<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg3156.tlg001.1st1K-grc1:383</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg3156.tlg001.1st1K-grc1:383</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg3156.tlg001.1st1K-grc1"><div type="textpart" subtype="section" n="383"><p>383. Στὺξ δʼ ἔτεκʼ Ὠκεανοῦ. ἡ δὲ Στύξ, γοῦν ἡ ὕλη, κινηθεῖσα ἐγέννησε τὸν
                        Ζῆλον καὶ τὴν Νίκην. ὁ πρῶτος, φησί, νοῦς ἐζήλωσε5) τὰ τῇδε πάντα παραγαγεῖν
                        καὶ δὴ παρήγαγε. καὶ διὰ μὲν τοῦτο νοῦν ἐσχηκέναι6) καὶ τοῦτο ποιῆσαι τὸν
                        Σῆλόν φησι, διὰ δὲ τοῦτο τελειῶσαι τὴν Νίκην. ἐδόξαζον γὰρ οἱ παλαιοὶ τὸν
                        τῇδε πάντα7) παραγαγόντα ὕλην εὑρεῖν προυποκειμένην καὶ διʼ αὐτῆς <note type="footnote">1. Ἀμφιρρώ — ῥέειν f. Par. το F. τοῦ τελ. codd.
                            τελειῶται</note>
                        <note type="footnote">2. ἡ Εὐρυβίη f. Vat. δὲ f. Cas. Cas. τὸν τῶν τῇδε Vat.
                            Cas.</note>
                        <note type="footnote">3. αὐτοῦ Par. 7. πάντα f. Vat. Cas. παραγω-</note>
                        <note type="footnote">4. οἰόμεθα Vat. Cas. γέα Cas. ἐκάλει Vat διʼ
                            αὐτα</note>
                        <note type="footnote">5. τούς — πάντας Cas. Vat. Cas.</note>
                        <note type="footnote">6. τοῦτον ποιῆται Cas. καὶ τοῦ-</note>
                        <pb n="398"/> τὰ τῇδε πάντα παραγαγεῖν· ἣν Στύγα, ἤγουν πρόνοιαν, μαινάδα ὁ
                        Πλάτων ἐκάλεσε διὰ τὸ εἰς πολλὰ μορφοῦσθαι καθάπερ καὶ πόρνην. ποτὲ μὲν γὰρ
                        εἰς βόειον εἶδος μεταβάλλεται ἡ πρόνοια, ποτὲ δὲ εἰς ἀνθρώπινον, ποτὲ δὲ εἰς
                        ἄλλο καὶ ἄλλο. ἢ τὸ ἐγέννησε τὸν Ζῆλον καὶ τὴν Νίκην1) οὕτω νοητέον. ὁ
                        Ἐμπεδοκλῆς ἔφασκεν εἶναι σφαῖραν καὶ ἐν αὐτῇ γεγράφθαι τὸ σύμπαν, τὴν φιλίαν
                        τε καὶ τὸ νεῖκος, καὶ ὁμονοούντων μὲν2) μηδὲν γίνεσθαι, διαλυθέντων δὲ πάντα
                        τὰ τῇδε γενέσθαι, διὰ μὲν τοῦ Ζήλου νοουμένης3) τῆς φιλίας, διὰ δὲ τῆς
                        Νίκης, νοουμένου τοῦ νείκους. ἐγέννησε δὲ τὸ Κράτος καὶ τὴν Βίαν, ὧν χωρὶς
                        οὐδὲν4) ἱδρύεται. οὕτως γὰρ ἐβούλευσεν ἡ Στὺξ γενέσθαι, ὅτι ὁ πρῶτος νοῦς
                        συνεκαλέσατο πάντα ἐξελθεῖν εἰς τὸν κατὰ τῶν Τιτάνων πόλεμον, ἤγουν τῆς
                        ἀταξίας. εἶπε δὲ τιμηθῆναι καὶ ὃς τὴν τῶν πάντων ἀταξίαν διαλύσειεν.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>