<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg2949.tlg001.1st1K-grc1:21-22</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg2949.tlg001.1st1K-grc1:21-22</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg2949.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2949.tlg001.1st1K-grc1" n="21"><p rend="indent">Ἐκειθέν τε ἐξελθόντες ἤλθομεν διὰ τῶν ἐρήμων τόπων· ἠκολούθει δὲ ἡμῖν καὶ Τίμων. καὶ ἐλθόντων ἡμῶν εἰς Κιτιεῖς, πολλοῦ θορύβου γενομένου κἀκεῖ ἐν τῷ ἱπποδρομίῳ αὐτῶν, μαθόντες ἐξήλθομεν τὴν πόλιν, ἐκτιναξάμενοι τὸν κονιορτὸν τῶν ποδῶν ἡμῶν ἅπαντες· οὐδεὶς γὰρ ἡμᾶς ἐδέξατο, εἰ μὴ ἐν τῇ τύλῃ μίαν ὥραν ἀνεψύξαμεν πλησίον τοῦ ὑδραγωγίου.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2949.tlg001.1st1K-grc1" n="22"><p rend="indent">Ἀναχθέντων δὲ ἡμῶν ἐν πλοίῳ ἀπὸ τῆς Κιτιέων, ἤλθομεν ἐπὶ Σαλαμίνῃ, καὶ κατήχθημεν ἐν ταῖς λεγομέναις Νήσοις, ἔνθα κατείδωλος ὁ τόπος ὑπῆρχεν· κἀκεῖ γὰρ πανηγύρεις καὶ σπονδαὶ ἐγίνοντο. εὑρόντες δὲ κἀκεῖ πάλιν Ἡρακλείδην, ἐδιδάξαμεν αὐτὸν πῶς κηρύσσειν τὸ τοῦ θεοῦ εὐαγγέλιον καὶ καθιστάναι ἐκκλησίας καὶ λειτουργοὺς ἐν αὐταῖς. εἰσελθόντων δὲ ἡμῶν ἐν Σαλαμίνῃ, κατηντήσαμεν εἰς τὴν συναγωγὴν τὴν πλησίον τῆς ἐπιλεγομένης Βιβλίας· κἀκεῖ εἰσελθόντων ἡμῶν ἀναπτύξας ὁ Βαρνάβας τὸ εὐαγγέλιον ὅπερ ἦν λαβὼν παρὰ Ματθαίου τοῦ συνεργοῦ ἤρξατο διδάσκειν τοὺς Ἰουδαίους.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>