<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg3156.tlg001.1st1K-grc1:215-265</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg3156.tlg001.1st1K-grc1:215-265</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg3156.tlg001.1st1K-grc1"><div type="textpart" subtype="section" n="215"><p>215. Ἑσπερίδας θ’ αἷς. ἐγέννησε δὲ ἡ Νὺξ καὶ τὰς νυκτερινὰς ) ὥρας, αἷς ὥραις
                        διὰ φροντίδος εἰσὶ τὰ χρυσᾶ μῆλα, ἤγουν τὰ ἄστρα καὶ τὰ δένδρα τὰ φέροντα
                        καρπόν. σκοποῦμεν γάρ, ποίου ἀστέρος λάμποντος οὗτός ἐστιν ὁ καρπός, ποίου
                        δὲ δύοντος οὗτος; διὰ γὰρ τοῦτο καὶ ὁ μῦθός φησι τὸν Ἡρακλέα τὰς Ἑσπερίδας
                        ἀνῃρηκέναι ), Ἡρακλέους ἐκεῖ νοουμένου τοῦ ἡλίου, παρὰ τὸ ἔαρος κλέος,
                        Ἑσπερίδων δὲ τῶν τῆς νυκτὸς ὡρῶν. τοῦ γὰρ ἡλίου λάμψαντος, οὔτε νὺξ οὔτε
                        ἀστέρες εἰσί. νοεῖται δὲ καὶ οὕτως. Ἑσπερίδας τὰς ἁπλῶς ὥρας φησί, καθʼ ἃς
                        ὥρας φροντίζομεν, ποῖος ἀστὴρ φαίνει, ποῖος δὲ οὔ, καὶ ποίου ἀστέρος
                        φαίνοντος οὗτος ὁ καρπὸς γίνεται, ποίου δὲ δύνοντος οὗτος; καὶ εἰ4) νοηθείη
                        οὕτως, συνταχθείη καὶ οὕτως τὰ φέροντά τε τοῖς δένδρεσι καρπόν. ἐγέννησε δὲ
                        καὶ τὰς Μοίρας καὶ τὰς Κῆρας, ἐπεὶ πάντα ἐσωματοποίουν οἱ Ἕλληνες5 ), καὶ
                        τὰς Μοίρας ἐσωματοποίουν καὶ ἀπὸ τῶν συμβαινόντων τὰ ὀνόματα ταύταις
                        ἐτίθουν. ἐπειδὴ γὰρ κλώθειν λέγεται τὸν6) μίτον μίτῳ συντιθέναι, διὰ τοῦτο
                        καὶ Κλωθ λέγεται, διὰ τὸ τὰ συμβαίνοντα πᾶσι κεκλωσμένα εἶναι, ἤγουν
                        δεδομένα καὶ εἱμαρμένα, Λάχεσις7) παρὰ τὸ ἐπιλαγχάνον τινὶ κλώθειν, Ἀτροπος
                        δὲ παρὰ τὸ ἄτρεπτον εἶναι τὸ μέλλον ἐπισυμβῆναί <note type="footnote">1. δὲ
                            f. Vat. Cas. συμβιβασθῇ 4. εἰ f. Par.</note>
                        <note type="footnote">5. καὶ — ἐσωματοποίουν f, Par.</note>
                        <note type="footnote">2. νυκτερινὰς f. Par. 6. τὸ μίτον Vat. Cas.</note>
                        <note type="footnote">3. Ἡραξκέιτς — ἔαρος κλέος f. 7. παρὰ τὸ ἐπιλαγχάνοντι
                            Par. Par. Ἑσπερίδων γὰρ Par.</note>
                        <pb n="285"/> τινι1). καὶ ἀπὸ τῆς Ἀτρόπου δὲ πάντα παραλαμβάνεται.</p></div><div type="textpart" subtype="section" n="220"><p>220. αἵ τʼ ἀνδρῶν τε θεῶν τε. αἵ τινες διοικοῦσι πάντα τὰ τῶν ἀνδρῶν πράγματα
                        καὶ τὰ τῶν στοιχείων. οἵως2) γὰρ ὡρίσθησαν ἐξ ἀρχῆς, οὕτω καὶ μένουσιν.
                        ἐγέννησε δὲ καὶ τὴν Νέμεσιν. ἡμεῖς μὲν Νέμεσιν λέγομεν τὴν ἐπὶ3) ἀλόγῳ τινὶ
                        συμβαίνουσαν μέμψιν, οὗτος δὲ τὸν φθόνον φησίν. ἐγέννησε δὲ καὶ τὴν Φιλότητα
                        καὶ τὴν Ἀπάτην, ἀλλʼ οὐχ οἷαι τῆς Ἀφροδίτης εἰσίν. ἐκεῖ γὰρ Ἀπάτην ἀλλοίαν
                        φησὶ4) τῇ Ἀφροδίτῃ παρέπεσθαι, ὅθεν καὶ Παφίαν αὐτὴν καλοῦσι παρὰ τὸ
                        παφάσκειν, ἤγουν ἀπατᾶν. ἐνταῦθα δὲ οὐ τοιαύτην, ἀλλʼ ἐπειδὴ ἀπατῶντές τινα
                        φιλίαν 5) αὐτοῦ προσποιούμεθα, κρυπτῶς δὲ τοῦτο ποιοῦμεν καὶ ἀπατῶμεν· διὰ
                        τοῦτο καὶ ἐν νυκτὶ ταύτην γεννηθῆναί φησιν. ἐγέννησε δὲ καὶ τὸ Γῆρας. κατʼ
                        ὀλίγον γὰρ οἱ ἄνθρωποι μαραινόμενοι θνήσκουσιν. ἀδήλως δὲ καὶ τοῦτο
                        ἐπισυμβαίνειν εἴωθεν. ἐγέννησε δὲ καὶ τὴν Ἔριν, ἡ δὲ Ἔρις ἐγέννησε τὸν Πόνον
                        καὶ τὴν Λήθην, ἢ διότι, ἐὰν6) μετʼ εὐεργέτου τις ἐρίσῃ, ἐπιλανθάνεται τῶν
                        ἐκείνου εὐεργεσιῶν, ἢ οὗτος παρʼ ἐκείνου ἐπιλανθάνεται, τὸν Λιμόν τε, εἴωθε
                        γὰρ ἐν ᾗ ἄν θέρος πόλει7) ἐπέλθοι, λιμὸν τοῖς ἐγχωρίοις ἐπάγειν. ἐγέννησε δὲ
                        καὶ τὰς Μάχας, τὰς Φιλονεικίας, τοὺς ψευδεῖς Λόυοθς, τὰς Ἀντιλογίας, τὴν
                        Δυσνομίαν. καὶ γὰρ νόμος ἐστὶ τὸ μὴ φονεύειν. οἱ ἐρίζοντες γοῦν καὶ
                        φονεύουσι, καὶ διὰ τοῦτο δυσνομίαν ἐργάζονται, ἤγουν κακῶς χρῶνται τῷ νόμῳ.
                        ἐγέννησε δὲ καὶ τὸν Ὅρκον, ὅς τις πλεῖστα τοὺς ἐπιορκήσαντας βλάπτει. οἱ
                        ἐρίζοντες γὰρ πολλάκις μὲν ὀμνύουσι καὶ κατʼ ὀλίγου8) προβαίνει ἐπὶ μεῖζον.
                        καὶ τοῦτο δηλοῦντες καὶ οἱ παλαιοὶ τὴν Ἔριν ἔγραφον πρῶτον μὲν μικράν,
                        ἔπειτα δὲ κατʼ ὀλίγον αὐξανομένην. <note type="footnote">1. ἐπισυμβαίνειν
                            τισί Vat. Cas. 4. τὴν Ἀφροδίτην Vat. Cas. ἐπα- ἀποτροπῆς — πᾶσαι Par.
                            φίαν Par.</note>
                        <note type="footnote">5. αὐτὴν — δὲ οὕτω Par.</note>
                        <note type="footnote">2. ὡς Vat. οἵως καὶ Par. 6. μερὰ— δὲ οὕτω. Par.</note>
                        <note type="footnote">3. ἄλλο Vat. Cas. ἐπισυμβαίνου- 7. ἔθνος Vat. f.
                            Par.</note>
                        <note type="footnote">8. καθʼ ὅλως Par. ὅσαν Par.</note>
                        <pb n="386"/> πάντα δὲ ὅσα εἶπε την Ἔριν γεννῆσαι, εἰώθασιν ἐπὶ φιλονεικιῶν
                        συμβαίνειν.</p></div><div type="textpart" subtype="section" n="233"><p>233. Νηρέα δʼ ἀψευδέα. ἡ θάλασσα δὲ ἐγέννησε τὸν Νηρέα, ἤγουν τὴν νῆξιν αὐτὴν
                        τὴν ἐν τῇ θαλάσσῃ, τὴν ἀψευδέα καὶ ἀληθῆ· οὐ διαψεύδεται γὰρ τὴν ἑαυτοῦ
                        ἐνέργειαν, ἀεὶ γὰρ τὰς ἀναθυμιάσεις ἀναπέμπει. τὸ ἀψευδῆ δὲ καὶ ἀληθῆ
                        διαφέρει. ἀψευδὴς γὰρ λέγεται ὁ μὴ τοῖς ψεύδεσι πειθόμενος, ἀληθὴς δὲ ὁ καὶ
                        τοῖς ψεύδεσι μὴ πειθόμενος, ἀλλὰ τἀληθῆ λέγων. ἐγέννησε δὲ1) τοῦτον
                        πρεσβύτατον τῶν παίδων 2). τοῦτο δὲ λέγει διὰ τὸ εἰρηκέναι ἐξ ἀρχῆς πρῶτον
                        εἶναι τὸ ὕδωρ.</p></div><div type="textpart" subtype="section" n="235"><p>235. οὐδὲ θεμιστέων λήθεται. οὐ γὰρ3) παρέρχεται ἡ θάλασσα τὰ ἑαυτῆς
                        ὅρια.</p></div><div type="textpart" subtype="section" n="237"><p>237. αὖτις δὲ Θαύμαντα. ἐγέννησε δὲ καὶ τὸν Θαύμαντα, ἤτοι αὐτὰς τὰς
                        ἀναθυμιάσεις παρὰ τὸ θαμὰ γίγνεσθαι. ἐγέννησε δὲ καὶ τὸν αὐθάδη Φόρκυνα,
                        αὐτὴν δηλονότι τὴν κυματώδη φοράν. διὸ καὶ τὸ 4). ἀγήνορα προσέθηκεν.
                        ἐγέννησε δὲ τοῦτον, μισγόμενος ) τῇ γῇ, καὶ γὰρ τοῦ ὕδατος τὴν γῆν
                        πλήττοντος καὶ ἀντιπληττομένου συμβαίνει τοιαῦτα γίνεσθαι.</p></div><div type="textpart" subtype="section" n="238"><p>238. καὶ Κητώ. καὶ διὰ6 ) τούτου παρεμφαίνει τὸ βάθος αὐτοῦ.</p></div><div type="textpart" subtype="section" n="239"><p>239. Εὐριβίην τε. τὴν δύναμιν τοῦ ὕδατος τὴν ἀκαταπόνητον.</p></div><div type="textpart" subtype="section" n="240"><p>240. Νηρῆος δὲ7 ) γένοντο. ἐνταῦθα τὰ τῶν τοῦ Νηρέως τέκνων ὀνόματα ἔπλασεν,
                        ἢ ἀπὸ τῶν εἰωθότων ἐν 8) τῇ θαλάσσῃ γίνεσθαι, ἢ ἀφʼ ὧν ποιοῦσιν ἢ
                        πυνθάνουσιν οἱ ναυτίλοι. ἀπὸ τοῦ Νηρέως δέ φησιν, ἤγουν τῆς νήξεως, καὶ
                        Δωρίδος τῆς ἠυκόμοιο9 ), ἤγουν τοῦ πλοίου, ἐγένοντο πολλὰ τέκνα. δόρατα 10)
                        γὰρ οἱ παλαιοὶ τὰ ξύλα ἐκάλουν, ὡς καὶ Ὅηρος λέγει, τὸ δὲ δῶ ὑπὸ τῶν Ἀττικῶν
                        ἐκτεινόμενον μέγα γράφεται. ἠύκομον δὲ <note type="footnote">1. δὲ f. Vat.
                            Cas. 6. καὶ διὰ τοῦ Par.</note>
                        <note type="footnote">2. τοῦτον Vat. Cas. 7. τέκνων τὰ ὀνόματα codd.</note>
                        <note type="footnote">3. ἑαυτῆς ἡ θάλασσα codd. 8. ἐν f. Par.</note>
                        <note type="footnote">4. τὸν Par.</note>
                        <note type="footnote">9. ἤτοι Vat. Cas.</note>
                        <note type="footnote">5. ισγόμενον V, 10. δούρατα Par.</note>
                        <pb n="387"/> ταύτην λέγει διὰ τὸ τῶν ξύλων μῆκος. τοῦ τελήεντος. ἡ γὰρ τοῦ
                        ὕδατος ὑγρότης αὔξει πάντα καὶ τελειοῖ. ἐγίνοντο γοῦν αὗται θυγατέρες· Πρωτὼ
                        διὰ τὸ πρῶτον πάντων1), ὥς φησιν οὗτος2), ἐφεστάναι τὸ ὕδωρ3), Εὐκράτη διὰ
                        τὸ χρείαν εἶναι τῆς4) εὐκρασίας τοῖς ναύταις, Σαὼ διὰ τὸ χρείαν εἶναι
                        σωτηρίας τοῖς ναύταις, Ἀμφιτρίτη διὰ τὸ ἀμφιρρεπὲς5) τῆς τύχης (ἢ γὰρ ἐπὶ
                        ζωῇ ἢ ἐπὶ θανάτῳ ἐκπλέουσι καὶ οἱονεὶ ἐν τρυτάνῃ εἰσίν, Εὐδώρη διὰ τὴν
                        ἀντικατάλλαξιν6) τὴν τοῖς ἐμπόροις γινομένην, Θέτις δὲ διὰ τὴν συγκατάθεσιν
                        τὴν εἰς τὸ πλεῖν (συγκαταθεμένων γὰρ τῶν ναυτῶν γίνεται πλοῦς), Γαλήνη διὰ
                        τὸ χρείαν εἶναι γαλήνης τοῖς ναύταις, Γλαύκη διὰ τὸ λευκὸν τοῦ ὕδατος, Θαλίη
                        διὰ τὸν ἐπιγινόμενον τοῖς ἐμπόροις πλοῦτον, Μελίτη διὰ τὸ γλυκὺ τοῦ κέρδους,
                        Εὐλιμένη διὰ τὸ χρείαν λιμένων εἶναι τοῖς πλέουσι, Δωτὼ διὰ τὰς δωτίνας καὶ
                        ἀντικαταλλάξεις, Κυμοθόη διὰ τὸ τῶν κυμάτων ταχύ, Σπειὼ) διὰ τὸ τοὺς
                        πλέοντας πολλάκις καὶ σπηλαίοις ἐντυγχάνειν, Θόη διὰ τὴν θεῦσιν τὴν ἐπὶ τοῦ
                        ὕδατος, Ἀγαυὴ διὰ τὸ χρείαν εἶναι καὶ συνέσεως τούτοις, Πρωτὼ διὰ τὸ8) καὶ
                        τὴν εἱμαρμένην τούτοις ἀκολουθεῖν, Φέρουσα διὰ τὴν φορὰν τοῦ ὕδατος,
                        Δυναμένη διὰ τὴν ἰσχὺν τούτου, Νησαίη διὰ τὸ νήσοις προσπελάζειν τοὺς
                        πλέοντας καὶ ἀκταῖς, ἀφʼ οὗ9) καὶ Ἀκταίη, Πρωτομέδεια διὰ τὸ χρείαν εἶναι
                        πρό τινος ἄλλου φροντίζειν, πῶς δεῖ πλέειν, Δωρὶς διὰ τὰ δῶρα, ἅπερ 10)
                        διδόασι καὶ λαμβάνουσι, Πανόπη διὰ τὸ τοὺς πλέοντας πανταχοῦ ἐποπτεύειν καὶ
                        βλέπειν, Γαλάτεια διὰ τὸν ἐπιγινόμενον ἀφρόν, Ἰπποθόη διὰ τὴν11) εἰς
                        ὑπερβολὴν θεῦσιν τοῦ ὕδατος, Ἰππονόη διὰ τὸ δίκην ἵππων θέειν τὴν νῆα,
                        Κυμοδόκη διὰ τὸ δέον εἶναι τοὺς ναύτας τὰ κύματα <note type="footnote">1.
                            πάντων f. Par. 7. διὰ τοὺς πλέοντας Vat. Cas.</note>
                        <note type="footnote">2. ὥς φησιν οὗτος f. Par. διὰ τὸ πλ. Par.</note>
                        <note type="footnote">3. τὸ ὕδωρ f. Cas. 8. διὰ καὶ τὸ Vat. Cas. διὰ
                            τὸ</note>
                        <note type="footnote">4. τῆς f. Par. καὶ τὸ Par. ἐπακολουθεῖν Par.</note>
                        <note type="footnote">5. ἀμφιρροπὲς Vat. Cas. ἀμφι- 9. καὶ f. Vat. Cas.
                            εἶναι f. Par. ρεπὲς Par. ἐκπλέουσι οἱονεὶ codd. 10. ἃ Par.</note>
                        <note type="footnote">6. κατάλλαξιν — ἐπιγινομένην 11. εἰς f. Cas. ὑπερβολῇ
                            Par. Par. δὲ f. Vat. Cas.</note>
                        <pb n="388"/> δέχεσθαι, Κυμὼ1) διὰ τὰ κύματα, Ἠϊόνη διὰ τοὺς αἰγιαλούς,
                        Ἁλιμήδη διὰ τὸ χρείαν εἶναι βουλεύσεων ἐν τῇ θαλάσσῃ, Γλαυκονόμη διὰ τὸ
                        τοιοῦτον χρῶμα τοῦ ὕδατος, Ποντοπόρεια διὰ τὸ τὸν πόντον περᾶν, Λειαγόρη διὰ
                        τὸ τοὺς ὠνουμένους τι ἀπὸ τούτων λείως ἀγορεύειν πρὸς τούτους, ὡσαύτως καὶ
                        τὸ Εὐαγόρη, Λαομέδεια διὰ τὸ φροντίζειν δεῖν τοῦ λαοῦ, Πολυνόμη διὰ τὸ
                        πολλὰς νομὰς ἔχειν, Αὐτονόη διὰ τὸ αὐτεξούσιον τῆς τοῦ πλοίου φορᾶς (ἀφʼ
                        ἑαυτοῦ γὰρ νέει2 ), Εὐάρνη διὰ τὸ ἄρνυσθαι καὶ ἀντικαταλλασσέσθαι, Ψαμάθη
                        διὰ τὰς ψαμάθους, Μελανίππη διὰ τὴν μονὴν τὴν ἐν αὐτῇ 3) (οὐ πάντοτε γὰρ
                        πλέουσι), Νησω διʼ ὃν εἴπομεν λόγον, Εὐπόμπη διὰ τὸ εὖ πέμπεσθαι, Θεμιστὼ
                        διʼ ὃν εἴπομεν λόγον εἰς 4) τὰς θέμιστας, Προνόη διὰ τὸ τοὺς προνοουμένους
                        ἀνθρώπους ταῦτα ποιεῖν, Νημερτής, ἤγουν ἡ κολύμβησις, ἥτις ὁμοία ἐστὶ τῷ
                        πατρί (οὐδέποτε γὰρ ἐπιλείπει).</p></div><div type="textpart" subtype="section" n="265"><p>265. Θαύμας. ἡ δὲ ἀναθυμίασις μιγεῖσα ) τῇ Ἠλέκτρᾳ δηλονότι τῇ τοῦ ἡλίου
                        λαμπηδόνι, ἐγέννησε τὴν Ἰριν, τὸ τόξον, (τὴν ὠκείαν διὰ τὸ ταχέως καὶ6)
                        γίνεσθαι καὶ λύεσθαι), ἐγέννησε δὲ καὶ τοὺς ἀνέμους (ἀπὸ γὰρ ξηρῶν
                        ἀναθυμιάσεων οἱ ἄνεμοι γίνονται)· Ἀελλώ, ἐπίθετον τῶν ἀνέμων (οὐ πάντοτε γὰρ
                        ἱλαρὸς ἐπιγίνεται ἄνεμος, ἀλλὰ καὶ καταιγίδες πολλαί). Ὠκυπέτη διὰ τὸ ταχὺ
                        τῶν ἀνέμων.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>