<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg2949.tlg001.1st1K-grc1:3-4</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg2949.tlg001.1st1K-grc1:3-4</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg2949.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2949.tlg001.1st1K-grc1" n="3"><p rend="indent">Μετὰ οὖν τὸ βαπτισθῆναί με εἶδον ἐν ὁράματι ἄνδρα τινὰ ἐφεστῶτα ἐν λευκῇ στολῇ περιβεβλημένον, καὶ εἰπέν μοι· θάρσει Ἰωάννη· καὶ γὰρ τὸ ὄνομά σου μετονομασθήσεται Μᾶρκος, καὶ ἡ δόξα σου ἐν ὅλῳ τῷ κόσμῳ κηρυχθήσεται. καὶ τὸ ἐν σοὶ σκότος παρῆλθεν ἀπὸ σοὺ, καὶ ἐδόθη σοι σύνεσις πρὸς τὸ γνῶναι τὰ μυστήρια τοῦ θεοῦ.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2949.tlg001.1st1K-grc1" n="4"><p rend="indent">Ὡς δὲ τὸ ὅραμα εἶδον, σύντρομος γενόμενος ἀπῆλθον παρὰ τοὺς πόδας Βαρνάβα καὶ ἀπήγγειλα αὐτῷ ἃ εἶδον καὶ ἤκουσα παρὰ τοῦ ἀνδρὸς ἐκείνου μυστήρια. Παῦλος δὲ ὁ ἀπόστολος οὐκ ἦν ἔγγιστα ἡνίκα ἀνεθέμην τὰ μυστήρια. εἶπεν δέ μοι Βαρνάβας· Μηδενὶ ἐξείπῃς τὴν δύναμιν ἣν εἶδες. κἀμοὶ γὰρ τῇ νυκτὶ ταύτῃ παρέστη ὁ κύριος λέγων ὅτι Θάρσει· ὡς γὰρ ἔδωκας τὴν ψυχήν σου ὑπὲρ τοῦ ὀνόματός μου εἰς τὸ ἀποθανεῖν καὶ ἀπαλλοτριωθῆναι τοῦ σοῦ ἔθνους, οὕτως καὶ τελειωθήσῃ. πλὴν καὶ τὸν ὄντα μεθ᾽ ὑμῶν ὑπηρέτην καὶ αὐτὸν συλλαβοῦ μεθ᾽ ἑαυτοῦ· ἔχει γάρ τινα μυστήρια. Νῦν οὖν τέκνον φύλαξον σεαυτῷ τὰ ῥήματα ἃ εἶδες καὶ ἤκουσας· καιρὸς γάρ σε ἀποκαλύψαι μέλλει.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>