<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg3156.tlg001.1st1K-grc1:220</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg3156.tlg001.1st1K-grc1:220</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg3156.tlg001.1st1K-grc1"><div type="textpart" subtype="section" n="220"><p>220. αἵ τʼ ἀνδρῶν τε θεῶν τε. αἵ τινες διοικοῦσι πάντα τὰ τῶν ἀνδρῶν πράγματα
                        καὶ τὰ τῶν στοιχείων. οἵως2) γὰρ ὡρίσθησαν ἐξ ἀρχῆς, οὕτω καὶ μένουσιν.
                        ἐγέννησε δὲ καὶ τὴν Νέμεσιν. ἡμεῖς μὲν Νέμεσιν λέγομεν τὴν ἐπὶ3) ἀλόγῳ τινὶ
                        συμβαίνουσαν μέμψιν, οὗτος δὲ τὸν φθόνον φησίν. ἐγέννησε δὲ καὶ τὴν Φιλότητα
                        καὶ τὴν Ἀπάτην, ἀλλʼ οὐχ οἷαι τῆς Ἀφροδίτης εἰσίν. ἐκεῖ γὰρ Ἀπάτην ἀλλοίαν
                        φησὶ4) τῇ Ἀφροδίτῃ παρέπεσθαι, ὅθεν καὶ Παφίαν αὐτὴν καλοῦσι παρὰ τὸ
                        παφάσκειν, ἤγουν ἀπατᾶν. ἐνταῦθα δὲ οὐ τοιαύτην, ἀλλʼ ἐπειδὴ ἀπατῶντές τινα
                        φιλίαν 5) αὐτοῦ προσποιούμεθα, κρυπτῶς δὲ τοῦτο ποιοῦμεν καὶ ἀπατῶμεν· διὰ
                        τοῦτο καὶ ἐν νυκτὶ ταύτην γεννηθῆναί φησιν. ἐγέννησε δὲ καὶ τὸ Γῆρας. κατʼ
                        ὀλίγον γὰρ οἱ ἄνθρωποι μαραινόμενοι θνήσκουσιν. ἀδήλως δὲ καὶ τοῦτο
                        ἐπισυμβαίνειν εἴωθεν. ἐγέννησε δὲ καὶ τὴν Ἔριν, ἡ δὲ Ἔρις ἐγέννησε τὸν Πόνον
                        καὶ τὴν Λήθην, ἢ διότι, ἐὰν6) μετʼ εὐεργέτου τις ἐρίσῃ, ἐπιλανθάνεται τῶν
                        ἐκείνου εὐεργεσιῶν, ἢ οὗτος παρʼ ἐκείνου ἐπιλανθάνεται, τὸν Λιμόν τε, εἴωθε
                        γὰρ ἐν ᾗ ἄν θέρος πόλει7) ἐπέλθοι, λιμὸν τοῖς ἐγχωρίοις ἐπάγειν. ἐγέννησε δὲ
                        καὶ τὰς Μάχας, τὰς Φιλονεικίας, τοὺς ψευδεῖς Λόυοθς, τὰς Ἀντιλογίας, τὴν
                        Δυσνομίαν. καὶ γὰρ νόμος ἐστὶ τὸ μὴ φονεύειν. οἱ ἐρίζοντες γοῦν καὶ
                        φονεύουσι, καὶ διὰ τοῦτο δυσνομίαν ἐργάζονται, ἤγουν κακῶς χρῶνται τῷ νόμῳ.
                        ἐγέννησε δὲ καὶ τὸν Ὅρκον, ὅς τις πλεῖστα τοὺς ἐπιορκήσαντας βλάπτει. οἱ
                        ἐρίζοντες γὰρ πολλάκις μὲν ὀμνύουσι καὶ κατʼ ὀλίγου8) προβαίνει ἐπὶ μεῖζον.
                        καὶ τοῦτο δηλοῦντες καὶ οἱ παλαιοὶ τὴν Ἔριν ἔγραφον πρῶτον μὲν μικράν,
                        ἔπειτα δὲ κατʼ ὀλίγον αὐξανομένην. <note type="footnote">1. ἐπισυμβαίνειν
                            τισί Vat. Cas. 4. τὴν Ἀφροδίτην Vat. Cas. ἐπα- ἀποτροπῆς — πᾶσαι Par.
                            φίαν Par.</note>
                        <note type="footnote">5. αὐτὴν — δὲ οὕτω Par.</note>
                        <note type="footnote">2. ὡς Vat. οἵως καὶ Par. 6. μερὰ— δὲ οὕτω. Par.</note>
                        <note type="footnote">3. ἄλλο Vat. Cas. ἐπισυμβαίνου- 7. ἔθνος Vat. f.
                            Par.</note>
                        <note type="footnote">8. καθʼ ὅλως Par. ὅσαν Par.</note>
                        <pb n="386"/> πάντα δὲ ὅσα εἶπε την Ἔριν γεννῆσαι, εἰώθασιν ἐπὶ φιλονεικιῶν
                        συμβαίνειν.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>