<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg3156.tlg001.1st1K-grc1:811</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg3156.tlg001.1st1K-grc1:811</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg3156.tlg001.1st1K-grc1"><div type="textpart" subtype="section" n="811"><p>811. ἔνθα δὲ μαρμάρεαί τε. ὅπου, φησίν, αἱ ῥίζαι εἰσὶ καὶ ὁ χάλκεος οὖδος.
                        ἀρηρώς, αὐτοφυής, ἵνα δηλώσῃ, ὅτι, κἂν καὶ μαρμαρέας πύλας φησί, τὴν γῆν
                        αὐτὴν λέγει, αὐτοφυῆ δὲ τὸ ἀπὸ τῆς αὐτῆς γῆς. — πρόσθεν δὲ θεῶν. ἢ ὅτι καὶ
                        ἐν τῷ ὑπὸ γῆν ἡμισφαιρίῳ ἀστέρες εἰσίν, ἢ ὅτι τὸν Κόττον καὶ τὸν Γύγην
                        ὑπηρέτας τοῦ Διός φησιν, ἤτοι τὸ ἰσχυρὸν2 ) δηλοῦντος τοῦ ὕδατος καὶ τὸ ὑπὸ
                        γῆν εἶναι. καὶ ἀπʼ αὐτῆς τὰς ἀρχὰς εἶναι τῶν ὑδάτων δία γὰρ τὸ ὕδωρ οἱ
                        Δωριεῖς φασιν 3), τὸ ζ εἰς δ τρέποντες, ὡς Ζεὺς καὶ Διὸς ἀπὸ τοῦ δεύειν. τὸν
                        δὲ Βριάρεων γαμβρὸν ἐποίησεν ὁ Ποσειδῶν, τὴν Κυμοπόλειαν γυναῖκα δούς. ὅταν
                        γὰρ ταράσσηται τὸ ὕδωρ καὶ προσαράσσωνται τῇ γῇ τὰ κύματα, τότε τὸ ὕδωρ τὴν
                        οἰκείαν δύναμιν εἴωθεν ἐπιδείκνυσθαι.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>