<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg3156.tlg001.1st1K-grc1:570-881</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg3156.tlg001.1st1K-grc1:570-881</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg3156.tlg001.1st1K-grc1"><div type="textpart" subtype="section" n="570"><p>570. αὐτίκα δʼ ἀντὶ πυρός. αὐτίκα δέ, φησίν, ὁ Ἥφαιστος ἐποίησε γυναῖκα,
                        ἤγουν τὴν ἔντεχνον ζωήν, τὴν κατὰ τέχνην ἐγγινομένην τινί, ἣν ἔντεχνον ζωὴν
                        τὸ πῦρ κατασκευάζει. γυναῖκα δὲ εἶπε διὰ τὸ ἀσθενεῖς κατὰ ψυχὴν καὶ ἀλόγους
                        τοὺς ἀνθρώπους ποιεῖν. ἐκόσμησε δὲ ταύτην ἡ Ἀθηνᾶ, ἤτοι ἡ φρόνησις. τὰ δὲ
                        λοιπὰ τοῦ μύθου καὶ τὰ ἑξῆς περὶ γυναικῶν καὶ ἄλλως5 ) ἂν νοηθεῖεν. ἀπέκρυψε
                        δέ, φησίν, ὁ Ζεύς, ἤτοι ὁ ἥλιος, τὴν τοῖ πυρὸς χρῆσιν, ἤγουν ἐποίησε τοὺς
                        ἀνθρώπους μὴ γινώσκειν, ὅτι ἐξ αὐτοῦ πορίζεται τὸ πῦρ, ἕως οὗ ὁ Προμηθεὺς
                        μετὰ δόλου τοῦτο ἔκλεψεν.</p></div><div type="textpart" subtype="section" n="617"><p>617. Βριάρεῳ δʼ ὡς πρῶτα. τινὲς μὲν ἐπειράθησαν τοὺς τρεῖς εἰς ἓν6)
                        συναγαγεῖν καὶ λαβεῖν ἐπὶ τοῦ ὕδατος τοῦ ὑπὸ γῆς7 ), ὅτι ὁ Ζεύς, ἤτοι ὁ
                        πρῶτος νοῦς, τὸν <note type="footnote">1. οῖς θεοῖς f. Par. μετὰ τὸ 5 ἄλλως
                            δʼ ἂν Cas. ἀπέκρυπτε ταῦτα Cas. φησιν — ἐποίει Cas.</note>
                        <note type="footnote">2. τούτῳ f. Cas. 6. ἀγαγεῖν Cas.</note>
                        <note type="footnote">3. εἶχεν f. Par. θρεπτήριον Cas. 7. Nach γῆς: καί
                            φησιν ὅτι ὁ ἐπαγωγὸν καὶ — σὺν αὐτῷ τοι- Cas. καί φησιν ὁ Par. ληπτέον
                            ούτῳ ἐπειδὰν codd. μὲν Cas</note>
                        <note type="footnote">4. οἶδεν Par</note>
                        <pb n="406"/> Χόττον, τὸν Βριάρεων καὶ τὸν Γύγην, ἤτοι τὰ ὑπὸ γῆς ὕδατα
                        συνέκλεισεν ὑπὸ γῆν καὶ οἱονεί τινι δεσμῷ περιἐδησε, Βριάρεων μὲν διὰ τὸ
                        ἰσχυρὸν καὶ Κόττον ὡσαύτως, Γύγην δὲ διὰ τὸ ὑπὸ γῆς εἶναι. ληπτέον δὲ τὸν
                        μὲν ἔριάρεων ἐπὶ τοῦ ὕδατος (βριαρὸν γὰρ καὶ ἰσχυρὸν τὸ ὕδωρ), Κόττον δὲ καὶ
                        Γύγην ἐπὶ τῶν πνευμάτων διὰ τὸ σφοδρὸν τούτων καὶ διὰ τὸ ἐκ τῆς γῆς
                        ἀνάγεσθαι.</p></div><div type="textpart" subtype="section" n="621"><p>621. ἔνθʼ οἵγ’ ἄλγεʼ ἔχοντες. ἐδόξαζον οἱ παλαιοὶ ὑπὸ τὸν Τάρταρον εἶναι τοὺς
                        λεγομένους ἀντίποδας, τοὺς1) ἶσον ἡμῖν βαίνοντας· ὃν τρόπον γάρ, ἔλεγον,
                        ἐνταῦθα διάγουσιν ἄνθρωποι, οὕτω καὶ ὑπὸ γῆν εἶναι. ἄλγεα δὲ ἔχοντας εἶπε
                        διὰ τὸ μήτε τοιούτου ἀέρος μήτε ἡλίου ἀπολαύειν, οἵου περ ἡμεῖς.</p></div><div type="textpart" subtype="section" n="624"><p>624. ἀλλά σφεας Κρονίδης. ἐνταῦθα2) δηλοῖ την διὰ τῶν ἑπτὰ πλανήτων
                        συνερχομένην σύγχυσιν τοῦ παντός. ποτὲ μὲν γὰρ διʼ ὕδατος ἐγένετο, οἷον τὸ
                        ἐπὶ τοῦ κατακλυσμοῦ, (ὅπερ μέγαν χειμῶνα οἱ παλαιοὶ ἔφασκον), ποτὲ δὲ διὰ
                        πυρός, οἷον τὸ ἐν τοῖς Σοδόμοις γεγονός, (ὅπερ μέγα θέρος ἔλεγον). ἐνταῦθα
                        γοῦν τοῦτο δηλοῖ, ὅτι ὅτε ἔμελλε τὸ τοιοῦτον γίνεσθαι, ἤγουν ἡ διʼ ὕδατος
                        σύγχυσις τοῦ παντός, τότε τὰ ὕδατα ἐκ τῆς γῆς ἀνήχθησαν, οἷον θελησάσης καὶ
                        ὑπακουσάσης3 ) τῆς γῆς.</p></div><div type="textpart" subtype="section" n="629"><p>629. δηρὸν γὰρ μάρναντο. ἐπὶ πολύν, φησί, χρόνον ἡ τοιαύτη ἀταξία4) ἐγίνετο.
                        οἱ μὲν γὰρ Τιτᾶνες συνἐπιπτον ἀπὸ τοῦ Ὀρύος τῆς ὑψηλῆς, ἤγουν5) ἢ τῆς γῆς,
                        ἣν ἀθροῦμεν, ἢ τοῦ ἀέρος, διʼ οὗ ἀθροῦμεν, οἱ δὲ θεοί, ἤγουν τὰ οὐράνια
                        σώματα, ἀπὸ τοῦ Ὀλύμπου.</p></div><div type="textpart" subtype="section" n="639"><p>639. ἀλλʼ ὅτε δή. τοῦτο πρὸς μὲν τὴν ἔννοιαν οὐ συνᾴδει, πρὸς δὲ ἀστεῖσμὸν
                        εἰς τὸ μέσον ἐτέθη, ἵνα δηλώσῃ, ὅτι ὑδροποτοῦσι καὶ οἱ ἀστέρες. ἀλλʼ ὅτε,
                        φησί, τοῖς ἄστρασι πρὸς συνοχὴν ἐδωρήσατο τὸ ὕδωρ, τότε ὁ Ζεύς, ἤτοι ὁ ἥλιος
                        (ἀπὸ τοῦ ζέειν ἢ ἀπὸ τοῦ εὖ ζῆν <note type="footnote">1. ἴσως Par.</note>
                        <note type="footnote">3. καὶ τῆς Cas.</note>
                        <note type="footnote">2. λοῖ — ἐγίνετο f. Par. ὅτε 4. ἐγένετο Par. γὰρ Cas.
                            ἢ διὰ πυρὸς Par. Cas. 5. ἢ f. Par. γῆς ἔφησεν Cas. ἐν Σοδόμοις Cas.
                            γεγοναώς Cas. ἀπὸ Ὀλ. Cas. σθένος Par.</note>
                        <pb n="407"/> ἡμῖν παρέχειν), καὶ οἱ ἀστέρες συνῆλθον1) τὸ εἰωθὸς ἡμῖν
                        ἐργάσασθαι.</p></div><div type="textpart" subtype="section" n="657"><p>657. ἀλκτὴρ δʼ ἀθανάτοισιν. ἐπεί, φησίν, εἰς φῶς διὰ σοῦ παρήχθημεν (διὰ
                        χρόνου γὰρ τοῦτο γίνεται, ὃν2) τρόπον προειρήκαμεν γίνεσθαί τε καὶ
                        ἀπαρτίζεσθαι διὰ τῆς ιβ ζωδίων διελεύσεως), νῦν πάλιν φυλάξομεν τὸ σὸν
                        κράτος, ἤτοι ὅπερ ἐξ ἀρχῆς εἶχες. ἐντεῦθεν τὰ τότε συμβαίνειν εἰωθότα
                        διηγεῖται.</p></div><div type="textpart" subtype="section" n="687"><p>687. οὐδʼ ἄρʼ ἔτι Ζεύς. ἐντεῦθεν πάλιν καὶ τὴν διὰ τοῦ πυρὸς σύγχυσιν
                        καταλέγει. εὐθέως γάρ, φησί3), κατηνέχθη πῦρ ἐξ οὐρανοῦ καὶ κεραυνοὶ καὶ
                        ἀσραπαί, πάντες τε ἐσκοτίζοντο. πάλιν δὲ ἐπαύθη ἡ τοιαύτη σύγχυσις, καὶ4) τὰ
                        ὕδατα κατεβλήθησαν τοσοῦτον ὑποκάτω τῆς γῆς, ὅσον ὁ οὐρανὸς ἀπέσχε ἀπὸ τῆς
                        γῆς. κέντρου γὰρ λόγον ἡ γῆ πρὸς ὅλον τὸν οὐρανὸν ἐπέχει. ἐλήλαται δὲ καὶ
                        διὰ μέσης τῆς γῆς 5) ὁ οὐράνιος ἄξων, ἡ λεγομένη εὐθεῖα.</p></div><div type="textpart" subtype="section" n="727"><p>727. τριστοιχεὶ. ἡ τῶν τριῶν στοιχείων σκότωσις, ἀέρος, γῆς καὶ ὕδατος, ἢ
                        πολλαπλῶς. ἄνωθεν γὰρ τοῦ Ταρτάρου αἱ τῶν δένδρων ῥίζαι πεφύκασιν.</p></div><div type="textpart" subtype="section" n="732"><p>732. θύρας δʼ ἐπέθηκε. προείπομεν, ὅτι προῆν πάντων τὸ ὕδωρ, οὗ ἡ ὑποστάθμη
                        καὶ τρυγίαν τὴν γῆν ἀπετέλεσε. θύρας γοῦν, ἤτοι γῆν, τὸ ὕδωρ ἐπέθηκεν ἐπʼ
                        αὐτοῖς.</p></div><div type="textpart" subtype="section" n="739"><p>739. τά τε στυγέουσι. ἄνωθεν τοῦ βορείου πόλου τοὺς ἀστέρας εἶναι, τοὺς
                        μηδέποτε κατὰ8) τὸ ὑποκάτω ἡμισφαίριον δύοντας, φησίν, ἐπεὶ καὶ κατὰ τὸ ὑπὸ
                        γῆν ἡμισφαίριον εἰκὸς φαίνειν ἀστέρας, ἀλλʼ οὐ τοιούτους, ἔνθεν ἐστήρικται ὁ
                        ἄξων.</p></div><div type="textpart" subtype="section" n="775"><p>775. ἔνθα δὲ ναιετάει. τινὲς οὕτως ἐπειράθησαν <note type="footnote">1. καὶ
                            οἱ ἀστέρες f. Par. Cas. 5. καὶ ὑποκάτω τῆς γῆς Par. συνῆλθεν Cas. τοῦτο
                            τὸ Par. Cas. κ. ὑπ. τ. χθονὸς Cas. — ἀπὸ τῆς</note>
                        <note type="footnote">2. ὃν τρόπον Par. διὰ τῶν β. Cas: γῆς Par.</note>
                        <note type="footnote">3. ὥσπερ Par. ἀρχῆς εἶχε τὴν 6. ὁ f. Cas. διαφαίνουσαν
                            χάριν Cas. ἀρχῆς 7. καὶ f. Par. ἄνωθεν δὲ Par. τὴν δ. χ. Par. ἡγεῖται
                            Cas. 8. τὸ κάτω Cas.</note>
                        <note type="footnote">4. φησι f. Par.</note>
                        <pb n="408"/> ἀλληγορεῖν, Στύγα τὴν φθορὰν λέγοντες τοῦ θανάτου, ὅπου, φησί,
                        κατοικεῖ ἡ Στὺξ χωρὶς τῶν θεῶν. ἡ γὰρ φθορὰ πόρρω τῶν ἀθανάτων ἐστίν. ἡ
                        θυγάτηρ ἀψορρόου Ὠκεανοῖο, ἤτοι τῆς ἀφʼ ὧν1) συνέστηκε στοιχείων
                        ἐπαναλύσεως. ἀψορρόου τοῦ ὀπισθορμήτου, ἀφʼ ὧν συνέστηκεν ἀναλυομένη. νόσφιν
                        δὲ θεῶν. χωρὶς δὲ τῶν ἄλλων στοιχείων κατοικεῖ δώματα κατηρεφέα ταῖς
                        πέτραις, παρόσον ὑπὸ γῆν ὁ ἀποθανὼν κατοικεῖ. ἀμφὶ δὲ πάντῃ κίοσιν
                        ἀργυρέοισι. παρόσον2 ) καὶ τὰ στοιχεῖα μερικῶς φθείρεται, οὐχὶ τὰ καθόλου.
                        κίονας οὖν ἀργυρέας τὰ στοιχεῖά φησι. τοῦτο γοῦν δηλοῖ, ὅτι ἡ φθορὰ μέχρι
                        καὶ αὐτῶν τῶν στοιχείων φθάνει οὐ καθόλου, ἀλλὰ μερικῶς. τινὲς δὲ οὕτως
                        ἠλληγόρησαν· ὅπου, φησίν, ὑπὸ γῆν κατοικεῖ ἡ Στύξ, ἤτοι ἡ ἀναθυμίασις, ἡ ἀπὸ
                        τῆς γῆς ἀναδιδομένη (ἀπὸ τοῦ στάζω, στάξω, στὰξ καὶ στύξ). ἡ θυγάτηρ
                        ἀψορρόου Ὠζκεανοῖο, πάλιν γὰρ ἀπʼ οὐρανοῦ κατέρχεται ἀναλαμβανομένη. κίοσι
                        δὲ ἀργυρέοισι, παρόσον ἐν τῷ οὐρανῷ ἀνάγεται.</p></div><div type="textpart" subtype="section" n="780"><p>780. παῦρα δὲ Θαύμαντος. ὀλιγάκις δέ, φησί, φαίνεται ἡ Ἶρις, ἤτοι τὸ τόξον, ἡ
                        θυγάτηρ τοῦ Θαύμαντος, ἤτοι ἡ θαυμαστή, ἡ ὠκέα, παρόσον3) ἐξαίφνης εἴωθε
                        γίνεσθαι καὶ οὖ διαλύεσθαι. πότε; ὁπότε συμβῇ ἀταξία γίνεσθαι. ὁ δὲ Ζεύς,
                        φησίν, ἐκπέμπει ταύτην ἐνεγκεῖν ὕδωρ, τοῦτο4) δηλοῦντος τοῦ λόγου, ὅτι ἢ
                        προηγησαμένου ὑετοῦ ἢ μέλλοντος γίνεσθαι, εἴωθε φαίνεσθαι ἡ Ἶρις· ὃ ὕδωρ ἀπὸ
                        πέτρας ἠλιβάτου, ἤτοι τοῦ οὐρανοῦ (ἐφ’ οὗ ὁ ἥλιος βαίνει), κατέρχεται.</p></div><div type="textpart" subtype="section" n="787"><p>787. πολλὸν δέ θʼ ὑπὸ χθονός. ἐνταῦθα μέλλει δηλῶσαι, ὅτι τϲ κατερχόμενον
                        ὕδωρ οὐ5) πλέον ἐστὶ τοῦ ὑπὸ γῆς· φησὶ γοῦν, ὅτι τὸ δέκατον κατέρχεται μέρος
                        τοῦ ὕδατος. αἱ μὲν γὰρ θ μοῖραι κατὰ τῆς γῆς χέονται, ἡ δὲ μία κατὰ τὰ
                        ὑποχθόνια. τὸ δὲ διὰ νύκτα μέλαιναν εἶπε, παρόσον συννέφεια εἴωθε γίνεσθαι
                        κατὰ τὸν τοιοῦτον <note type="footnote">1. συνέστηκε — ἀφʼ ὧν f. Par. 3.
                            ἐξαίφνης f. Par. πότε — ἀναλυομένης Par. ἀταξία γίνεσθαι f Par.</note>
                        <note type="footnote">4. λαλοῦντος Cas. ὅτι f. codd.</note>
                        <note type="footnote">2. καὶ f. Par. 5 τὸ πλέον Cas.</note>
                        <pb n="409"/> καιρόν. διὰ δὲ τοῦ ὀμνύειν εἰς τὴν Στύγα τοὺς θεοὺς δηλοῖ, ὅτι
                        τὸ ὕδωρ τιμιώτερόν ἐστι πάντων, καὶ ὅτι οὐ1) δεῖ ἐπιορκεῖν.</p></div><div type="textpart" subtype="section" n="803"><p>803. δεκάτῳ δʼ ἐπιμίσγεται. διὰ τούτου πάλιν δηλοῖ τὸ μὴ δεῖν παντελῶς
                        ἐκβάλλεσθαι τῆς βουλῆς τὸν ἁμαρτήσαντα.</p></div><div type="textpart" subtype="section" n="811"><p>811. ἔνθα δὲ μαρμάρεαί τε. ὅπου, φησίν, αἱ ῥίζαι εἰσὶ καὶ ὁ χάλκεος οὖδος.
                        ἀρηρώς, αὐτοφυής, ἵνα δηλώσῃ, ὅτι, κἂν καὶ μαρμαρέας πύλας φησί, τὴν γῆν
                        αὐτὴν λέγει, αὐτοφυῆ δὲ τὸ ἀπὸ τῆς αὐτῆς γῆς. — πρόσθεν δὲ θεῶν. ἢ ὅτι καὶ
                        ἐν τῷ ὑπὸ γῆν ἡμισφαιρίῳ ἀστέρες εἰσίν, ἢ ὅτι τὸν Κόττον καὶ τὸν Γύγην
                        ὑπηρέτας τοῦ Διός φησιν, ἤτοι τὸ ἰσχυρὸν2 ) δηλοῦντος τοῦ ὕδατος καὶ τὸ ὑπὸ
                        γῆν εἶναι. καὶ ἀπʼ αὐτῆς τὰς ἀρχὰς εἶναι τῶν ὑδάτων δία γὰρ τὸ ὕδωρ οἱ
                        Δωριεῖς φασιν 3), τὸ ζ εἰς δ τρέποντες, ὡς Ζεὺς καὶ Διὸς ἀπὸ τοῦ δεύειν. τὸν
                        δὲ Βριάρεων γαμβρὸν ἐποίησεν ὁ Ποσειδῶν, τὴν Κυμοπόλειαν γυναῖκα δούς. ὅταν
                        γὰρ ταράσσηται τὸ ὕδωρ καὶ προσαράσσωνται τῇ γῇ τὰ κύματα, τότε τὸ ὕδωρ τὴν
                        οἰκείαν δύναμιν εἴωθεν ἐπιδείκνυσθαι.</p></div><div type="textpart" subtype="section" n="820"><p>820. αὐτὰρ ἐπεὶ Τιτῆνας. ἐπεὶ γοῦν τὰ Ταρτάρια ὕδατα ὑπὸ γῆν κατεκλείσθησαν,
                        ἡ γῆ τὸν Τυφῶνα ἐγέννησεν, ἔστι δὲ πνεῦμα, ἐκ ξηρᾶς ἀναθυμιάσεως4)
                        γινόμενον. εἰκότως οὖν κατακλεισθῆναι πρῶτόν φησι τὰ ὕδατα τὰ ταρτάρια. ἐπεὶ
                        δὲ πάλιν χωρὶς ὑγρότητος οὐκ ἔστι τοῦτο γενέσθαι, φησὶν ἐν φιλότητι τοῦ
                        Ταρτάρου, ἤγουν ὀλίγου ὕδατος ἀπολειφθέντος, οὗ Τυφῶνος αἱ χεῖρές εἰσι
                        δυναταί, ἑκατόν τε κεφαλὰς5) ἔχει δράκοντος. διὰ δὲ τὸ συριγμὸν ἀφιέναι
                        τοῦτο εἶπε. λελιχμότος δὲ διὰ τὸ παρατυχὸν ἀνακουφίζειν εἰς ὕψος. ἐπεὶ δὲ τὸ
                        τοιοῦτον6) πνεῦμα ὅλως πυρῶδές ἐστι, διὰ τοῦτο τὰ ὄμματα τούτου πῦρ λάμπειν
                        φησί. —</p><note type="footnote">1. δέον Cas. αὐτοφυῆ δὲ τὴν 4. γίνεται Cas. σὖν f. Cas.
                        ὅδατα αὐτὸ Par. ταρτάρια Cas. ἔχοντος Par</note><note type="footnote">2. ηλοῦντος Par. ἀπʼ αὐτοῦ Cas. 5.6. ἔχοντοσ πνεῦμα Par.
                        Par. μετακινεῖ —</note><note type="footnote">3. φασιν ὅτι Par. Ζεὺς Δεὺς Par. κατάγει codd.</note><pb n="410"/></div><div type="textpart" subtype="section" n="836"><p>836. καί νύ κεν ἔπλετο. καὶ δή, φησίν, ἐπεκράτησε τὸ τοιοῦτον πνεῦμα (καὶ γὰρ
                        ἀπὸ τοῦ εἶναι ἰσχυρὸν καὶ ὅλον νέφος μετακινεῖται καὶ ὑπὸ γῆν πολλάκις
                        κατάγεται), εἰ μὴ ὁ Ζεύς, ἤτοι ἡ πρόνοια, ὀξὺ ἐνόησε καὶ ἐβρόντησε μέγα.
                        πνεύματος1 ) γὰρ ὑπὸ τὸ νέφος εἰσερχομένου καὶ κλειομένου ἐν αὐτῷ, μὴ
                        εὑρίσκοντος ἔξοδον, τὸ νέφος στενοχωρεῖται, τὸ δὲ στενοχωρούμενον κινεῖται
                        καὶ κινούμενον ἐκπυροῦται καὶ πυρούμενον εἰς ἀστραπὰς καὶ κεραυνοὺς τὸ
                        τοιοῦτον πνεῦμα διαλύει.</p></div><div type="textpart" subtype="section" n="853"><p>853. Ζεὺς δʼ ἐπεὶ οὖν. ἐπεὶ οὖν κατέστειλε τὸ τοιοῦτον πνεῦμα, οὕτως, ὥσπερ
                        ὅταν τὸ ὄρος καίηται καὶ τὰ ἐν αὐτῷ τοῦ χαλκοῦ μέταλλα ἀναλύωσιν, ἔρριψεν
                        αὐτό, ἤτοι διέλυσεν. ἀπʼ αὐτοῦ δὲ τοῦ Τυφῶνος γεννῶνται ἄνεμοι2)
                        καταιγιδώδεις, βλαβεροὶ ὄντες τοῖς ἀνθρώποις.</p></div><div type="textpart" subtype="section" n="881"><p>881. αὐτὰρ ἐπεί ῥα πόνον. ἐντεῦθεν ἄλλως νοητέον τοὺς Τιτᾶνας. ἐκεῖ μὲν γὰρ
                        εἰς τὰ ὑπὸ γῆν πνεύματά τε καὶ ὕδατα ἠλληγόρηντο, ἐνταῦθα δὲ εἰς τὸ χαλκοῦν
                        γένος, περὶ οὗ καὶ ἐν τῷ περὶ ἔργων καὶ ἡμερῶν φησιν. ἐπεὶ γάρ, φησίν, οἱ
                        μάχαις συζῶντες ἠφανίσθησαν ἄνθρωποι, (τότε, ἐπεὶ τῇ τετάρτῃ γενεᾷ, δηλαδὴ
                        4) τῇ τῶν ἡραώων, ὁ Ζεὺς ἐβασίλευεν, ἤτοι ὁ νοῦς), ἐγένοντο ἕτεροι, οἳ αὐτῶν
                        βασιλέα τὸν Δία προεστήσαντο, οἵ τινες δὴ μετὰ φρονήσεως ἔζων καὶ
                        βουλῆς.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>