὸ πρῶτον. οὐκ ἄλλως ἄν νοηθείη τοῦτο8) ἢ οὕτως, ὥσπερ ἐξ
                        ἀρχῆς εἰσεκομίσθη ὁ σῖτος καὶ εἰς πλοῖα εἰσεβλήθη, οὕτως ἐφέρετο ἀνὰ τὸ
                            <note type="footnote">1. οὺς καρποὺς — θερίζουσι 6. καὶ f. Par. ἀσπίδων
                            κέκτην- Par. τὰ ταῦτα Vat. Cas. ται codd.</note>
                        <note type="footnote">2. ar. δρέπανον τὸ Vat. Cas. ἔχοντα 7. περιβάλλεται —
                            καὶ δὲ ἄγρον</note>
                        <note type="footnote">3. πρωὶ Cas</note>
                        <note type="footnote">4. ὅτι f. Par. μαιείαν Vat 8 τοῦτο f. Cas. ἐκομίσθη
                            —</note>
                        <note type="footnote">5. ἐν f. Cas ἐνεβλήθη Par.</note>
                        <pb n="382"/> πέλαγος πολὺν χρόνον. οἱ γὰρ ἔμποροι οὐκ ἄλλως τὸν σῖτον εἰς
                        πλοῖα ἐνιᾶσιν, ἀλλʼ ὡς ἐπʼ ἄλλην χώραν μετακομίσαιντο. διὸ καὶ1) τὸ πολὺν
                        χρόνον προσέθηκεν. εἰ μὲν γὰρ ἐπὶ τοῦ μύθου ἐτίθει, τὸ ἀεὶ προσέθηκεν ἄν.
                        ἐπὶ δὲ τῆς ἀλληγορίας οὐκέτι ἀλλὰ πολὺν χρόνον, τουτέστι τοσοῦτον χρόνον
                        φέρεται ἀνὰ τὸ πέλαγος, ὅσον μετακομισθῆναι δεήσει πρὸς ἄλλας χώρας.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>