<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg3156.tlg001.1st1K-grc1:514-617</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg3156.tlg001.1st1K-grc1:514-617</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg3156.tlg001.1st1K-grc1"><div type="textpart" subtype="section" n="514"><p>514. ὑβριστὴν δὲ Μενοίτιον. ἐνταῦθα παραδηλοῖ τὴν μετὰ τοῦ4) λογικοῦ μάχην
                        τοῦ θεοῖ, ὃν διὰ τοῦ Μενοιτίου παραδηλοῖ. γίνεται γὰρ ἐκ τοῦ μένω. νικήσας
                        δέ, φησίν, ὁ Ζεύς, ἤτοι αὐτὸ τὸ λογικὸν, τὸν Μενοίτιον, ἤτοι τὸν θυμόν,
                        κατέπεμψεν εἰς Ἕρέθους, ἤγουν ὑπέταξε.</p></div><div type="textpart" subtype="section" n="517"><p>517. Ἄτλας δʼ οὐρανόν. ὁ δὲ ἄξων, φησί, βαστάζει τὸν οὐρανὸν ἐν πείρασι5 )
                        τῆς γῆς, ἤτοι ἐν γῇ ἐρηρεισμένος. πρόπαρ Ἑσπερίδων λιγυφώνω ν. ἐνταῦθα 6)
                        διʼ οὐδὲν ἄλλο τι τὰς Ἑσπερίδας εἰσήγαγεν, ἀλλʼ ἵα δηλώσῃ, περὶ ὃν τόπον
                        εἰσί. πρῶτον δὲ ἀπένειμε7 ) ταύταις τὸν ὠκεανόν. ὠκεανὸν δὲ ὅταν ἀκούσῃς
                        λεγόντων τῶν ποιητῶν, μὴ ἄλλο τι νόει, ἀλλʼ ἢ τὴν τοῦ ἡμισφαιρίου8)
                        περίληψιν, ἤγουν ἀπὸ τοῦ βορείου πόλου μέχρι τοῦ νότου ὁ ἄξων διελήλαται.
                        ἐστήρικται δὲ κἀν τῇ γῇ. ἐν μὲν <note type="footnote">1. τῇ ψυχῇ Par. Cas.
                            6. οὐ διʼ ἄλλο Cas.</note>
                        <note type="footnote">2. κατὰ τῶν ἀνθρώπων Par. 7. ταύταις F. ταύτῃ Cas. f.
                            Par.</note>
                        <note type="footnote">3. ἀλήθειαν Par. παραπίπτει — ὡκεανὸς δὲ — ἀκούῃς Cas.
                            ὑστεροβουλίαν Par. 8. περίσχησιν Cas. βορείου ὁ</note>
                        <note type="footnote">4. λογιστικοῦ Par. νικηθεὶς Cas. ἄξων μέχρι τοῦ νότου
                            διελήλαται Ἐρέβη Par. Cas. πόλου Cas. βορείου μέρους</note>
                        <note type="footnote">5. γαίης Cas. μέχρι τοῦ νότου ὁ ἄξων δ.π. Par.</note>
                        <pb n="404"/> γαρ τῇ κεφαλῇ τὸν βόρειον ὑποδηλοῖ, διὰ δὲ τῶν χειρῶν τὸν
                        νότον.</p></div><div type="textpart" subtype="section" n="521"><p>521. δῆσε δʼ ἀλυκτοπέδῃσι. ὁ δὲ Ζεύς, φησίν, ἤτοι ὁ πρῶτος νοῦς, ἔδησεν ἐν
                        ἀλυκτοπέδῃσιν, ἤτοι ἐν σώμασι, τὸν Προμηθέα, οὐ γὰρ χωρὶς σωμάτων παρήγαγε
                        τὴν ψυχήν.</p></div><div type="textpart" subtype="section" n="522"><p>522. μέσον διὰ κίονʼ ἐλάσσας. ἐνταῦθα1) συνέπεται τοῖς τὸ ἡγεμονικὸν περὶ τὴν
                        καρδίαν λέγουσιν ἐγκαθιδρεύεσθαι. διὰ γὰρ τοῦ εἰπεῖν „μέσον2) κίονʼ
                        ἐλάσσας“, τοῦτο μόνον οὐχὶ ὑπεδήλωσεν.</p></div><div type="textpart" subtype="section" n="523"><p>523. καί οἱ ἐπʼ ἀιετὸν ὦρσε. ἐπήγειρε δὲ τῷ νοῒ καὶ ἀετόν, ἤτοι τὰς βιωτικὰς
                        μερίμνας καὶ φροντίδας, αἵ τινες τὸ ἧπαρ αὐτοῦ κατεσθίουσιν, ὅπερ πάλιν ἐν
                        τῇ νυκτὶ ἀνακτᾶται καὶ ψυχαγωγεῖται· ἐν γὰρ τῇ νυκτὶ3) πάντων ἀπαλλαττόμεθα
                        καὶ σχολάζομεν, ὃν ὄρνιν ἀετόν, ἤτοι τὰς μερίμνας, ἀνῄρηκεν ὁ Ἡρακλῆς, ἤτοι
                        ὁ θάνατος. καὶ ἄλλως τοῦτό φασιν. ἐπήγειρε4) δέ, φησί, τούτῳ ὁ Ζεὺς ἀετόν,
                        τὴν τοῦ νοὸς δηλαδὴ ὀξύτητα, ἥ τις διεγείρει τοῦτον καὶ ἐσθίει τὸ ἧπαρ, ἤτοι
                        τὴν περὶ τὸ ἧπαρ ἐγκειμένην ἐπιθυμίαν, ἥτις πάλιν κατὰ τὴν νύκτα αὔξεται
                        καὶ5) λανθάνει τὸν νοῦν. ἣν διέλυσε καὶ ἠφάνισεν ὁ Ἡρακλῆς, ἤγουν ὁ ἥλιος.
                        καὶ γὰρ ἆθλα τούτου τὴν διὰ τῶν ιβ ζωδίων διέλευσίν φησιν. ὁ ἥλιος γοῦν,
                        ἤγουν ἡ τοῦ χρόνου περίοδός6) ποτε κατέσχε καὶ ἠφάνισε ταύτην. οὐκ ὠργίζετο
                        δὲ ὁ Ζεὺς τῷ Ἡρακλεῖ διὰ τὸ ἀντιτάττεσθαι τούτῳ· τῷ γὰρ παραγαγόντι7) ὁ
                        ἀφανίσας τοῦτο ἀντιτάσσεται. εἰκὸς δὲ ὡς ἄνθρωπον σεμνὸν καὶ τοῦτον
                        ἀφανισθῆναι.</p></div><div type="textpart" subtype="section" n="535"><p>535. καὶ γὰρ ὅτʼ ἐκρίνοντο. πρῶτον, φησί, οἱ θεοί, μετὰ τῶν ἀνθρώπων ὁμοζωίαν
                        ἐκέκτηντο. τοῦτο δὲ ὑπεμφαίνει, καὶ ἐν τῷ περὶ ἔργων καὶ ἡμερῶν8), ᾗ περὶ
                        τοῦ χρυσοῦ λέγει γένους. τότε δὲ ἀπʼ ἀλλήλων διεκρίθησαν <note type="footnote">1. συνεπτέον Cas. ταῖς καρδίαις 5. λανθάνεται Cas. Cas.
                            ἐγκαθιδρεύεσθαι Par. 6. ποτε f. Par.</note>
                        <note type="footnote">2. ίονα ἐλάσας Par. 7. τὸ ᾐφανίσθαι Cas.</note>
                        <note type="footnote">3. πάντα Cas. 8. ἐν ᾐ Par.. ἡμερῶν, περὶ Cas.</note>
                        <note type="footnote">4. δὲ τοῦτο Cas. ὅτε δὲ codd.</note>
                        <pb n="405"/> ἐν τῇ Μηκώνῃ, ἤγουν κατὰ μὲν τὰ ἄλλα ὅμοιοι1) τοῖς θεοῖς ἦσαν,
                        κατὰ δὲ τὸ μῆκος τοῦ χρόνου διήλλαττον. μετὰ δὲ τὸ ταῦτα γενέσθαι, προσέθηκε
                        δύο μερίδας, ἑαυτῷ μὲν σάρκας καταθείς, ἤγουν αὐτὸς μὲν εἰς τρυφὴν
                        ἐξοκείλας, τῷ δὲ νοῒ ὀστέα καὶ λίπος ὑπέθετο (καὶ γὰρ πᾶσα τέχνη ἔχει τι καὶ
                        ἐπαγωγόν). δέδωκεν οὖν2) τούτῳ αἵρεσιν, ὁποῖον ἐθέλῃ λαβεῖν, καὶ προεκρίνετο
                        μετὰ τῶν ὀστέων λίπος, ἤτοι τὴν μετὰ κόπου ἡδονήν. ἕως μὲν οὖν3) εἶχεν
                        ἐπαγωγόν τι καὶ θελκτήριον ἐν τῷ τοιούτῳ βίῳ, ἐπειδὴ δὲ τὴν σκληραγωγίαν
                        μόνην4) εἶδεν, οὐδὲ ὄνησιν μικράν, τότε τὴν τοιαύτην διαγωγὴν ἐμίσησεν.</p></div><div type="textpart" subtype="section" n="562"><p>562. ἐκ τούτου δὴ ἔπειτα. ἐκ τότε γοῦν ἀπέκρυπτε τὴν τοῦ πυρὸς χρῆσιν καὶ τὰς
                        διὰ τούτου κατασκευαζομένας τέχνας. ἀλλʼ ἀνακτηθεὶς πάλιν ὁ πρῶτος νοῦς
                        δέδωκε τοῖς ἀνθρώποις τὴν χρῆσιν τοῦ πυρός, διὰ τοιούτων ὀργάνων ἐπιτηδείων
                        εἰς τοῦτο.</p></div><div type="textpart" subtype="section" n="570"><p>570. αὐτίκα δʼ ἀντὶ πυρός. αὐτίκα δέ, φησίν, ὁ Ἥφαιστος ἐποίησε γυναῖκα,
                        ἤγουν τὴν ἔντεχνον ζωήν, τὴν κατὰ τέχνην ἐγγινομένην τινί, ἣν ἔντεχνον ζωὴν
                        τὸ πῦρ κατασκευάζει. γυναῖκα δὲ εἶπε διὰ τὸ ἀσθενεῖς κατὰ ψυχὴν καὶ ἀλόγους
                        τοὺς ἀνθρώπους ποιεῖν. ἐκόσμησε δὲ ταύτην ἡ Ἀθηνᾶ, ἤτοι ἡ φρόνησις. τὰ δὲ
                        λοιπὰ τοῦ μύθου καὶ τὰ ἑξῆς περὶ γυναικῶν καὶ ἄλλως5 ) ἂν νοηθεῖεν. ἀπέκρυψε
                        δέ, φησίν, ὁ Ζεύς, ἤτοι ὁ ἥλιος, τὴν τοῖ πυρὸς χρῆσιν, ἤγουν ἐποίησε τοὺς
                        ἀνθρώπους μὴ γινώσκειν, ὅτι ἐξ αὐτοῦ πορίζεται τὸ πῦρ, ἕως οὗ ὁ Προμηθεὺς
                        μετὰ δόλου τοῦτο ἔκλεψεν.</p></div><div type="textpart" subtype="section" n="617"><p>617. Βριάρεῳ δʼ ὡς πρῶτα. τινὲς μὲν ἐπειράθησαν τοὺς τρεῖς εἰς ἓν6)
                        συναγαγεῖν καὶ λαβεῖν ἐπὶ τοῦ ὕδατος τοῦ ὑπὸ γῆς7 ), ὅτι ὁ Ζεύς, ἤτοι ὁ
                        πρῶτος νοῦς, τὸν <note type="footnote">1. οῖς θεοῖς f. Par. μετὰ τὸ 5 ἄλλως
                            δʼ ἂν Cas. ἀπέκρυπτε ταῦτα Cas. φησιν — ἐποίει Cas.</note>
                        <note type="footnote">2. τούτῳ f. Cas. 6. ἀγαγεῖν Cas.</note>
                        <note type="footnote">3. εἶχεν f. Par. θρεπτήριον Cas. 7. Nach γῆς: καί
                            φησιν ὅτι ὁ ἐπαγωγὸν καὶ — σὺν αὐτῷ τοι- Cas. καί φησιν ὁ Par. ληπτέον
                            ούτῳ ἐπειδὰν codd. μὲν Cas</note>
                        <note type="footnote">4. οἶδεν Par</note>
                        <pb n="406"/> Χόττον, τὸν Βριάρεων καὶ τὸν Γύγην, ἤτοι τὰ ὑπὸ γῆς ὕδατα
                        συνέκλεισεν ὑπὸ γῆν καὶ οἱονεί τινι δεσμῷ περιἐδησε, Βριάρεων μὲν διὰ τὸ
                        ἰσχυρὸν καὶ Κόττον ὡσαύτως, Γύγην δὲ διὰ τὸ ὑπὸ γῆς εἶναι. ληπτέον δὲ τὸν
                        μὲν ἔριάρεων ἐπὶ τοῦ ὕδατος (βριαρὸν γὰρ καὶ ἰσχυρὸν τὸ ὕδωρ), Κόττον δὲ καὶ
                        Γύγην ἐπὶ τῶν πνευμάτων διὰ τὸ σφοδρὸν τούτων καὶ διὰ τὸ ἐκ τῆς γῆς
                        ἀνάγεσθαι.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>